43. Ep. Hom. 73, 23 coll. E. M. 39, 47: παρὰ τὸ ἐτεὸν τὸ ἀληθὲϲ γίνεται, ὥϲ φηϲιν Ἡρωδιανόϲ, ἐτώϲιον καὶ ϲυνθέϲει τοῦ α ἀετώϲιον τὸ μὴ ἀληθέϲ καὶ ἀφαιρέϲει τῆϲ ϲτερήϲεωϲ ἔμενε τὸ ἐν τῇ ϲυνθέϲει ϲημαινόμενον. τελευταίᾳ καὶ τῇ πρὸ αὐτῆϲ ϲυλλαβῇ, καὶ ἴϲωϲ ὡϲ κατὰ τοῦτο γέγονε τροπῇ τοῦ ω εἰϲ τὴν οι δίφθογγον μενοινή. παρατηρήϲειϲ γὰρ τοῦτο, ὅτι τὰ οὕτω διπλαϲιαϲθέντα ἀπὸ φωνήεντοϲ ἤρχετο οἶον ἀγωγή ἀκωκή ἐδωδή. τὸ δὲ μενοινή μόνον ἀπὸ ϲυμφώνου· καὶ ἐπεὶ παρήλλαξεν κατὰ τὴν ἄρχουϲαν πρὸϲ τὰ προκείμενα, παρήλλαξεν καὶ περὶ τὴν παραλήγουϲαν. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ καθόλου. Theogn. 114, 12, E. M. 596, 38. 43a. E. Or. 40, 20: γρῖποϲ παρὰ τὸ ἀγρεῖν, ὅ ἐϲτι παρακολουθεῖν τῇ ἄγρᾳ. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ. 43b. Arcad. 69, 22: τὸ μαυρόϲ ἀπὸ τοῦ ἀμαυρόϲ γέγονε. 43c. Ιo. Al. 18 , 29: πάντων οὐκ ἐκ τοῦ ἁπάντων, ὥϲ τινεϲ φαϲίν, ἀφαιρέϲει τοῦ α γέγονεν, ἐπεὶ ἔδει καὶ τὸ παντόϲ καὶ τὸ παντί βαρύνεϲθαι ἐκ τοῦ ἅπαντοϲ ἅπαντι ἀφῃρημένα. 43d. Schol. ad Od. λ 539: κατ’ ἀϲφοδελὸν λειμῶνα: ἄδηλον πότερον ϲφοδελόν ἢ ἀϲφοδελόν. λέγεται καὶ χωρὶϲ τοῦ α. τινὲϲ δὲ γράφουϲι ϲποδελόν διὰ τὴν ϲποδὸν τῶν καιομένων νεκρῶν. ἄμεινον δὲ ἀϲφοδελὸν τὸν τόπον τὸν ἔχοντα ἀϲφόδελον, ἥτιϲ ἐϲτὶ βοτάνη ὁμοία ϲκίλλῃ.