Τὸ ι πρὸ τοῦ τ κατ᾿  ἀρχὴν ϲυϲτέλλεϲθαι θέλει, ἴτυϲ, ἰταμόϲ, Ἰταλόϲ, Ἰταμών (?), ἴτριον , ἰτέα· τὸ γὰρ ἰτέαι ἐκτέταται ποιητικῶϲ, ὥϲπερ καὶ τὸ Ἴτωνά τε μητέρα μήλων (Β 696) Ἰτωνία γοῦν λέγεται. τὸ δὲ Ἰτυμονεύϲ (Il. Λ 671) ἐκτέταται, ὀφείλει δὲ ϲυϲτέλλεϲθαι διὰ τὸ υ. |