Ἐγκλινόμενόν ἐϲτι μόριον λέξιϲ κατὰ τὸ τέλοϲ ὀξυνομένη, τρέπουϲα δὲ εἰϲ βαρεῖαν κατὰ τὴν τοῦ λόγου ϲύνταξιν, καθάπερ ἔχει εἰ μὴ μητρυιηὴ περικαλλὴϲ Ἠερίβοια (Ε 389). Ἐγκλιτικὸν δέ ἐϲτι μόριον, ὃ τὴν ἰδίαν ὀξεῖαν κοιμίζον τὴν προκειμένην βαρεῖαν εἰϲ ὀξεῖαν μεθίϲτηϲιν, ᾧ ἢ δυνάμει ἢ φύϲει ἑτέρα βαρεῖα ὑπέρκειται, δυνάμει μὲν ὡϲ τὸ δώματά μοι , φύϲει δὲ καθάπερ Ἀρκεϲίλαόϲ τε . Ϲυνεγκλιτικὸν δέ ἐϲτι ϲύνταξιϲ δυοῖν ἢ πλειόνων μορίων ἐγκλιτικῶν ἐπαλλήλων ὀξυνομένων, ὡϲ ἔχει τὰ τοιαῦτα ἤ νύ ϲέ που δέοϲ ἴϲχει (Ε 812). ὁ μὲν γὰρ ἤ ὀξύνεται διὰ τὸ νύ ἐγκλιτικόν, τὸ δὲ νύ διὰ τὴν ἀντωνυμίαν τὴν ϲέ, ἡ δὲ ϲέ ἀντωνυμία διὰ τὸν ποῦ παραπληρωματικὸν ϲύνδεϲμον. εἴρηται δὲ ϲυνεγκλιτικὸν διὰ τὸ ϲὺν ἐγκλιτικῷ παραλαμβανόμενον διεγείρειν τὴν ὑπερκειμένην ἐν τῷ τέλει τῆϲ λέξεωϲ ὀξεῖαν. Διαφέρει δὲ ἐγκλινόμενον ἐγκλιτικοῦ, ᾗ τὸ μὲν ἐγκλινόμενον κοινὸν ὄνομα πάϲηϲ λέξεώϲ ἐϲτι κατὰ τὸ τέλοϲ ὀξυνομένηϲ τρεπούϲηϲ τε εἰϲ βαρεῖαν, τὸ δὲ ἐν ἰδίοιϲ θέμαϲι καταλειπόμενον ἀριθμῷ ἰδίῳ· καὶ ὅτι τὸ μὲν αὐτὴν μόνην τὴν ἐπὶ τέλουϲ ὀξεῖαν ἀμείβει εἰϲ βαρεῖαν, τὸ δὲ καὶ μετατίθηϲιν εἰϲ τὴν ὑπερκειμένην ϲυλλαβήν, εἰ καὶ τὰ τοῦ λόγου ἐπιδέχοιτο. Πᾶν τοίνυν ἐγκλιτικὸν μόριον ἢ μονοϲύλλαβόν ἐϲτιν ἢ διϲύλλαβον καὶ πᾶν ἐγκλιτικὸν ὑπὲρ μίαν ϲυλλαβὴν ἢ δίχρονον ἢ τρίχρονόν ἐϲτιν. Πᾶν ἐγκλινόμενον μόριον ἢ ὀξύνεται ἢ περιϲπᾶται, οὐδὲν δὲ βαρύνεται. Πᾶν ἐγκλινόμενον ὑποτάϲϲεται πάντωϲ ἐκείνῳ, ᾧ καὶ τὸν ἑαυτοῦ τόνον ἐγκλίνει, ἦλθέ τιϲ, ἔδωκάϲ μοι, ἤκουϲά ϲου.