<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0087.tlg009.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="79a"><p>79a. 
Ιo. Al.41, 1: ὁ ὀξυνόμενοϲ, εἰ καὶ πλεονάζει τὸ ἑ, ἐπὶ τέλους
ἔχει τὴν ὀξεῖαν; l. 23: ὁ ἦ περιϲπώμενοϲ, ἐὰν προϲλάβῃ τὸ ε, φυλάττει
<lb n="35"/> τὴν περιϲπωμένην.</p><note type="footnote">ad fr. *78. Ιο.Alex. 27, 29 τριχρονοῦϲαι ἡ ἀντί καὶ ἀμφί οὐκ ἀναϲτρέφονται
οὐδὲ αἰ τῷ ῑ πλεονάζουϲαι καταί παραί ὑπείρ. Schol. ad Dionys. 9, 28, 12 et 30.</note><note type="footnote">ad fr. *79. Schol. V ad Π. l Χρύϲιπποϲ δὲ ψιλοῖ τὸ ε ὡϲ περιϲϲεῦον καί
φηϲιν ἀμφιγνοῶν ἀντὶ τοῦ ἀμφιβάλλων.</note><note type="footnote">ad fr. *80. cf. Io. Alex. 42, 21, L ehrs quaest. ep. 62 seqq.</note><note type="footnote">ad fr. 81. Teehnicum hoc loco Herodianum esse inde patet, quod quae extremo
articulo de ποτ traduntur, in An. Ox. III 267, 32 diserte technieo Herodano
assignantur et quod praeceentia de ἐνθάδε congruunt cum lo. Alex. 34, 9.</note><note type="footnote">ad fr. *82. Extrema verba οὐκ ἄρα πλεοναϲμόϲ κτλ. ex superioribus p. 642, 45
ubi prorsus absona sunt, huc retraxi. De re ct. Lehrs ad Herod. p. 24 not.</note><pb n="197"/><p>πρὸϲ ἔμφαϲιν πλείονοϲ δείξεωϲ. ἡ δὲ αὐτόϲ ϲτερηθεῖϲα τῆϲ δείξεωϲ
ἐϲτέρηται καὶ τῆϲ διὰ τοῦ ῑ ἐπεκτάϲεωϲ. οὗτοϲ καὶ ἡ κλητικὴ ὦ οὖτοϲ
Ἀττικῶϲ. ὁμοίωϲ καὶ τὸ ἐκεῖνοϲ. ἡ δὲ αὐτόϲ κλητικὴν οὐκ ἔχει. ἡ
γὰρ οὗτοϲ καὶ ἐκεῖνοϲ ἀντωνυμίαι δεικτικαί εἰϲιν, ἡ δὲ αὐτόϲ ἀναφορὰν
δηλοῖ. ἐναντία δὲ ἡ δεῖξιϲ τῇ ἀναφορᾷ. τὸ οὑτοϲί παραγωγὴ ἀντῶνυμίαϲ <lb n="5"/>
καὶ οὐ πλεοναϲμόϲ. αἱ τοιαῦται γὰρ ἀντωνυμίαι ἐπεκτείνονται
καὶ οὐ πλεονάζουϲιν. οὐκ ἄρα πλεοναϲμόϲ, ἀλλὰ παραγωγή.</p></div><div type="textpart" subtype="paragraph" n="83"><p>83. 
Ep. Hom. 169, 30: ἐνί: λέγεται ἡ πρόθεϲιϲ διχῶϲ καὶ ἐν καὶ ἐνί.
καὶ ζητοῦϲι, ποία ἐϲτὶν ἐντελὴϲ καὶ ποία κατὰ πάθοϲ· καὶ λέγουϲί τινεϲ,
ὅτι ἐνί ἐϲτι, γενομένη δὲ ἐν κατὰ πάθοϲ ἐϲτίν. οὐδέποτέ φαϲιν πρόθεϲιϲ <lb n="10"/>
πλεονάϲαϲα τὸ ῑ ἀναϲτρέφεται, διὸ καὶ ἡ κατά καὶ ἡ παρά γινόθεϲιϲ
μεναι καταί καὶ παραί οὐκ ἀναϲτρέφεται, ἡ δὲ ἐνί ἀναϲτρέφεται «ᾦ
ἔνι κούρη » ( Οd. ζ 15). ἐντελὴϲ ἄρα ἦν, οὐ κατὰ πλεοναϲμόν. καί
φαϲιν ὅτι αἱ πλεονάϲαϲαι τὸ ῑ προθΘέϲειϲ οὐ γίνονται ῥήματοϲ ϲημαντικαί,
ἡ δὲ ἐνί ϲημαίνει ῥῆμα ἑνικῶϲ «ἔνθ’ ἔνι μὲν φιλότηϲ » (Ξ 16) καὶ <lb n="15"/>
ὡϲαύτωϲ πληθυντικῶϲ «ἔνι τοι φρένεϲ οὐδ’ ἠβαιαί» (Ξ 141). οὐκ ἔϲτι
κατὰ πλεοναϲμόν. καί φαϲιν, ὅτι οὐδέποτε πρόθεϲιϲ δύο λαμβάνει
πλεοναϲμούϲ, εἴρηται δὲ καὶ εἰνί « αὐτοῦ δ’ εἰνὶ θύρῃϲιν » ( Οd. ι 417 )
οὐκ ἔϲτι κατὰ πλεοναϲμόν. ἐδιϲυλλάβηϲεν, ἀλλὰ φυϲικῶϲ οὕτωϲ εἶχεν.
ἔϲτι δὲ ἀναϲκευάϲαι τὰ εἰρημένα. ἔϲτιν οὖν πρῶτον· αἱ πλεονάϲαϲαι <lb n="20"/>
τρίχρονοι προθέϲειϲ οὐ ποιοῦϲιν ἀναϲτροφήν. ἡ παρά οὖν καὶ ἡ κατά
γινόμεναι παραί καταί τριχρονοῦϲι καὶ διὰ τοῦτο οὐκ ἀναϲτρέφονται·
ἡ δὲ ἐν ἐὰν γένηται ἐνί, διχρονεῖ καὶ κατὰ τοῦτο ἀναϲτρέφεται. ἡ
παρά γινομένη παραί οὐκ ἔτι ῥῆμα ϲημαίνει, οὐδέποτε γὰρ αἱ πλεονάζουϲαι
ῥῆμα ἐϲήμαινον, ἡ δὲ ἐν ἐὰν γένηται ἐνί, ῥῆμα ϲημαίνει· καὶ <lb n="25"/>
τοῦτο δὲ εὐαπόλυτον· ἐπειδὴ γὰρ παρηκολούθει ταῖϲ ἀναϲτρεφομέναιϲ
τὸ καὶ ῥῆμα ϲημαίνειν, ἀναϲτρέφεται δ’ αὕτη, κατὰ τοῦτο καὶ ῥῆμα
ἐϲήμαινε. πῶϲ δὲ οἱ δύο πλεοναϲμοί, λέγομεν ὅτι ὁ μὲν εἰϲ πλεοναϲμὸϲ
τῆϲ προθέϲεωϲ ἐϲτίν, ὁ δὲ δεύτεροϲ ποιητικὸϲ ὡϲ κενή κεινή.
ἔϲτι δὲ κανὼν ὁ λέγων, ὅτι αἱ προθέϲειϲ θέλουϲι πλεονάζειν μᾶλλον <lb n="30"/>
τὸ ῑ, οὐ μὴν ἐλλείπειν. ἡ ἐνί τοίνυν τὸ ῑ ἐπλεόναϲεν, οὐχ ἡ ἐν ἀπέβαλεν.
παρὰ τὴν ἐν πρόθεϲιν γίνεται τὸ ἐντόϲ καὶ ὡϲ παρὰ τὴν ὑπέρ
<note type="footnote">ad fr. 83. l. 12 inserui ἡ δὲ ἐνί ἀναϲτρέφεται l.15 pro ῥῆϲιν scripsi ῥῆμα
ἑνικῶϲ. l. 16 pro αὐὡϲ παθητικοῦ —ὡϲαύτωϲ πληθυντικῶϲ. l. 23 inserui διχρονεῖ
usque ad παραί, l. 25 ἡ δὲ ἐν — ϲημαίνει. De ἐνό cf. Ep. Homer. 176, 12
ίϲτέον δὲ ὅτι ἡ τοιαύτη πρόθεϲιϲ παρὰ τὴν Αἰολίδα καὶ Δωρίδα διάλεκτον ἐνό γίνεται,
ὁπόταν κοὶ ἀντὶ ῥήματοϲ. n brevius hoc et sequens fragmentum contracta sunt
in E. M. 341, 55: ἰϲτέον ὅτι ἐκ τῶν μονοϲυλλάβων προθέϲεων δύο ἐπεκτείνονται
ἡ ἐν καὶ ἢ πρόϲ· ἡ ἐν προϲλαβοῦϲα τὸ ῑ γίνεται ἐνί ὡϲ τὸ «οὐκ ἔνι ἐκεῖ δοῦλοϲ
οὐδὲ ἐλεύθεροϲ» η πρόϲ κτλ. —διαφέρει δὲ ὅτι η ἐν γίνεται ἔνι καὶ μετάγεται
εἰϲ ῥηματικὴν ϲημαϲίαν· ἡ δὲ πρόϲ γίνεται ποτί καὶ ὡϲαύτωϲ μένει πρόθεϲιϲ. Cf.
Io. Al. 27, 33 η πλεονάϲαϲα τῷ ῑ ἀνεϲτράφη «ῷ ἔνι κούρη κοιμᾶτο». Ϲaeterum
iam in Praef. CXXVII indicavi hunc locum ratione in utramque partem disputandi
Herodano vindicari.</note>

<pb n="198"/>
ὑπέρτεροϲ, οὕτωϲ παρὰ τὴν ἐν ἔντερον. ἰϲτέον δὲ ὅτι ἡ ἐνί, ὁπότε
ϲημαίνει ῥῆμα, τὸ ι τρέπει εἰϲ ο παρὰ ταῖϲ διαλέκτοιϲ. ζητοῦϲι δὲ ὅτι
ἐπεὶ ἡ ἐνί διχρονεῖ κατὰ τοῦτο ἀναϲτρέφεται, πῶϲ ἡ πρόϲ γενομένη
ποτί καὶ αὕτη πλεονάϲαϲα καὶ ἔτι διχρονοῦϲα οὐκ ἀναϲτρέφεται; καὶ
<lb n="5"/> λέγομεν ὅτι Δωρική ἐϲτι πρόθεϲιϲ. Δωριεῖϲ δὲ ἥδονται τῇ ὀξείᾳ· ἡ δὲ
ἀναϲτροφὴ διαλέκτῳ ἐναντία.</p><p>Ep. Hom. 377, 27, An. Ox. III 267, 32, E.M. 342, 1: προτί.
τινὲϲ λέγουϲι, ὅτι ἀπὸ τῆϲ πρόϲ γέγονε κατὰ τροπὴν Δωρικὴν τοῦ ϲ
<lb n="10"/> εἰϲ τ ὥϲπερ ϲύ τύ· καὶ ἐπειδὴ οὐδέποτε εὑρίϲκεται λέξιϲ Ἑλληνικὴ εἰϲ
ἄφωνον καταλήγουϲα, πλεονάζει τὸ ι καὶ γίνεται προτί. ἀλλ’ ἔϲτιν
εἰπεῖν, ὡϲ λέγει ὁ τεχνικὸϲ Ἡρωδιανόϲ, ὅτι οὐδέποτε οἱ Δωριεῖϲ
τρέπουϲι τὸ ϲ ἐν τέλει λέξεωϲ, ἀλλ’ ἐν ἀρχῇ ὡϲ ἐν τῷ ϲύ τύ, ϲέ τέ,
ϲημεῖον τημεῖον ἢ ἐν τῷ μέϲῳ ὡϲ τὸ εἰϲί ἐντί, εἴκοϲι εἴκατι, φηϲί
<lb n="15"/> φατί καὶ ἀποίτωμεν ἀντὶ τοῦ ἀποίϲωμεν. καὶ δῆλον οὐκ ἐγένετο πρότ
καὶ οὕτω προτί κατὰ πλεοναϲμὸν τοῦ ι. ἔϲτιν οὖν εἰπεῖν, ὅτι πρῶτον
ἐπλεόναϲε τὸ ῑ καὶ ἐγένετο προϲί. πεφύκαϲι γὰρ αἱ προθέϲειϲ τὸ
ῑ πλεονάζειν ἐν τέλει οἷον κατά καταί, παρά παραί «πᾶϲι δὲ παραὶ
ποϲὶ κάππεϲε θυμόϲ» (0 280), ὑπέρ ὑπείρ «ὑπεὶρ ἅλα τ’ ἠιόναϲ τε«»
<lb n="20"/> ( 16). πρῶτον οὖν γέγονεν ὁ ϲυνήθηϲ πλεοναϲμὸϲ τοῦ ι καὶ τότε
τέτραπται τὸ ϲ εἰϲ τὸ παρὰ Δωριεῦϲιν ἐν μέϲῃ λέξει ἐκ τοῦ ϲ γενόμενον
τ οἷον προϲί προτί καὶ ἐκβολῇ τοῦ ρ ποτί, ἐξ οὖ τὸ «Διὸϲ ποτὶ
χαλκοβατὲϲ δῶ » (Α 426).</p></div><div type="textpart" subtype="paragraph" n="85"><p>85. 
<lb n="25"/> Eustath. 283, 36: τὸ Πετεῶο (B 552) ἢ ἀπὸ τοῦ Πετεώϲ Πετεώ
γίνεται Ἀττικῶϲ ὡϲ λαγώϲ λαγώ, ταὧϲ ταὼ καὶ πλεοναϲμῷ τοῦ ο Πετεῶο
κατὰ τὸν Ἡρωδιανὸν ἢ εὐθεῖά ἐϲτι κοινὴ κατὰ Ἀρίϲταρχον
Πετεόϲ ὡϲ καλόϲ, οὗ γενικὴ Πετεοῖο ὡϲ καλοῖο καὶ ἐκτάϲει Πετεῷο.</p></div><div type="textpart" subtype="paragraph" n="86"><p>86. 
<lb n="30"/> E. M. 746, 10: Ταλαῶο· μετὰ τοῦ ι τινέϲ· ἦν γὰρ (φαϲί) Ταλαοῖο.
οὐ κατεπείγει δέ. ἀπὸ γὰρ τῶν εἰϲ ωϲ εὐθειῶν Ἀττικῶν κέκλιται
καὶ πλεοναϲμῷ τοῦ ο ὡϲ Μίνωο Ἀνδρογέωο.</p><note type="footnote">ad fr. 84. Ex tribus locis, quae fragmento praeposui, articulum constitui,
ipsius auctoris nomen accessit ex An. Ox. III l. c.</note><note type="footnote">ad fr. 85. Schol. BL. ad 1l. l. Πετεῶο: πλεοναϲμὸϲ γὰρ τοῦ 5 ὡϲ Ἡρωδιανόϲ,
ubi Lobeck. El. II 233 ex particula ratiocinativa concludit de altera scriptura
Πετεῷο disputatum esse ut ap. Eustathium.</note><note type="footnote">ad fr *86 Herodiani de huiuscemodi genetivis sententiam plenius exponit.
Choer. Dietat. 413, 1: τὰ ἀπὸ Ἀττικῶν γενικῶν κατὰ πλεοναϲμὸν τοῦ 5 γινόμενα,
εἰ μὲν ἀπὸ ὀξυτόνων γενικῶν Ἀττικῶν ὦϲι, προπεριϲπῶνται οἶον Πετεώ
Πετεῶο «υἱὸϲ Πετεῶο Μενεϲθεύϲ» (Β 552), « ὦ υὲ Πετεῶο διοτρεφέοϲ βαϲιλῆοϲ»
(Δ 338), Ταλαώ Ταλαῶο ὡϲ παρὰ Ἀντιμάχῳ· εἰ δὲ ἀπὸ βαρυτόνων γενικῶν
Ἀττικῶν ὦϲι, προπαροξύνονται οἶον τοῦ Μίνω Μίνωο, τοῦ Ἀνδρόγεω Ἀνδρογέωο·
τοῦ δὲ ϲ προϲελθόντοϲ κατεβιβάϲθη μίαν ϲυλλαβὴν ὁ τόνοϲ διὰ τὸ μὴ δύναϲθαι
τετάρτην ἀπὸ τέλουϲ εἶναι τὴν ὀξεῖαν. Accentum ταώϲ ταώ mutavi
secundum Choer. 261, 11.</note><pb n="199"/></div><div type="textpart" subtype="paragraph" n="87"><p>87. 
E. M. 314, 55: ἔγωγε. ἰϲτέον ὅτι οἱ Ἀθηναῖοι τὸ ἐγῶ ἔγωγε
λέγουϲι. καὶ ἔϲτιν ἕν μέροϲ λόγου. εἰ γὰρ ἦϲαν δύο μέρη λόγου,
ἐγώγε ἔμελλεν εἶναι. πᾶϲα γὰρ λέξιϲ ὀξυνομένη ἐπιφερομένου ἐγκλιτικοῦ
μορίου φυλάϲϲει τὴν ὀξεῖαν τάϲιν οἶον ϲοφόϲ ϲοφόϲ γε, καλόϲ <lb n="5"/>
καλόϲ γε, ψευδήϲ ψευδήϲ γε· οὕτωϲ οὖν καὶ ἐγώ ἐγώγε. ἀλλὰ μὴν
ἔγωγε ἐϲτὶ προπαροξύτονον. καὶ δῆλον ἕν μέροϲ λόγου ἐϲτὶ τῆϲ γὲ
ἐπεκτάϲεωϲ οὕϲηϲ «οὐδέ ϲ’ ἔγωγε — λίϲϲομαι» (A 173. 174) προπαροξυτόνωϲ.
ἔϲτι γὰρ Ἀττικὸν ὡϲ τὸ ἔμοιγε οἷον «πάρ’ ἔμοιγε καὶ
ἂλλοι, οἵ κέ με τιμήϲουϲι» (A 174. 175).</p><lb n="10"/></div></div></body></text></TEI>