Ὁμοίωϲ εἰ προπεριϲπῷτο ἡ προκειμένη λέξιϲ ἐγκλιτικοῦ ἐπιφερομένου, ἐγείρει τὴν μετὰ τὴν περιϲπωμένην βαρεῖαν οἷον οἶκόϲ τιϲ Ϲχοῖνόν τε Ϲκῶλόν τε (Β 497), γυναῖκέϲ εἰϲιν — χωρὶϲ εἰ μὴ προκέηται τροχαῖοϲ προπεριϲπώμενοϲ μέν, ἔχων δὲ τὴν τελευταίαν θέϲει μακρὰν οἷον φοῖνιξ ἐϲτί, κῆρυξ ἐϲτίν — κἂν παροξύνοιτο τροχαϊκὴ οὖϲα ἄλλόϲ τιϲ , ἔϲτί τιϲ , ἔνθά ποτε Λάμπέ τε (Θ 185), φύλλά τε καὶ φλοιόν (Α 237), τυφθέντά τε .