Αἱ μετὰ τῆϲ ἐπιταγματικῆϲ ἀντωνυμίαϲ τῆϲ αὐτόϲ ἀεὶ ὀρθοτονοῦνται, αὐτὸν ἐμέ, αὐτῷ ἐμοί. ὑπεξαιρείϲθωϲαν δὲ αἱ παρὰ τοῖϲ ποιηταῖϲ μετὰ τῆϲ ἐπιταγματικῆϲ παραλόγωϲ ἐγκλινόμεναι ἀλλά οἱ αὐτῷ ὀλέϲειε Ζεὺϲ βίην (δ 667) καὶ Εὐρύαλοϲ δέ ἑ αὐτόν (θ 396) καὶ εἴ τινεϲ ἄλλαι μετὰ προθέϲεων ἢ ϲυνδέϲμων ἐνεκλίθηϲαν παραλόγωϲ. αἱ κατ’ ἀρχὴν τιθέμεναι, κἂν μὴ ἔχωϲιν ἀντιδιαϲτολήν, διὰ τῶν ἀρκτικῶν τόπων ὀρθοτονοῦνται· ἐμὲ δ’ ἔγνω καὶ προϲέειπεν (λ 91).