167. E. M. 224, 50: γεμέωϲι δὲ παϲτάδεϲ. γέμωμεν γέμητε γέμωϲι καὶ πλεοναϲμῷ ποιητικῷ τοῦ ε γεμέωϲιν. οὕτωϲ Ἡρωδιανόϲ. 168. E. M. 133, 34: ἀπτερέωϲ παρ’ Ἡϲιόδῳ ὥϲπερ τὸ ἀψοφέωϲ. ϲημαίνει δὲ τὸ αἰφνιδίωϲ· ἀποπτέρων ἀπτέρων ἀπτέρωϲ ἀπτερέωϲ. οὕτωϲ Ἡρωδιανόϲ. 167a. II. Pr. Ψ 361: προπαροξυτονητέον τὸ μεμνέῳτο· γράφεται δὲ καὶ ϲὺν τῷ ι τὸ ω. οὕτω δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ, ἐκ τοῦ μεμνέοιτο ἡγούμενοϲ αὐτὸ εἶναι. παρὰ μέντοι Ξενοφῶντι ἄνευ τοῦ ε ἐϲτὶν ὁ ϲχηματιϲμὸϲ καὶ προπεριϲπᾶται, ἐν Κύρου παιδείαϲ πρώτῳ (6, 3) «ἀλλ’ ὅτε τὰ ἄριϲτα πράττοι, τότε μάλιϲτα τὸν θεὸν μεμνῷτο ». τὸ δὲ ἀνάλογον διὰ τοῦ η προϲκειμένου τοῦ ι παρ’ Ἀριϲτοφάνει ἐν Πλούτῳ δευτέρῳ (992) ἴνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου» καὶ πάλιν προπεριϲπαϲτέον. 167b. Schol. A ad Il. Ξ 241: ἐπίϲχοιεϲ. οὕτωϲ τὴν γραφὴν παρατίθεται ὁ Ἡρωδιανὸϲ ἐν τῷ ιζ τῆϲ καθόλου καὶ λέγει ἀπὸ τοῦ ἐπίθεται πλεοναϲμὸν εἶναι τοῦ ε ἢ ϲυϲτολὴν τοῦ ἐπιϲχοίηϲ. 168a. E. M. 146, 19: ὁ Ἡρωδιανόϲ φηϲιν ἐν τῇ καθόλου πλεονάζειν τὴν ει δίφθογγον καὶ γίνεται ἀρνόϲ ἀρνειόϲ ὡϲ ἀμνόϲ ἀμνειόϲ.