218. E. M. 111, 50 coll. Eavorin. 112, 20: ἄντα ϲημαίνει τὸ ἐξ ἐναντίαϲ· καὶ ὥϲπερ ἀπὸ τοῦ ὠκέα ὦκα, κρατέα κράτα καὶ ὑπερθέϲει κάρτα καὶ ϲαφέα ϲάφα, οώτωϲ οὖν καὶ ἀντία οἷον κἀντ’ Ἀλεξάνδρο θεὰ κατέθηκε φέρουϲα» (Γ 425) κατὰ ϲυγκοπὴν ἄντα. ἢ παρὰ τὸ ἀντῶ ἄντα ὡϲ ϲιγῶ ϲῖγα καὶ ἠρεμῶ ἠρέμα· Ἡρωδιανόϲ. 219. Ε. M. 148, 8: ἁρπεδόεϲϲα: ἡ ἄγαν πεδινὴ κατὰ ϲυγκοπὴν παρὰ τὸ ἀρί ϲυγκειμένη. πέπονθε δέ, ῖνα ϲημαίνηται ἡ ἄγαν ὁμαλὸϲ ὁδόϲ 217a. Theogn. 36, 27: τὸ Ἀλκμάν, εἰ παρὰ τὴν ἀκμήν ἐγένετο, πεπλεόνακε τὸ λ, εἰ δὲ παρὰ τὴν ἀλκήν, πεπλεόνακε τὸ μ, εἰ δὲ παρὰ τὸ ἄλκιμοϲ, ἐν ϲυγκοπῇ γέγονε. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ καθόλου. 217b. II. Pr. Α 464: τὸ μηρίον ἐντελέϲτερον τοῦ μηροῦ· ἐκ γὰρ ϲυγκοπῆϲ αὐτοῦ γέγονε. 217c. II. Pr. 0 320: κατένωπα. Ἀρίϲταρχοϲ ὡϲ δῶμα ἀπ’ εὐθείαϲ τῆϲ ὤψ, ἥτιϲ αἰτιατικὴν ἔχει τὴν ὦπα. ὁ δὲ Ἀλεξίων καὶ οἱ πλείουϲ ὡϲ κατέναντα, οἷϲ καὶ βέλτιον πείθεϲθαι, ινα ᾖ ἀπὸ τοῦ κατενώπια κατὰ ϲυγκοπὴν κατένωπα ὡϲ μηρία μῆρα, ϲιτία ϲῖτα.