56. ῥα: δαϲυντέον τὸ ῥα· πάϲηϲ γὰρ λέξεωϲ τὸ ρ ἀρχόμενον δαϲύνεται πλὴν τοῦ Ρᾶροϲ. ΒL. 59. Excidit nota de παλιμπλαγχθένταϲ v. Λ 326, Π 95. 63. μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον: μέχρι τοῦ ἐρείομεν διαϲταλτέον, εἶτα ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον: ἵνα γενικὸν μὲν ᾖ τὸ μάντιν, εἴδη δὲ τὰ ἐπιφερόμενα. οὕτωϲ Ἡρωδιανόϲ. A. 63. τὸ ἐϲτιν ἐγκλιτικόν ἐϲτιν, εἰ μὴ ἄρχεται ἢ μὴ προηγεῖται ἡ οὔ ἀπόφαϲιϲ. BL. 65. εἴταρ: οὕτωϲ ὀξεῖα εἰϲ τὸν εἴ· τὸ γὰρ τάρ ἐϲτιν ἐγκλιτικὸϲ ϲύνδεϲμοϲ ἐπιφερόμενοϲ. καὶ οὐ δεῖ ἀπόϲτροφον βάλλειν εἰϲ τὸ τ. οὐ γάρ ἐϲτιν ὁ τέ ϲύνδεϲμοϲ· ἐπεφέρετο γὰρ ἂν ἕτεροϲ ϲύνδεϲμοϲ. A. Α Lehrsius conferri iubet Ω 551, Ϲ 283. 59 ipse apposui. 65 Lehrsius Herodianum εἴταρ ὅγ᾿  εὐχωλῆϲ ἐπιμέφοται ἡδ᾿  ἑκατόμβηϲ legisse observat.