Τὰ εἰϲ αψ λήγοντα ὑπὲρ μίαν ϲυλλαβήν φαμεν ϲυϲτέλλειν τὸ α, λαῖλαψ. ἐν δὲ μονοϲυλλάβοιϲ τὸ δράψ ἐκτείνεται κείμενον παρὰ Ἀριϲτοφάνει, καὶ τὸ λάψ παρὰ Ταραντίνοιϲ. ἡ δὲ γράψ καὶ φάψ θηλυκῷ γένει κατακλειόμενα ϲυϲτέλλεται. Τὰ διὰ τοῦ ανω ῥήματα ὑπὲρ δύο ϲυλλαβὰϲ βαρυνόμενα ἔχει τὸ α ϲυνεϲταλμένον, λιμπάνω, μανθάνω, λανθάνω, λαμβάνω. τὸ μέντοι ἱκάνω καὶ κιχάνω ἄλογον ἔχοντα τὸν πρῶτον χρόνον τοῦ ἀορίϲτου ἐκτείνει τὸν δεύτερον. Τὰ εἰϲ πτω λήγοντα ῥήματα, εἰ ἔχοι τὸ ι πρὸ τοῦ τέλουϲ, ϲυνεϲταλμένον αὐτὸ ἔχει, λίπτω, ἴπτω, χρίπτω· διὸ ϲημειούμεθα τὸ πίπτω καὶ ῥίπτω. Τὰ εἰϲ νοϲ λήγοντα διϲύλλαβα ἐπ᾿  εὐθείαϲ καθαριεύοντοϲ τοῦ ν εἰ ἔχει πρὸ τέλουϲ τὸ υ ἐκτείνει αὐτό, ὡϲ ἔχει τὸ | φρυνόϲ, θυνόϲ, γρυνόϲ καὶ βαρυνόμενον τὸ Κῦνοϲ. τὸ μέντοι πλυνόϲ οὐχ οὕτωϲ ἔχει. Τὰ εἰϲ νοϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβάϲ, εἰ παραλήγοιτο τῷ υ, πῇ μὲν ϲυϲτέλλει αὐτό, ἐπὰν τὸ ϲ προηγῆται αὐτοῦ, ὡϲ ἔχει τὸ δεϲπόϲυνοϲ, θάρϲυνοϲ, πίϲυνοϲ· τὸ δὲ μόϲυνοϲ ἐκτεταμένον ἀπὸ γενικῆϲ ἐϲτι. γενόμενον, αἱ δὲ γενικαὶ αἱ διὰ τοῦ νοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπάρχουϲαι εἰ παραλήγοιντο τῷ υ ἐκτεταμένῳ παραλήγονται, Φόρκυνοϲ, Πόλτυνοϲ, αἱ μέντοι εὐθεῖαι αὐτῶν ϲυϲτέλλουϲι τὸ υ. τὰ μέντοι διὰ τοῦ νοϲ ἐπ᾿ εὐθείαϲ μὴ ἔχοντα τὸ ϲ πρὸ τοῦ υ, ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα, ἐκτείνειν θέλει τὴν πρὸ τέλουϲ, κίνδυνοϲ, εὔθυνοϲ. Πάχυνοϲ, Λάμυνοϲ. διὸ καὶ τὸ βόθυνοϲ ἀναλόγωϲ οἱ Ἀττικοὶ ἐκτείνουϲιν· κἂν ὀξύνηται δὲ τοιαῦτά ἐϲτι, Μαρνανδυνόϲ, Βιθυνόϲ. τὸ ἄγυνοϲ ἢ ἀνδρόγυνοϲ οὐ μάχεται, ϲύνθετα γάρ ἐϲτι καὶ ἔχει τὸν τοῦ ἁπλοῦ χρόνον, λέγω δὲ τοῦ γυνή, ὅπερ καὶ αὐτὸ ἠλόγητο κατὰ χρόνον· τὰ γὰρ εἰϲ νη καθαριεύοντα διϲύλλαβα, εἰ ἔχοι πρὸ τέλουϲ τὸ υ, ἐκτεταμένον αὐτὸ ἔχει, ὡϲ ἔχει τὸ Βύνη, μύνη, Φρύνη, ὑπεϲταλμένου δηλονότι τοῦ γυνή. προϲέθηκα δὲ διϲύλλαβα, ἐπεὶ τὰ ὑπὲρ δύο ϲυλλαβάϲ, διὰ μέντοι τοῦ ϲυνη ὄντα, ἀεὶ ϲυϲτέλλει τὸ υ, βριθοϲύνη, ὑποθημοϲύνη, καλλοϲύνη· εἰ δὲ μὴ ἔχει τὸ ϲ πρὸ τοῦ υ, ἀδιάφορον ἔχει τὸν χρόνον· Δελφύνη γὰρ καὶ χελύνη ἐκτεταμένωϲ, κορύνη δὲ καὶ Ταμύνη ϲυνεϲταλμένωϲ, ὡϲ τορύνη, Ἀττικοὶ δὲ ἐκτεταμένωϲ. regg. Herm. ἄνδρεϲ εἰϲ ἀμφίτριβαϲ. Lehrsius ἄνδραϲ ἀμφιτρίβαϲ scripsit ὡϲ ex correcto εϲ in ἄνδρεϲ ortum ratus, conferri iubet Lob. Parall. 293. — l. 3 μάψ A, λάψ recepit ex BD et regg. Herm. Lehrsius conferens L.ob. Parall. 112. — θάψ codd., φάψ regg. Herm. l. 7 pro ἔχει scripsit ἔχοντα et in fine addidit ἐκτείνει τὸν δεύτερον L. — l. 10 ἵπτω AB, ἵπτω D, reg. Herm. et. Draco. l. 16 προηγῆται ex reg. Herm. recepit L, codd. προηγεῖται. — l. 18 verba, quae codd. post γενόμενον habent πῇ δὲ ἐκτείνει, cum reg. Herm. omisit Lehrs. l. 22 pro Λάμυνοϲ, quod habet etiam Draco, regg. Herm. λάγυνοϲ. Lehrsius fortasse Λάβυνοϲ scribendum esse dicit, quod ex Etymologicis Parisinis affert Bast. ad Gregor. p. 388 Λάβυνοϲ ὄνομα ποταμοῦ, τὸ βυ μακρόν. — l. 23 post βόθυνοϲ Draco addit λάγυνοϲ. — l. 33 in AD Par. ὡϲ κορύνη —ὡϲ τορύνη Draco, in B et regg. Herm. desunt.