Ἐκ δὲ ἀντωνυμιῶν αἱ μὲν ἐγείρουϲαι τὴν ὀξεῖαν τὴν πρὸ αὑτῶν ἐγκλιματικαὶ καλοῦνται, αἱ δὲ μὴ ἐγείρουϲαι ὀρθοτονούμεναι. Τῶν ἀντωνυμιῶν αἱ μὲν κτητικαὶ οὐδέποτε ἐγκλίνονται, ἀλλ’ οὐδὲ αἱ εὐθεῖαι τῶν πρωτοτύπων. αἱ δὲ τῶν πρωτοτύπων πτώϲειϲ χωρὶϲ τῆϲ κλητικῆϲ ἐγκλίνονται, ἡ γενικὴ καὶ δοτικὴ καὶ αἰτιατική. ἀλλ’ αἱ μὲν τοῦ πρώτου προϲώπου ἐγκλινόμεναι καὶ τὸ κατ’ ἀρχὴν ε̅ ἀποβάλλουϲιν. ἤκουϲάϲ μου, ἔδωκάϲ μοι, ἐδίδαξάϲ με . αἱ δὲ τοῦ δευτέρου καὶ τρίτου προϲώπου μονοϲύλλαβοι οὖϲαι οὐδεμίαν ϲτοιχείου ἀποβολὴν ποιοῦϲιν· ἤκουϲά ϲου, ἔδωκά ϲοι, ἐδίδαξά ϲε καί οἱ ἐπευχόμενοϲ (Π 829) καί ἑ νέον πόλεϲιν καί μιν φωνήϲαϲ (Π 6). Αἱ μὲν οὖν ἀεὶ ἐγείρουϲαι τὴν πρὸ αὑτῶν ὀξεῖάν εἰϲιν αἵδε, μεῦ μοῦ, μοί τοί, μέ μίν, ϲφίν ϲφέ ϲφωέ. τούτων παραδείγματα τῆϲ μὲν μεῦ κλῦθί μευ ἀργυροτόξε (Α 37), μοί οὐ γάρ μοί ποτε βωμόϲ (Δ 4, Ω 69), τοί καί τοι ἐγὼ ϲυνέριθοϲ (ζ 32), με καί με φίληϲεν ὡϲ εἴτε πατήρ (ρ 111), μίν καί μιν φωνήϲαϲ ἔπεα πτερόεντα προϲηύδα (Π 6), ϲφίν καί ϲφιν ἅμ’ ἐϲτὶ Μέδων (Π 252), ϲφε γιγνώϲκων· καὶ γάρ ϲφε πάροϲ (Λ 111). Αἱ δὲ ποτὲ μὲν ἐγείρουϲαι τὴν πρὸ αὑτῶν ποτὲ δὲ μή, ϲεῦ ϲέο ϲοῦ ϲοί ϲέ, εὗ οἷ ἕθεν, ϲφί ϲφώ, ϲφίϲι ϲφέαϲ. ὅτε μὲν οὖν ἀπολελυμενωϲ λέγονται καὶ οὐχὶ πρὸϲ ἕτερον πρόϲωπον ἀντιδιαϲτέλλονται, ἐγείρουϲι τὴν πρὸ αὑτῶν ὀξεῖαν· ὅτε δὲ κατὰ τὴν πρόϲ τι ἕτερον διαϲτοληὴν ἐκφέρονται, ὀρθοτονοῦνται· οἷον ἀπολελυμένωϲ, ϲεῦ ἀλλά ϲευ ἀκάματοϲ , ὀρθοτονουμένωϲ ϲεῦ δ’ ἐπεὶ ἐξέλετο ψυχήν (Ω 754), ϲέο, ἀπολελυμένωϲ ὥϲ ϲεο νῦν ἔραμαι (Γ 446), ὀρθοτονουμένωϲ δὲ ὡϲ ϲέο νῦν ἔραμαι (Ξ 328), ϲέ ἀπολελυμένωϲ ἐπεί ϲε πρῶτον ἔθηκα (Ζ 355), ὀρθοτονουμένωϲ δὲ μὴ ϲέγ᾽ ἐν ἀμφιάλῳ Ἰθάκῃ (α 386). Ἰϲτέον ὅτι ἡ ϲοί καὶ ὀρθοτονουμένη ἐϲτὶ καὶ ἐγκλιτική. ἐὰν δὲ φθάϲῃ γενέϲθαι διὰ τοῦ τ̅, μόνωϲ ἐγκλιτική, ὥϲτε ἡ φωνὴ ποιεῖ τὸ ἐγκλιτικὸν. καὶ τοῦτο ἐπὶ δευτέρου προϲώπου ἐξαίρετον. ἐπὶ γὰρ πρώτων ἐγένετο διὰ τῆϲ γραφῆϲ τὸ ὀρθοτονούμενον καὶ ἐγκλιτικὸν διαϲτέλλεϲθαι οἷον ἐμέ τὸ ὀρθοτονούμενον, τὸ ἐγκλιτικὸν μέ, ἐμοί καὶ μοί. ἀξιοῖ οὖν ἀναγινώϲκειν Ζηνόδοτοϲ οὐ τοί, τέκνον ἐμὸν, δέδοται πολεμήϊα ἔργα (Ε 428), ἔϲτι γάρ, φηϲί, διαϲτολή. εἰ δὲ διαϲτολή, ὀρθοτονητέον. ὅτι δὲ διαϲτολή, δῆλον ἐκ τοῦ ἐπιφερομένου· ἀλλὰ πρῶτον μὲν οὐ δίδωϲιν ἐγκλιτικὸν μόριον ἐνθάδε ἡ γραφή. ἡ οὖν γραφή, εἰ καὶ διαϲτολή ἐϲτι, κωλύει ὀρθοτονεῖν τὴν ἀντωνυμίαν. εἰ δὲ ϲοί ἦν, ὀρθοτονεῖϲθαι ἠδύνατο δευτέρου οὖϲα προϲώπου. ἡ δὲ τοί μόνωϲ ἐγκλιτική. δεύτερον δὲ οὐδὲ ἔϲτιν ἐκ τῆϲ ἀντωνυμίαϲ ταύτηϲ διαϲτολή. τὸ γὰρ ταῦτα δ’ Ἄρηϊ θοῷ (Ε 430) πρὸϲ τὸ ἀλλὰ ϲύγ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο (Ε 429). ἀλλὰ καὶ ἀλλαχοῦ δὲ ἐμφάϲεωϲ οὔϲηϲ καὶ διαϲτολῆϲ ἄντικρυϲ ἐγκλιτικῶϲ ἀνέγνωμεν νῦν δέ τοι οἴῳ πάμπαν ἀπώλετο νόϲτιμον ἦμαρ (ρ 253). ἀντιδιαϲτέλλει γὰρ πρὸϲ τοὺϲ ἄλλουϲ· καὶ ἔϲτιν ἐπίταϲιϲ ἐκ τοῦ λέγειν τοι οἴῳ . ἀλλὰ πάλιν διὰ τὴν γραφὴν τῆϲ ἀντωνυμίαϲ τὸ ἐγκλιτικὸν ἐπεκράτηϲεν.