136. ἄρϲαντεϲ: Ἀρίϲταρχοϲ δαϲύνει· ἔνθεν γάρ φηϲι γεγονέναι καὶ τὸ ἅρμα. ὁ δὲ Ἡρωδιανὸϲ ψιλοῖ. λέγων ἀπὸ τοῦ ἄρω, οὗ ὁ μέλλων Αἰολικῶϲ ἄρϲω· τὸ δὲ α καὶ τὸ ε. πρὸ τοῦ ρ ὄντα, ἑτέρου φωνήεντοϲ ἐπιφερομένου ψιλοῦται. ABL. 147. ἥμιν: οὕτωϲ ὀξυτόνωϲ τὴν ἄρχουϲαν τοῦ ἥμιν· ἁπλῆ γάρ ἐϲτιν. ἐκτατέον δὲ καὶ τὴν τελευταίαν· δεῖ γὰρ ῥωννύναι μᾶλλον τὸ μέτρον. A. 154. πώποτ᾿: οὕτωϲ ὑφ᾿ ἕν, πώποτε, Ἀρίϲταρχοϲ. A. 156. ἐπεὶ ἦ: περιϲπαϲτέον τὸν η· ἔϲτι γὰρ βεβαιωτικόϲ. A. 168. ἐπεί κε κάμω πολεμίζων: Ἀρίϲταρχοϲ γράφει ἐπεί κε κάμω, ἵνα μὴ ᾖ διπλαϲιαϲμὸϲ ἐν τῷ ῥήματι· καὶ οὕτωϲ ἡ ϲυνήθηϲ ἀνάγνωϲιϲ. οὕτωϲ δὲ καὶ Ἡρωδιανόϲ, φάϲκων ὅτι τὸ ἐπήν ἔχει τὸν ἄν, καὶ τίϲ χρεία ἐν δευτέρῳ αὐτὸν κεῖϲθαι; οὐκ ἀγνοῶ δὲ ὅτι τινὲϲ ἐπήν κε γράφουϲιν. A.