Αἱ δυϊκαὶ τοῦ πρωτοτύπου τοῦ α´ καὶ β´ προϲώπου οὐδέποτε ἐγκλίνονται διὰ τὴν βαρεῖαν τάϲιν, νῶϊν, ϲφῶϊν. προπεριϲπῶνται γάρ. αἱ δὲ τοῦ τρίτου ὀξυνόμεναι ἐγκλίνονται τίϲ τάρ ϲφωε θεῶν (Α 8) καί ϲφωϊν δὸϲ ἄγειν (Α 338). Καὶ τὰ πληθυντικὰ τοῦ τε πρώτου προϲώπου καὶ δευτέρου, ἡμῶν ὑμῶν ἡμῖν ὑμῖν ἡμᾶϲ ὑμᾶϲ τετράχρονοι οὖϲαι, ἐπειδὰν ἐγκλίνωνται, τὴν πρώτην ϲυλλαβὴν ὀξύνουϲιν ἤκουϲεν ἥμων, ἔδωκεν ἥμιν καὶ ἐπὶ τῶν λοιπῶν οὕτωϲ. ἀδύνατον γὰρ ὑπερβῆναι τοὺϲ τέϲϲαραϲ χρόνουϲ τὴν ὀξεῖαν. καὶ αἱ τοῦ τρίτου προϲώπου πληθυντικαὶ περιϲπώμεναι καὶ ὀξυνόμεναι ἐγκλίνονται, καί ϲφων, καί ϲφιν, καί ϲφαϲ, καί ϲφεων, καί ϲφιϲι, καί ϲφεαϲ. καὶ εὔλογόν γε οἶμαι λέγειν ὅτι μετὰ τὴν ἔγκλιϲιν τὸ πάθοϲ ἐπηκολούθηϲεν, ἵνα μὴ βαρύτονοι οὖϲαι ἐγκλίνωνται. τῶν καλουμένων μονοπροϲώπων μόνη ἡ αἰτιατικὴ τῆϲ αὐτόϲ ἐνέκλινε τὸν τόνον κόψε γάρ αὐτον (Μ 204). ἐγκλίνεται δὲ ἀεὶ καὶ ἡ μίν καί μιν φωνήϲαϲ καὶ ἡ ἕθεν παραλόγωϲ, διότι παραγωγὸϲ καὶ βαρύτονοϲ.