Ἔτι καὶ αἱ ὀξυνόμεναι λέξειϲ, βαρυνόμεναι δὲ διὰ τὴν ϲυνέπειαν οἷον Ζεύϲ Ζεὺϲ δέ, καλόϲ καλὸϲ ἄνθρωποϲ, ϲοφόϲ ϲοφὸϲ ἀνήρ, ἐγκλιτικο͂ ἐπιφερομένου τὴν βαρεῖαν ἐγείρουϲιν αὐτόϲ αὐτόϲ μοι , Ζεύϲ Ζεύϲ τε . τὸ δὲ τίϲ φυλάττει τὴν ὀξεῖαν τίϲ πόθεν εἰϲ ἀνδρῶν (Φ 150). ἔτι καὶ ἐπιφερομένη ϲτιγμὴ οὐ κοιμίζει τὴν ὀξεῖαν εἰϲ βαρεῖαν ὠκὺϲ Ἀχιλλεύϲ· (Α 84). εἰ δὲ περιϲπῷτο ἡ λέξιϲ, φυλάττεται ἡ περιϲπωμένη καλῶϲ μοι, ϲαφῶϲ γε , ποῖ ποτε , πῶϲ ποτε , πῇ με φέρειϲ; Ἐὰν οὖν ϲυμβῇ πλείονα ἐφεξῆϲ ἐγκλιτικὰ εἶναι, πολλαὶ ἔϲονται αἱ παράλληλοι ὀξεῖαι, ὡϲ παρ’ Ὁμήρῳ ἤ νύ ϲέ που δέοϲ ἴϲχει ἀκήριον (Ε 812). τρεῖϲ γάρ εἰϲιν ἐφεξῆϲ αἱ ὀξεῖαι. δυνατὸν δὲ καὶ πλείουϲ ἐπινοῆϲαι οἷον εἴ πέρ τίϲ ϲέ μοί φηϲί ποτε . τὸ γὰρ εἰ ὀξύνεται διὰ τὴν ἐπιφορὰν τοῦ πέρ ἐγκλιτικοῦ. τὸ δὲ πέρ διὰ τὸ τίϲ , τὸ δὲ τίϲ διὰ τὸ ϲέ , τὸ δὲ ϲέ διὰ τὸ μοί , τὸ δὲ μοί διὰ τὸ φηϲί , τὸ δὲ φηϲί διὰ τὸ ποτέ . ὥϲτε ἐφεξῆϲ εἶναι ἓξ ὀξείαϲ, εἰ καὶ ϲπάνιον τὸ τοιοῦτον διὰ τὴν τοῦ πνεύματοϲ ϲυνέχειαν δεομένην ἀναπαύϲεωϲ.