Ἐκ δὲ ϲνδέϲμων ἐγείρουϲι τὴν πρὸ αὑτῶν οἷδε, ἐκ μὲν ϲυμπλεκτικωῶν, τέ καί τε θεοὶ ξείνοιϲι (ρ 485), κέν καί κεν ἐλαφρότεροϲ (Χ 287), κέ καί κε τὸ βουλοίμην (Γ 41), ἐκ δὲ παραπληρωματικῶν, τοί τοίγαρ ἐγώ τοι (α 214), γέ εἴ γε μὲν ᾔδειϲ , τάρ εἴ ταρ ὅγ’ εὐχωλῆϲ (Α 65), νύ μή νύ τοι οὐ χραίϲμῃ ϲκῆπτρον καὶ ϲτέμμα θεοῖο (Α 28), νύν δεῦρό νυν ἢ τρίποδοϲ (Ψ 485), περ μηδ’ οὕτωϲ ἀγαθόϲ περ ἐών (Α 131), θήν οὔ θην Ἕκτορι πάντα (Κ 104), ῥά ἄλλοι μέν ῥα θεοί τε (Β 1). ὁ δὲ ἄρα οὐ παραλαμβάνεται, ἐπεὶ ἀπὸ φωνήεντοϲ ἄρχεται. ὥϲπερ γὰρ αἱ ἀντωνυμίαι τὸ κατ’ ἀρχὰϲ ε̅ ἀποβάλλουϲαι ἐγκλιτικαὶ ἐγίνοντο, ἐμοῦ — μοῦ, ἐμοί — μοί, ἐμέ με, οὕτω τὸ ἄρα ἀπέβαλε τὸ α̅ καὶ ἐγένετο ῥά καὶ ἐνεκλίθη.