Ἰϲτέον ὅτι ἡ ϲοί καὶ ὀρθοτονουμένη ἐϲτὶ καὶ ἐγκλιτική. ἐὰν δὲ φθάϲῃ γενέϲθαι διὰ τοῦ τ̅, μόνωϲ ἐγκλιτική, ὥϲτε ἡ φωνὴ ποιεῖ τὸ ἐγκλιτικὸν. καὶ τοῦτο ἐπὶ δευτέρου προϲώπου ἐξαίρετον. ἐπὶ γὰρ πρώτων ἐγένετο διὰ τῆϲ γραφῆϲ τὸ ὀρθοτονούμενον καὶ ἐγκλιτικὸν διαϲτέλλεϲθαι οἷον ἐμέ τὸ ὀρθοτονούμενον, τὸ ἐγκλιτικὸν μέ, ἐμοί καὶ μοί. ἀξιοῖ οὖν ἀναγινώϲκειν Ζηνόδοτοϲ οὐ τοί, τέκνον ἐμὸν, δέδοται πολεμήϊα ἔργα (Ε 428), ἔϲτι γάρ, φηϲί, διαϲτολή. εἰ δὲ διαϲτολή, ὀρθοτονητέον. ὅτι δὲ διαϲτολή, δῆλον ἐκ τοῦ ἐπιφερομένου· ἀλλὰ πρῶτον μὲν οὐ δίδωϲιν ἐγκλιτικὸν μόριον ἐνθάδε ἡ γραφή. ἡ οὖν γραφή, εἰ καὶ διαϲτολή ἐϲτι, κωλύει ὀρθοτονεῖν τὴν ἀντωνυμίαν. εἰ δὲ ϲοί ἦν, ὀρθοτονεῖϲθαι ἠδύνατο δευτέρου οὖϲα προϲώπου. ἡ δὲ τοί μόνωϲ ἐγκλιτική. δεύτερον δὲ οὐδὲ ἔϲτιν ἐκ τῆϲ ἀντωνυμίαϲ ταύτηϲ διαϲτολή. τὸ γὰρ ταῦτα δ’ Ἄρηϊ θοῷ (Ε 430) πρὸϲ τὸ ἀλλὰ ϲύγ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο (Ε 429). ἀλλὰ καὶ ἀλλαχοῦ δὲ ἐμφάϲεωϲ οὔϲηϲ καὶ διαϲτολῆϲ ἄντικρυϲ ἐγκλιτικῶϲ ἀνέγνωμεν νῦν δέ τοι οἴῳ πάμπαν ἀπώλετο νόϲτιμον ἦμαρ (ρ 253). ἀντιδιαϲτέλλει γὰρ πρὸϲ τοὺϲ ἄλλουϲ· καὶ ἔϲτιν ἐπίταϲιϲ ἐκ τοῦ λέγειν τοι οἴῳ . ἀλλὰ πάλιν διὰ τὴν γραφὴν τῆϲ ἀντωνυμίαϲ τὸ ἐγκλιτικὸν ἐπεκράτηϲεν.