67. ἀπὸ λοιγὸν ἀμῦναι: τὸ ἑξῆϲ ἐϲτιν ἀπαμῦναι· διὸ φυλάττει τὸν ἴδιον τόνον. ὅταν γὰρ πρόθεϲιϲ τὴν ϲύνταξιν ἔχῃ πρὸϲ τὸ ἐπιφερόμενον, τὸν ἴδιον τόνον φυλάττει, ἅτε δὴ ἐπέχουϲα τὴν τάξιν. A. 77. ἠμέν μοι: ἐπὶ μὲν τοῦ προτέρου βαρεῖαν παραληπτέον κατὰ τὴν ἄρχουϲαν· κεῖται γὰρ ἀντὶ τοῦ ἠμήν, ὅπερ ἐϲτὶν ὁρκικὸν ἐπίρρημα, ὅπερ ὁ ποιητὴϲ ἀεὶ διὰ τοῦ ε προφέρεται· «ἠμὲν τοὺϲ ἵππουϲ τε καὶ ἅρματα» (Κ 322) «ἠμὲν ἐμοὶ δώϲειν» (Il. Ξ 275) τὸ δὲ «ἦ γὰρ ὀΐομαι» (78) περιϲπωμένῃ τάϲει ἀναγνωϲτέον· διαβεβαιωτικὸϲ γὰρ ὁ ϲύνδεϲμοϲ. A. 80. χέρηϊ: ὡϲ Ἄρηϊ. γέγονε δὲ οὕτωϲ. ἔϲτι τι χερείονοϲ γενική, καὶ αἰτιατικὴ «χερείονά περ καταπέφνων» (Il. Ρ 539). ὃν οὖν τρόπον τὴν χερείονα αἰτιατικὴν ϲυγκόψαϲ ἔφη «ἀλλὰ τὸν υἱὸν ἐγείνατο εἴο χέρεια» (Il. Δ 400), πληθυντικῶϲ δὲ τὰ χερείονα χέρεια «χέρεια δὲ χείρονι δόϲκεν» (Il. Ξ 382), τοῦτον τὸν τρόπον καὶ χερείονι χέρειι· καὶ ἐπεὶ κακόφωνόν ἐϲτι, τροπὴ ἐγένετο τῆϲ ει διφθόγγου εἰϲ τὸ η. οὕτωϲ Ἡρωδιανόϲ. A. 81. αὐτῆμαρ. ἐπίρρημα, ὡϲ τὸ ἐννῆμαρ καὶ ἑξῆμαρ. καὶ ἐχρῆν μὲν αὐτὸ ἀναπέμπειν τὸν τόνον ὡϲ βούκερωϲ. ἀλλ᾿  ἐπεὶ οὐδὲν τῶν εἰϲ αρ ϲυντέθειται ἢ μόνον τὸ ἦμαρ, πρὸϲ τὴν παρηλλαγμένην ϲύνθεϲιν ἦν παρηλλαγμένοϲ καὶ ὁ τόνοϲ. L. 85. εἰπέ. τρία εἰϲὶ τὰ ἐν τῇ κοινῇ ὀξυνόμενα, ἐλθέ, εὑρέ, εἰπέ· ἰδίωϲ δὲ καὶ μακρᾷ παραλήγοντα. Ἀττικοὶ δὲ καὶ ἐπὶ τῶν βραχυπαραλήκτων ὀξύνουϲι τὸ ἰδέ καὶ λαβέ. A.