Ἡ ϲφώ ὅτε μὲν ἐπὶ τοῦ τρίτου προϲώπου λέγεται, ἐγείρει τὴν πρὸ αὑτῆϲ ὀξεῖαν. αἱ δὲ τοῦ τρίτου προϲώπου ἑνικαί τε καὶ πληθυντικαί, ὅτε μὲν τὸ ἐξ αὐτῶν μεταφραζόμενόν ἐϲτιν αὐτόϲ, ὃ καὶ ἐπίταγμα λέγεται, ἐγείρει τὴν πρὸ αὑτῶν ὀξεῖαν. ἡ μὲν ἕο ἐπεί ἑο κήδετο λίην (ξ 461). ἔϲτι γὰρ ἐπεὶ αὐτοῦ (τοῦ Ὀδυϲϲέωϲ) ἐκήδετο λίαν ὁ Εὔμαιοϲ. ὅτε δὲ μεταφραζομένη μετὰ τοῦ ε̅ λέγεται ἡ ἀντωνυμία τοῦ ε̅ ἐκφερομένου δαϲυνομένου, οὐκ ἐγείρουϲιν οἷον Δηΐφοβοϲ δὲ — ἀϲπίδα ταυρείην ϲχέθ’ ἀπὸ ἕο (Ν 162 et 163). ἔϲτι γὰρ ἀφ’ ἑαυτοῦ. εἰϲὶ δὲ ἕο εὗ ἕθεν οἷ ἕ ϲφέων ϲφίϲι ϲφέαϲ. αὗται δὲ καὶ ϲὺν τοῖϲ ἐπιτάγμαϲι λέγονται, ὅτε δὴ καὶ ὀρθοτονοῦνται πάντωϲ οἷον παρ’ δὲ οἷ αὐτῷ (Od. ο 285). ἐὰν δὲ ἐκ περιϲϲοῦ τὸ ἐπίταγμα λαμβάνηται, ἐγκλίνονται ἀλλά οἱ αὐτῷ ὀλέϲειε Ζεὺϲ βίην (δ 667). ἔϲτι γὰρ ἀλλ’ αὐτῷ ψιλῶϲ. ὑποδείγματα τῶν ἐγκλινομένων, ἕο ἐπεί ἑο κήδετο λίην , εὗ ἐπεί εὕ φημι βίῃ πολὺ φέρτεροϲ (Ο 165), ἕθεν ἐπεὶ οὔ ἑθέν ἐϲτι χερείων (Α 114), οἷ καί οἱ ἐπευχόμενοϲ (Π 6), ἕ καί ἑ κακὴ βούβρωϲτιϲ (Ω 532), ϲφέων τῷ ϲφεων πολέεϲ κακὸν οἶτον ἐπέϲπον (γ 134), ϲφίϲιν ἀπό τέ ϲφιϲιν ὕπνοϲ ὄλωλεν (Κ 186), ϲφέαϲ καί ϲφεαϲ φωνήϲαϲ (Δ 284). τῶν δὲ ὀρθοτονουμένων, ἕο Δηΐφοβοϲ δὲ — ἀϲπίδα ταυρείην ϲχέθ’ ἀπὸ ἕο , εὗ φρίξαϲ δ’ εὗ λοφιήν (Od. τ 446), ἕθεν Αἰνείαϲ δ’ ἐάλη καὶ ἀπὸ ἕθεν ἀϲπίδ’ ἀνέϲχεν (Ε 278), οἷ ἐπεὶ οὔ τινά φηϲιν ὁμοῖον — οἷ ἔμμεναι Δαναῶν (Ι 305), ἕ κάλεόν τέ μιν εἰϲ ἓ ἕκαϲτοϲ (Ψ 203), ϲφῶν ϲφῶν τ’ αὐτῶν καὶ κλιϲιάων (Μ 155), ϲφίϲι καὶ τὰ μὲν εὖ δάϲαντο μετὰ ϲφίϲι (Α 368), ϲφέαϲ ἐρχόμενον κατὰ ἄϲτυ διὰ ϲφέαϲ (η 40). Αἱ δυϊκαὶ τοῦ πρωτοτύπου τοῦ α´ καὶ β´ προϲώπου οὐδέποτε ἐγκλίνονται διὰ τὴν βαρεῖαν τάϲιν, νῶϊν, ϲφῶϊν. προπεριϲπῶνται γάρ. αἱ δὲ τοῦ τρίτου ὀξυνόμεναι ἐγκλίνονται τίϲ τάρ ϲφωε θεῶν (Α 8) καί ϲφωϊν δὸϲ ἄγειν (Α 338). Καὶ τὰ πληθυντικὰ τοῦ τε πρώτου προϲώπου καὶ δευτέρου, ἡμῶν ὑμῶν ἡμῖν ὑμῖν ἡμᾶϲ ὑμᾶϲ τετράχρονοι οὖϲαι, ἐπειδὰν ἐγκλίνωνται, τὴν πρώτην ϲυλλαβὴν ὀξύνουϲιν ἤκουϲεν ἥμων, ἔδωκεν ἥμιν καὶ ἐπὶ τῶν λοιπῶν οὕτωϲ. ἀδύνατον γὰρ ὑπερβῆναι τοὺϲ τέϲϲαραϲ χρόνουϲ τὴν ὀξεῖαν. καὶ αἱ τοῦ τρίτου προϲώπου πληθυντικαὶ περιϲπώμεναι καὶ ὀξυνόμεναι ἐγκλίνονται, καί ϲφων, καί ϲφιν, καί ϲφαϲ, καί ϲφεων, καί ϲφιϲι, καί ϲφεαϲ. καὶ εὔλογόν γε οἶμαι λέγειν ὅτι μετὰ τὴν ἔγκλιϲιν τὸ πάθοϲ ἐπηκολούθηϲεν, ἵνα μὴ βαρύτονοι οὖϲαι ἐγκλίνωνται. τῶν καλουμένων μονοπροϲώπων μόνη ἡ αἰτιατικὴ τῆϲ αὐτόϲ ἐνέκλινε τὸν τόνον κόψε γάρ αὐτον (Μ 204). ἐγκλίνεται δὲ ἀεὶ καὶ ἡ μίν καί μιν φωνήϲαϲ καὶ ἡ ἕθεν παραλόγωϲ, διότι παραγωγὸϲ καὶ βαρύτονοϲ. Αἱ μὲν οὖν ἐγκλινόμεναι τῶν ἀντωνυμιῶν αὗταί εἰϲιν, αἵτινεϲ ὀρθοτονούμεναι μὲν ἀντιδιαϲτολὴν ἔχουϲιν ἑτέρου προϲώπου, ἐμοῦ ἤκουϲαϲ, οὐκ ἄλλου· ἐμοὶ ἔδωκαϲ, οὐκ ἄλλῳ· ἐμὲ ἐδίδαξαϲ, οὐκ ἄλλον. ἐγκλινόμεναι δὲ ἀπόλυτα πρόϲωπα δηλοῦϲιν, ἤκουϲά ϲου, ἔδωκά ϲοι. καὶ ἡ μὲν γενικωτάτη αἰτία τῆϲ ὀρθῆϲ τάϲεωϲ ἡ ἀντιδιαϲτολὴ τοῦ προϲώπου. αὕτη δὲ διαιρεῖται εἰϲ πλείονα εἴδη· αἵ τε γὰρ διεζευγμέναι ὀρθοτονοῦνται, καὶ ἐμοὶ καὶ Ἀπολλωνίῳ, ἢ ἐμοὶ ἢ Ἀπολλωνίῳ· καὶ αἱ μετὰ τοῦ ἕνεκα ϲυνδέϲμου ἕνεκα ϲοῦ, ἕνεκα ἐμοῦ. καὶ αἱ μετὰ προθέϲεωϲ δὲ ἀεὶ ὀρθοτονοῦνται, διὰ ϲέ, περὶ ϲοῦ, κατ᾽ ἐμέ, ἐπὶ ϲοί. Αἱ μετὰ τῆϲ ἐπιταγματικῆϲ ἀντωνυμίαϲ τῆϲ αὐτόϲ ἀεὶ ὀρθοτονοῦνται, αὐτὸν ἐμέ, αὐτῷ ἐμοί. ὑπεξαιρείϲθωϲαν δὲ αἱ παρὰ τοῖϲ ποιηταῖϲ μετὰ τῆϲ ἐπιταγματικῆϲ παραλόγωϲ ἐγκλινόμεναι ἀλλά οἱ αὐτῷ ὀλέϲειε Ζεὺϲ βίην (δ 667) καὶ Εὐρύαλοϲ δέ ἑ αὐτόν (θ 396) καὶ εἴ τινεϲ ἄλλαι μετὰ προθέϲεων ἢ ϲυνδέϲμων ἐνεκλίθηϲαν παραλόγωϲ. αἱ κατ’ ἀρχὴν τιθέμεναι, κἂν μὴ ἔχωϲιν ἀντιδιαϲτολήν, διὰ τῶν ἀρκτικῶν τόπων ὀρθοτονοῦνται· ἐμὲ δ’ ἔγνω καὶ προϲέειπεν (λ 91). Ἐξ ἐπιρρημάτων δὲ ἐγερτικά ἐϲτι τὰ ἐκ πεύϲεωϲ ἀοριϲτούμενα, ἔχοντα τὴν αὐτὴν ἀκολουθίαν τῶν τόνων τήν τε ποϲότητα τῶν ϲυλλαβῶν. τὸ μὲν γὰρ ποῦ ἐγκλιτικόν ἐϲτιν, ὡϲ ἐν τῷ εἴ που ἐϲαθρήϲειεν (Γ 450), τῶν πευϲτικῶν ἑκάϲτοτε ὀρθοτονουμένων. ἐκ πεύϲεωϲ δὲ ἀοριϲτούμενα, πότε πότε γράφειϲ; ποτέ καί ποτέ μοι τρὶϲ τόϲϲα (Α 213), πόθι πόθι τοι πτόλιϲ (α 170), ποθί αἴ κέ ποθι Ζεύϲ (Α 128), πῇ πῇ ἦλθεϲ; πῇ ἀλλά πῃ ἄλλῃ (γ 251), πόθεν πόθεν ἦλθεϲ , ποθέν καί ποθεν ἐλθών , πῶϲ πῶϲ ἦλθεν , πῶϲ ἀλλ’ οὔ πωϲ ἅμα πάντα (Δ 320) καὶ χωρὶϲ τοῦ ϲ̅ μηδέ πω ὑπ’ ὄχεϲφιν (Ψ 7).