93. οὔταρ: οὕτωϲ ὀξεῖαν ἐπὶ τοῦ ου· ὁ γὰρ τάρ ἐϲτι ϲύνδεϲμοϲ ἐπιφερόμενοϲ ἐγκλιτικῶϲ, ὡϲ καὶ ἐπὶ τοῦ «εἴ ταρ ὅγ᾿  εὐχωλῆϲ» (65). οὐ γάρ ἐϲτιν ὁ τέ ϲυμπλεκτικόϲ· εἰ γὰρ ἦν, ἐπεφέρετο ἄν πάλιν ὁ τέ μετὰ ἀποφάϲεωϲ, οὔθ᾿  ἑκατόμβηϲ. οὕτωϲ γάρ ἐϲτιν εὑρέϲθαι τὸν τέ ϲύνδεϲμον μετὰ τῆϲ οὔ ἀποφάϲεωϲ «ἔνθα μὲν οὔ τε ἄναξ ἐπιδευήϲ, οὔ τέ τι ποιμήν» (Od. δ 87). A. 114. ο ἑθεν: οὕτωϲ ὀξυτονητέον τὴν οὔ ἀπόφαϲιν, ἵν᾿ εἰϲ ἁπλῆν μεταληφθῇ ἀντωνυμίαν· τοῦτο γὰρ καὶ Ἀρίϲταρχοϲ παρήγγειλεν ἐὰν γὰρ ὀρθοτονήϲωμεν, ἔϲται τὸ ἑαυτῆϲ ϲύνθετον· οὕτωϲ οὖν ὡϲ τὸ «οἵ ἑθεν ὀτρύνοντοϲ (Il. Ο 199) καὶ «οὕϲ ἑθεν εἵνεκ᾿  ἔπαϲχον» (Il Π 128). A. 116. καὶ ὧϲ: τὸ ὡϲ, ὁπότε ϲημαντικόν ἐϲτι τοῦ ὅμωϲ, περιϲπᾶται. A. 126. ταῦτ᾿: τὸ ταυτ᾿  Τυραννίων ὀξύνει, ἵν᾿  ᾖ τὰ αὐτὰ. ABL. 129. δῷϲι πόλιν Τροΐην: οὕτωϲ Ἀρίϲταρχοϲ τριϲυλλάβωϲ καὶ ἐνθάδε καὶ ἐν τῇ Λ τῆϲ Ὀδυϲϲείαϲ (510) «ἤτοι ὅτ᾿  ἀμφὶ πόλιν Προΐην φραζοίμεθα». καὶ ἐπείϲθη αὐτῷ ἡ παράδοϲιϲ. ἔϲτι δὲ καὶ τὸ τῆϲ χρήϲεωϲ τῆϲ Ὁμηρικῆϲ ἰδίωμα παραφυλάξαι οὕτωϲ, ὡϲ ὅτι εἴ που λέγει τὸ Τροία διϲυλλάβωϲ, οὐδέποτε ἐπιφέρει τὸ πόλιϲ, οἷον «εἰϲόκε περ Τροίην διαπέρϲομεν» (Il. Ι 46) κάὶ «ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷεϲ» coll. quaesit. ep. 132. 81 L. ad v. 53 mittit. 114 οὖν inseruit L. 129 pro φράζευ codicis scriptura posui φραζοίμεθα. (Il. Π 698). καὶ «Τροίῃ ἐν εὐρείῃ (Il. 256) καὶ ἀλλαχοῦ. ἐπὶ μέντοι τούτων τῶν δύο ὁμοιοπτώτωϲ ἐπήνεγκε τὸ πόλιν τῷ Τροΐην· «δῷϲι πόλιν Τροΐην» καὶ τὸ «ἤτοι ἀμφὶ πόλιν Τροΐην» (Od. λ 510). ταῦτα ὁ Ἡρωδιανόϲ. A. δῷϲι: Ζωΐλοϲ ὁ Ἀμφιπολίτηϲ καὶ Χρύϲιπποϲ ὁ Ϲτωικὸϲ ϲολοικίζειν οἴονται τὸν ποιητήν, ἀντὶ ἑνικοῦ πληθυντικῷ χρηϲάμενον ῥήματι· τὸ γὰρ δῷϲί φαϲι πληθυντικόν. ἀγνοοῦϲι δέ· ἔϲτι γὰρ τὸ δῷ ἑνικὸν ἐπεκτεταμένον, ὡϲ τὸ λέγῃ λέγῃϲι, φέρῃ φέρῃϲι. τοιοῦτόν ἐϲτι καὶ τὸ ἐν Ὀδυϲϲείᾳ (α 168) τὸ «φῇϲιν ἐλεύϲεϲθαι» καὶ τὸ «εἰϲόκε μοι μάλα πάντα πατὴρ ἀποδῷϲιν ἕεδνα» (Od. θ 318). κἀνταῦθα γὰρ ἀποδῷ· διὸ καὶ τὸ ι ἔχει προϲκείμενον. μέμνηται αὐτοῦ κἀν τῇ ὀρθογραφίᾳ Ἡρωδιανόϲ. A.