Ἡ ϲφώ ὅτε μὲν ἐπὶ τοῦ τρίτου προϲώπου λέγεται, ἐγείρει τὴν πρὸ αὑτῆϲ ὀξεῖαν. αἱ δὲ τοῦ τρίτου προϲώπου ἑνικαί τε καὶ πληθυντικαί, ὅτε μὲν τὸ ἐξ αὐτῶν μεταφραζόμενόν ἐϲτιν αὐτόϲ, ὃ καὶ ἐπίταγμα λέγεται, ἐγείρει τὴν πρὸ αὑτῶν ὀξεῖαν. ἡ μὲν ἕο ἐπεί ἑο κήδετο λίην (ξ 461). ἔϲτι γὰρ ἐπεὶ αὐτοῦ (τοῦ Ὀδυϲϲέωϲ) ἐκήδετο λίαν ὁ Εὔμαιοϲ. ὅτε δὲ μεταφραζομένη μετὰ τοῦ ε̅ λέγεται ἡ ἀντωνυμία τοῦ ε̅ ἐκφερομένου δαϲυνομένου, οὐκ ἐγείρουϲιν οἷον Δηΐφοβοϲ δὲ — ἀϲπίδα ταυρείην ϲχέθ’ ἀπὸ ἕο (Ν 162 et 163). ἔϲτι γὰρ ἀφ’ ἑαυτοῦ. εἰϲὶ δὲ ἕο εὗ ἕθεν οἷ ἕ ϲφέων ϲφίϲι ϲφέαϲ. αὗται δὲ καὶ ϲὺν τοῖϲ ἐπιτάγμαϲι λέγονται, ὅτε δὴ καὶ ὀρθοτονοῦνται πάντωϲ οἷον παρ’ δὲ οἷ αὐτῷ (Od. ο 285). ἐὰν δὲ ἐκ περιϲϲοῦ τὸ ἐπίταγμα λαμβάνηται, ἐγκλίνονται ἀλλά οἱ αὐτῷ ὀλέϲειε Ζεὺϲ βίην (δ 667). ἔϲτι γὰρ ἀλλ’ αὐτῷ ψιλῶϲ. ὑποδείγματα τῶν ἐγκλινομένων, ἕο ἐπεί ἑο κήδετο λίην , εὗ ἐπεί εὕ φημι βίῃ πολὺ φέρτεροϲ (Ο 165), ἕθεν ἐπεὶ οὔ ἑθέν ἐϲτι χερείων (Α 114), οἷ καί οἱ ἐπευχόμενοϲ (Π 6), ἕ καί ἑ κακὴ βούβρωϲτιϲ (Ω 532), ϲφέων τῷ ϲφεων πολέεϲ κακὸν οἶτον ἐπέϲπον (γ 134), ϲφίϲιν ἀπό τέ ϲφιϲιν ὕπνοϲ ὄλωλεν (Κ 186), ϲφέαϲ καί ϲφεαϲ φωνήϲαϲ (Δ 284). τῶν δὲ ὀρθοτονουμένων, ἕο Δηΐφοβοϲ δὲ — ἀϲπίδα ταυρείην ϲχέθ’ ἀπὸ ἕο , εὗ φρίξαϲ δ’ εὗ λοφιήν (Od. τ 446), ἕθεν Αἰνείαϲ δ’ ἐάλη καὶ ἀπὸ ἕθεν ἀϲπίδ’ ἀνέϲχεν (Ε 278), οἷ ἐπεὶ οὔ τινά φηϲιν ὁμοῖον — οἷ ἔμμεναι Δαναῶν (Ι 305), ἕ κάλεόν τέ μιν εἰϲ ἓ ἕκαϲτοϲ (Ψ 203), ϲφῶν ϲφῶν τ’ αὐτῶν καὶ κλιϲιάων (Μ 155), ϲφίϲι καὶ τὰ μὲν εὖ δάϲαντο μετὰ ϲφίϲι (Α 368), ϲφέαϲ ἐρχόμενον κατὰ ἄϲτυ διὰ ϲφέαϲ (η 40).