Αἱ μὲν οὖν ἐγκλινόμεναι τῶν ἀντωνυμιῶν αὗταί εἰϲιν, αἵτινεϲ ὀρθοτονούμεναι μὲν ἀντιδιαϲτολὴν ἔχουϲιν ἑτέρου προϲώπου, ἐμοῦ ἤκουϲαϲ, οὐκ ἄλλου· ἐμοὶ ἔδωκαϲ, οὐκ ἄλλῳ· ἐμὲ ἐδίδαξαϲ, οὐκ ἄλλον. ἐγκλινόμεναι δὲ ἀπόλυτα πρόϲωπα δηλοῦϲιν, ἤκουϲά ϲου, ἔδωκά ϲοι. καὶ ἡ μὲν γενικωτάτη αἰτία τῆϲ ὀρθῆϲ τάϲεωϲ ἡ ἀντιδιαϲτολὴ τοῦ προϲώπου. αὕτη δὲ διαιρεῖται εἰϲ πλείονα εἴδη· αἵ τε γὰρ διεζευγμέναι ὀρθοτονοῦνται, καὶ ἐμοὶ καὶ Ἀπολλωνίῳ, ἢ ἐμοὶ ἢ Ἀπολλωνίῳ· καὶ αἱ μετὰ τοῦ ἕνεκα ϲυνδέϲμου ἕνεκα ϲοῦ, ἕνεκα ἐμοῦ. καὶ αἱ μετὰ προθέϲεωϲ δὲ ἀεὶ ὀρθοτονοῦνται, διὰ ϲέ, περὶ ϲοῦ, κατ᾽ ἐμέ, ἐπὶ ϲοί.