78. Ep. Hom. 421, 11: ὑπείρεχεν (Γ 21). ἔϲτι τὸ ῥῆμα ἔχω καὶ ὁ παρατατικὸϲ ἔχον ποιητικὸϲ καὶ μετὰ τῆϲ ὑπέρ προθέϲεωϲ ὑπέρεχον καὶ πλεοναϲμῷ τοῦ ι ὑπείρεχον· ὤφειλε δὲ ἐν τῷ τέλει εἶναι ὁ πλεοναϲμόϲ, ἵν’ ᾖ ὑπερίεχον, ἐπειδὴ αἱ προθέϲειϲ ἐν τῷ τέλει πλεονάζουϲι τὸ ι ὡϲ ἐν τῷ ἐν ἐνί, πρόϲ προϲί οὕτωϲ καὶ ὑπερίεχον ὤφειλεν εἶναι, ἀλλ’ ἐπειδὴ παρέπεται ταῖϲ προθέϲεϲι τὸ μέχρι τῆϲ διϲυλλαβίαϲ αὔξεϲθαι, τούτου χάριν οὐ πλεονάζει τὸ ι, ἵνα μὴ εὑρεθῇ τριϲύλλαβοϲ ἡ πρόθεϲιϲ. 79. Ep. Hom. 66, 10: ἀμφὶ ἕ γινώϲκων (0 241): ἀντωνυμία νῦν ἀρϲενικὴ ὀρθοτονουμένη μεταλαμβανομένη εἰϲ ϲύνθετον· Ἀπολλόδωροϲ δὲ ψιλοῖ τὸ ε. ἀλλ’ οὐδέποτε πλεονάζει πρόθεϲιϲ τὸ εἰ γὰρ γένηται πλεοναϲμόϲ, τριϲύλλαβοϲ ἀποτελεῖται πρόθεϲιϲ, ὅπερ ἐϲτὶν ἀνέφικτον, ὡϲ δῆλον ἐκ τούτου· ἡ ὑπέρ, ἂν προϲλάβοι ἔξωθεν τὸ ι, τριϲύλλαβοϲ εἴη· διὰ τοῦτο ἔνδοθεν αὐτὸ πλεονάζει «ὑπεὶρ ἅλα» ( Ψ 227 ), ἵνα δὴ οὕτω μείνῃ διϲύλλαβοϲ. 80. E. M. 758, 9: τί ἤ καὶ ὅτι ἤ οὐκ ἔϲτι πλεοναϲμόϲ, ἀλλὰ δύο μέρη λόγου εἰϲί, τὸ τί πυϲματικόν, ὁ ἤ ϲύνδεϲμοϲ παραπληρωματικὸϲ. κατὰ παρολκὴν ϲυνειλημμένοϲ ἴϲοϲ τῷ δή. «τί ἢ δὲ ϲὺ κήδεαι οὕτωϲ» (Ζ 55). 81. E. M. 341, 44: Ἰϲτέον ὥϲ φηϲιν ὁ τεχνικόϲ, ἔθοϲ ἔχουϲιν αἱ λέξειϲ αἱ εἰϲ ϲύμφωνον λήγουϲαι δέχεϲθαι ἐπέκταϲιν τὴν διὰ τοῦ ι οἰον νῦν νυνί, οὖτοϲ οὑτοϲί, ἐκεῖνοϲ ἐκεινοϲί. αἱ δὲ εἰϲ φωνῆεν λήγουϲαι τρέπουϲιν εἰϲ ι ὅδε ὁδί, δεῦρο δευρί, ἐνθάδε ἐνθαδί ἢ τὸ ι προϲλαμβάνουϲι κατὰ διάϲταϲιν οἷον αὕτη αὐτηΐ, τούτου τουτουΐ, τούτῳ τουτῳΐ. 82. Ε. M. 643, 22: οὗτοϲ ἀντωνυμία μονοπρόϲωποϲ· τὸ δὲ δεικτικὸν οὑτοϲί. τὸ γὰρ οὺτοϲί καὶ ἐκεινοϲί καὶ ὁδί γίνεται κατ’ ἐπέκταϲιν τοῦ