ΠΕΡΙ ΤΩΝ ΕΙϹ ξ ΚΑΙ ΕΙϹ ρ ΚΑΙ ΕΙϹ αϲ ΛΗΓΟΝΤΩΝ ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ β΄. Πᾶν ὄνομα εἰϲ αξ λῆγον ὑπὲρ μίαν ϲυλλαβὴν βαρύνεται, εἰ μὴ παρὰ ῥῆμα εἴη ϲυντεθειμένον, καὶ μίαν ϲυλλαβὴν φυλάττοι τοῦ ῥήματοϲ καὶ ἐπιθετικὸν ὑπάρχοι, μὴ ἐθνικόν, κόραξ, ἔϲτι καὶ Κόραξ ὄροϲ μεταξὺ Καλλιπόλεωϲ καὶ Ναυπάκτου. Πολύβιοϲ εἰκοϲτῷ· κόλαξ, φύλαξ, ἄναξ, βόαξ, νέαιξ, φέναξ, κόρδαξ, ἅρπαξ, κέκραξ, λάλαξ, λάταξ, χάραξ, ἔϲτι καὶ Χάραξ Ἀλεξάνδρου τόποϲ περὶ Κελαινὰϲ τῆϲ Φρυγίαϲ, ἔνθα Ἀλέξανδροϲ ὁ τοῦ Φιλίππου ἐϲτρατοπεδεύϲατο. ἔϲτι καὶ Καρίαϲ ἄλλη πόλιϲ Χάραξ ἡ νῦν Τράλλιϲ. ἔϲτι καὶ ἄλλοϲ Χάραξ ἐμπόριον μέγιϲτον, ἐν τῷ τῆϲ Νικομηδείαϲ κόλπῳ πληϲίον αὐτῆϲ. ἔϲτι καὶ ἄλλοϲ τόποϲ τῆϲ Ποντικῆϲ. Ἄταξ ποταμόϲ, Μίμαξ ἔθνοϲ Λιβυκόν. Φίλιϲτοϲ Ϲικελικῶν ὀγδόῳ. Μύλαξ ἔθνοϲ Ἠπειρωτικόν. Λυκόφρων (v. 1021) «Κράθιϲ δὲ γείτων ἠδὲ Μυλάκων ὄροϲ». Νύραξ πόλιϲ Κελτική. Ἑκαταῖοϲ Εὐρώπῃ. Ῥύνδαξ ποταμὸϲ μεταξὺ Φρυγίαϲ καὶ. Ἑλληϲπόντου ὁ καὶ Ῥύνδακοϲ. Κάϲταξ πόλιϲ Ἰβηρίαϲ. Μάρμαξ ἔθνοϲ Αἰθιοπικόν· Ἑκαταῖοϲ Ἀϲίᾳ. Θόρναξ ὄροϲ τῆϲ Λακωνικῆϲ. Νικόλαοϲ δ΄. Ἄμβραξ καὶ Ἄμπραξ ὁ παῖϲ Θεϲπρωτοῦ τοῦ Λυκάονοϲ. Τάμβραξ πόλιϲ Παρθυαίων. ὄμφαξ, φόρταξ, Φαίαξ· Ἑλλάνικοϲ Ἱερειῶν α΄ «Φαίαξ ὁ Ποϲειδῶνοϲ καὶ Κερκύραϲ τῆϲ Ἀϲωπίδοϲ, ἀφ’ ἧϲ ἡ νῆϲοϲ Κπερκύρα ἐκλήθη, τὸ πρὶν Δρεπάνη τε καὶ Ϲχερία κληθεῖϲα». καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ. θώραξ· ἔϲτι καὶ πόλιϲ Αἰτωλίαϲ καὶ Μαγνηϲίαϲ, οἴαξ, πλούταξ, βώμαξ, κνώδαξ. Νῶραξ ὁ Ἐρυθείαϲ καὶ Ἑρμοῦ ὡϲ Παυϲανίαϲ, πῖδαξ, κλῖμαξ, λεῖμαξ, βῶλαξ, μεῖραξ, Γῦναξ, Γῦλαξ, εἰϲὶ δὲ ταῦτα κύρια ὀνόματα, ϲαῦϲαξ, φαϲὶ δὲ εἶναι τοῦτο ὄϲπρεον, ϲχίδαξ, αὖλαξ, θρῖδαξ, καύαξ, ἀϲ πάλαξ, ἱέραξ, Ἐπιδαύραξ, Τεκτόϲαξ ἔθνοϲ Γαλατικόν. εὕρηται καὶ Τεκτοϲάγηϲ εὐθεῖα καὶ Τεκτοϲάγαι· ὡϲ γὰρ Καππάδοκοϲ Καππαδόκηϲ, οὕτω Τεκτόϲαγοϲ Τεκτοϲάγηϲ. ὀρθίαξ, θυμέλαξ, Ἀχαρνοφαίαξ, λινοθώραξ, Ϲαμόθρᾳξ, Ἱππῶναξ, Ἀρχεάναξ, χαρτοφύλαξ, φιλάρπαξ, ἐριβῶλαξ, πολυπῖδαξ. τὰ δὲ ἀπὸ ῥήματοϲ ϲυγκείμενα ὀξύνεται ἀποϲφάξ, διαϲφάξ, βλεφαροϲπάξ καὶ φιτροβαϲτάξ καὶ νεκροβαϲτάξ. τὸ δὲ Ἄϲφαξ βαρύνεται ὡϲ ἐθνικόν. μή τιϲ δὲ Ἄϲφαξ τὸ ἔθνοϲ καὶ τὸ Ἄτραξ τὸ κύριον ϲύνθετον οἰηθείη. ἁπλᾶ γάρ ἐϲτιν. καὶ τὸ μὲν Ἄϲφαξ ἐϲτὶν ἔθνοϲ ἐποικίϲαν τὴν Κύπρον. ὁ δὲ Ἄτραξ Πηνειοῦ καὶ Βούραϲ παῖϲ, ἀφ’ οὗ πόλιϲ Θεϲϲαλίαϲ κτιϲθεῖϲα ἐκλήθη Ἄτραξ καὶ Ἀτρακία. καὶ τὸ ἐθνικὸν Ἄτραξ ὁμοφωνεῖ τῇ πόλει. Λυκόφρων (v. 1309) «καὶ δευτέρουϲ ἔπεμψαν Ἄτρακαϲ λύκουϲ». Τὰ εἰϲ εξ ὀνόματα βαρύνεται, Λέλεξ, Βέρεξ ἔθνοϲ μεταξὺ Ἰνδίαϲ καὶ Αἰθιοπίαϲ ὡϲ Τιμοκράτηϲ ὁ Ἀδραμυττηνόϲ, ἐπίτεξ, ἀγχίτεξ, πινυτάλεξ καὶ εἴ τι ὅμοιον. Τὰ εἰϲ οξ ὀνόματα βαρύνονται· ϲπάνια δέ εἰϲιν· Ἀλλόβροξ, ἔθνοϲ Γαλατικόν Πολύβιοϲ δὲ διὰ τοῦ ι αὐτοὺϲ καλεῖ Ἀλλόβριγαϲ καὶ ὡϲαύτωϲ δὲ οἱ πλείουϲ, Ἀπολλόδωροϲ δὲ διὰ τοῦ υ Ἀλλόβρυγαϲ, Χάραξ δὲ διὰ τοῦ ο Ἀλλόβρογαϲ. ἴϲοξ ποιόϲ τιϲ ἰχθῦϲ, ἄλοξ, παρὰ δέ τιϲιν αὖλαξ, πρὸϲ τούτοιϲ δὲ καὶ τὸ Καππάδοξ ἔθνοϲ τῇ Κιλικίᾳ πρόϲχωρον. τοῦτο δὲ λέγεται καὶ Καππάδοκοϲ — οὕτωϲ καὶ ὁ κτιϲτὴϲ εἴρηται ὑπὸ Μενάνδρου — καὶ Καππαδόκηϲ. Ἡρόδοτοϲ δέ φηϲιν (I 72). Τὰ εἰϲ ιξ βαρύνεται· φοῖνιξ· ἔϲτι δὲ καὶ κύριον Φοῖνιξ Ἀγήνοροϲ παῖϲ ἢ Ποϲειδῶνοϲ καὶ Λιβύηϲ, ᾧ ὁμοφωνεῖ τὸ ἐθνικόν. ἔϲτι καὶ φρούριον Καρίαϲ οὐ πολὺ ἀπέχον Ῥόδου. καὶ ποταμόϲ ἐϲτι Φοῖνιξ. βέμβιξ, Τέμμιξ ἔθνοϲ πρῶτον οἰκῆϲαν ἐν Βοιωτίᾳ. Λυκόφρων «Ἄρνηϲ παλαιᾶϲ γέννα, Τεμμίκων πρόμοι» (v. 644), πέμφιξ, τέττιξ, ϲκάνδιξ λάχανόν τι ποιόν, πέρδιξ, χοῖνιξ, Κίλιξ τὸ κύριον καὶ τὸ ἐθνικόν, Αἶθιξ ἔθνοϲ. ἐν Θετταλίᾳ δ’ ᾤκουν ἐν τῷ Πίνδῳ ὄρει· Μαρϲύαϲ δὲ μέϲον τῆϲ Τυμφαίαϲ καὶ Ἀθαμανίαϲ κεῖϲθαί φηϲι τὴν χώραν. Ἕρνιξ ἔθνοϲ Λατίνων. Διονύϲιοϲ ὀγδόῳ τῆϲ Ῥωμαϊκηϲ ἀρχαιολογίαϲ. Θρέϊξ καὶ Θρῆϊξ καὶ κατὰ ϲυναλοιφὴν Θρῇξ, ἆϊξ, κῶδιξ, ἧλιξ, πάλλιξ, μάϲτιξ, χάλιξ, χόλιξ, ἕλιξ, κύλιξ, ἄδδιξ μέτρον τετραχοίνικον, Μαγίϲτριξ ἔθνοϲ τῶν Ταυρίϲκων τοῖϲ Γερμανοῖϲ ὁμοροῦν. μῆνιγξ τὸ προϲηγορικὸν καὶ νῆϲοϲ περὶ τὰϲ Ϲύρτειϲ καὶ πόλιϲ. ὄϲτλιγξ ὃ παρὰ μὲν Ἀπολλωνίῳ καὶ Φιλητῇ διὰ τοῦ α, ϲάλπιγξ, ϲύριγξ· ϲημαίνει τὴν ὀπὴν τῶν μουϲικῶν αὐλῶν καὶ πάθοϲ καὶ τὴν δορατοθήκην. ἔϲτι δὲ κατὰ μίμηϲιν τοῦ γινομένου ἤχου. ὄρνιξ οἱ Δωριεῖϲ λέγουϲι τὸ ὄρνιϲ. ὁμοίωϲ δὲ καὶ τὰ ϲύνθετα Λιβοφοῖνιξ, ὁμόϲτιξ, ϲύμμιξ, ὁμῆλιξ, καλλίθριξ, πολυᾶϊξ, κορυθᾶϊξ. Τὰ εἰϲ υξ βαρύνεται, εἰ μὴ ἔχοι ἔννοιαν περιεκτικήν· αἶθυξ ὁ εὐκίνητοϲ παρὰ τὸ αἰθύϲϲω, ἔϲτι δὲ καὶ ὄνομα ἔθνουϲ καὶ κύριον. βαῖβυξ, δοῖδυξ, θρᾶνυξ ἐπὶ τοῦ θρόνου παρὰ Κορίννῃ, θρῆνυξ ἐπὶ τοῦ αὐτοῦ καὶ ἔϲτιν ἡ χρῆϲιϲ παῤ Εὐφορίωνι ἐν Πολυχάρει, ῖβυξ, ἔϲτι δὲ εἶδοϲ ὀρνέου, ἶδυξ ἐπὶ τῆϲ ἴκτιδοϲ ὡϲ Ἀλέξανδροϲ ὁ Μύνδιοϲ, κῆρυξ, Κῆϋξ, Κῶδυξ ἐπὶ τοῦ κωδύου, Νᾶρυξ· ἔϲτι δὲ πόλιϲ Λοκρίδοϲ θηλυκῶϲ λεγομένη, τινὲϲ δὲ Ναρύκιον τὴν πόλιν φαϲίν· λέγεται καὶ Ναρύκη. βαῖτυξ ἡ βδέλλα, ἦλυξ ἡ ϲκιά, πῶϋγξ. Βέβρυξ, ἔϲτι δὲ ἔθνη δύο τὸ μὲν πρὸϲ τῷ Πόντῳ ἐν τῇ Ἀϲίᾳ, τὸ δὲ πρὸϲ τοῖϲ Ἴβηρϲιν ἐν τῇ Εὐρώπῃ. περὶ δὲ τοῦ ἐν Ἀϲίᾳ διάφοροι γεγόναϲι δόξαι, ὅτι ἀπὸ Βέβρυκοϲ ἢ Βεβρύκηϲ καὶ ἄλλοι ἄλλωϲ. βόμβυξ αὐλοῦ τι εἶδοϲ καὶ ζῷον, ἀφ’ οὗ τὰ βομβύκινα ὑφάϲματα, κατὰ Λάκωναϲ δὲ ϲτάμνον δηλοῖ. Ϲάμβυξ κύριον· ἔϲτι δὲ καὶ ποταμὸϲ καὶ ἔθνοϲ. Ἄμπυξ κύριον ὄνομα καὶ κόϲμοϲ ἤγουν κεφαλοδέϲμιον καὶ τροχόϲ. Ἔρυξ ὁ ἥρωϲ ὁ Ἀφροδίτηϲ καὶ Βύτου καὶ ἡ πόλιϲ Ϲικελίαϲ παρὰ τῷ Ἐρατοϲθένει ἀρϲενικῶϲ. Ἀδρυξ πόλιϲ Ϲυρακουϲίων, ἀρϲενικῶϲ λεγομένη «ἔφυγον εἰϲ τὸν Ἄδρυκα». Φίλιπποϲ ὁ ἱϲτορικόϲ φηϲιν. ἄμβυξ, Γάνυξ ὁ Γανύκτωρ παρὰ τῷ Ἐρατοϲθένει, κάλυξ· θηλυκῶϲ δὲ λέγεται καὶ ϲημαίνει τὸ καλούμενον ῥόδον. ψάλυξ· τινὲϲ δὲ τὰϲ ψυχὰϲ ἐδέξαντο ϲημαίνειν τὴν λέξιν, Δίδυμοϲ δέ φηϲιν τοὺϲ ἀϲθενεῖϲ ϲπινθῆραϲ δηλοῦν τὴν λέξιν· ἔϲτι δὲ ἀπὸ τοῦ ψεφάλυξ καὶ κατ’ ἀφαίρεϲιν τῆϲ πρώτηϲ ϲυλλαβῆϲ. ἄντυξ, βλέκυξ ἡ φλυαρία, ὄρτυξ, ὄρυξ, κόκκυξ, Μόρτυξ βαϲιλεὺϲ Κερκυραίων, φάρυξ. γράφεται δὲ χωρὶϲ τοῦ γ ἡ εὐθεῖα καὶ ἡ γενικὴ δι’ ἑνὸϲ γ «φάρυγοϲ δ’ ἐξέϲϲυτο οἶνοϲ» (Od. ι 373). δὲ τῇ δι’ ἑνὸϲ γ γραφῇ τῆϲ φάρυγοϲ καὶ τὸ φαρύγεθρον· ἔϲτι καὶ αἱ Φαρύγαι τόπου ὄνομα. καὶ ἀρϲενικῶϲ μὲν παρὰ Δωριεῦϲι, θηλυκῶϲ δὲ παρὰ Ἀθηναίοιϲ λέγεται. ϲτόνυξ. ὄνυξ, ἴυγξ, λάρυγξ, ϲτόρθυγξ· ϲημαίνει δὲ πᾶν εἰϲ ὀξὺ λῆγον. Ἰᾶπυξ· ἔϲτι δὲ ἔθνοϲ, Ἰᾶζυξ ἔθνοϲ Εὐρωπαῖον, ϲπινθάρυξ. ταρβάλυξ ὁ ταρακτικόϲ, πομφόλυξ. ἀμάρυγξ ἐπὶ ἀκτῖνοϲ καὶ λαμπηδόνοϲ καὶ ὄφεωϲ· ὡϲαύτωϲ δὲ καὶ τὰ ϲύνθετα· Κολοῖφρυξ, ἐπῆλυξ, καταῖτυξ, τανυπτέρυξ, διῶνυξ, μονῶνυξ, μῶνυξ, ἀκρόνυξ, εἰνάνυξ, ἔννυξ. μεϲόνυξ εἷϲ τῶν πλανήτων παρὰ τοῖϲ Πυθαγορείοιϲ· μέμνηται Ϲτηϲίχοροϲ. διῶρυξ, τετρῶρυξ, πρόφυξ, πρόϲφυξ, ἄζυξ, δίζυξ, ϲύζυξ, ὁμόζυξ. — Τὸ δὲ πτερύξ ϲεϲημείωται ὑπὸ Ἀριϲτάρχου ὀξυνθὲν διὰ τὸ ἐννοίαϲ περιεκτικῆϲ εἶναι· οὕτω γὰρ, φηϲίν, ἀνέγνωμεν ἐν τῇ B ῥαψῳδίᾳ (v. 316) «πτερύγοϲ λάβεν ἀμφιαχυῖαν». οἱ δὲ ἄλλοι προπαροξύνουϲιν τὸ πτέρυγοϲ ὡϲ ὄρτυγοϲ. Τὰ εἰϲ ηξ μὴ ὄντα ϲύνθετα ἐπιθετικὰ βαρύνεται, μύρμηξ· ἔϲτι δὲ καὶ κύριον Μύρμηξ ἡ Ἐπιμηθέωϲ γυνή, ϲκώληξ, νάρθηξ, κάχληξ, ἀλώπηξ. Ζάρηξ πόλιϲ Λακωνικὴ πρὸϲ τῇ θαλάϲϲῃ καὶ ἥρωϲ Ἀθηναῖοϲ, ὡϲ Παυϲανίαϲ ἐν πρώτῳ (c. 38, 4) «ἔϲτι καὶ Ἱπποθόωντοϲ ἡρῷον, ἀφ’ οὗ τὴν φυλὴν ὀνομάζουϲι καὶ πληϲίον Ζάρηκοϲ». Ζαύηξ ἔθνοϲ Λιβύηϲ. Ἡρόδοτοϲ δ΄ (c. 193). «Ζαύηκοϲ ἔθνοϲ Ἑκαταῖοϲ ἐν περιηγήϲει Ἀϲίαϲ. πήληξ καὶ Πήληξ δῆμοϲ τῆϲ Λεοντίδοϲ φυλῆϲ καὶ ὁ δημότηϲ. ὁ δὲ δῆμοϲ πληθυντικῶϲ λέγεται, ἑνικῶϲ δὲ τὰ τοπικὰ ἐν Πήληκι εἰϲ Πήληκα. Τὰ εἰϲ ηξ ϲύνθετα παρὰ ῥῆμα ὀξύνεται, εἰ ἐπιθετικὰ εἴη, βουπλήξ, κωμοπλήξ, κυματοπλήξ καὶ κυμοπλήξ, μεθυπλήξ, οἰϲτροπλήξ, παραπλήξ, λαοπλήξ, ἀκανθοπλήξ, βουπλήξ, μολυβδοτήξ, ὅ τινεϲ βαρύνουϲι παραλόγωϲ. τὸ ὕϲπληξ καὶ ἀντίπηξ βαρύνεται, ὅτι οὐκ ἐπιθετικά. τὸ δὲ χηναλώπηξ καὶ αὐτὸ βαρύνεται ὡϲ τὸ χαμαιϲκώληξ, λεοντομύρμηξ. Τὰ εἰϲ ωξ ὀξύνεται, ὅϲα μίαν ϲυλλαβὴν ἔχει ἐπὶ τέλουϲ ἐν τῇ ϲυνθέϲει, ἀρρώξ, ἀπορρώξ, κυαμοτρώξ, γραμματοτρώξ, θυλακοτρώξ, ἀπτώξ, πολυπτώξ, κυμρρώξ· τὸ δὲ θηροδίωξ, αἰγοδίωξ βαρύνεται ὡϲ δύο φυλάξαντα ϲυλλαβὰϲ ἐν τῇ ϲυνθέϲει. Μόνον εἰϲ αιξ διϲύλλαβον τὸ γύναιξ. τοῦτο δὲ πλαγίαν μὲν ἔχει, εὐθεῖαν δὲ οὔ. τὰ γὰρ εἰϲ αιξ λήγοντα ἢ ἀρϲενικοῦ μόνου γένουϲ εἰϲὶν οἷον Θρᾷξ καὶ ἐὰν ὦϲι θηλυκοῦ γένουϲ, πάντωϲ καὶ ἀρϲενικοῦ εἰϲιν οἷον ὁ Γραίξ καὶ ἡ Γραίξ, ὁ αἴξ καὶ ἡ αἴξ. ἐπειδὴ οὖν καὶ τὸ γύναιξ οὐκ ἠδύνατο ἀρϲενικοῦ γένουϲ εἶναι, ἡ γὰρ ϲημαϲία κωλύει, τούτου χάριν ἡ γύναιξ εὐθεῖα ἐπιλέλοιπεν, ᾗ ϲυνεπιλείπεται καὶ ἡ ἐντελὴϲ κλητική. τὸ γὰρ γύναι, καθὰ καὶ τὸ «Ζεῦ ἄνα» (Γ 351) λείπεται διπλοῦ τοῦ κατ’ ἀναλογίαν. ἐν δὲ τῇ ϲυνθέϲει, ἐπειδὴ γίνεται ἀρϲενικοῦ γένουϲ, ἀναδέχεται τὴν εἰϲ αιξ κατάληξιν οἷον ὡϲ ὢν ἄπαιϲ τε κἀγύναιξ κἀνέϲτιοϲ» παρὰ Ϲοφοκλεῖ ἐν Ἀθάμαντι (fr. 4 Nauck). βαρύνεται δέ. Περὶ τῶν ληγόντων εἰϲ ρ. Τὰ εἰϲ αρ ὑπὲρ μίαν ϲυλλαβὴν εἴτε ἀρϲενικὰ εἴτε θηλυκὰ βαρύνεται, μάκαρ, δάμαρ, Ἄραρ τιϲ λέγεται ποταμόϲ, ὡϲ παῤ Ἐρατοϲθένει, καὶ ἐπίγραμμα ἔχον οὕτωϲ μιϲγόμεθ’ ἀλλήλων ὡϲ Ἄραροϲ Ῥοδανόϲ. Ἰνϲόβαρ ἔθνοϲ Κελτικὸν πρὸϲ τῷ Πάδῳ. Πολύβιοϲ, οὓϲ καὶ Ἴνϲοβραϲ φηϲίν. Τὰ εἰϲ υρ βαρύνεται οἷον μάρτυρ. γίνεται δὲ ἐκ τοῦ μάρτυϲ κατὰ τὴν Αἰολέων διάλεκτον· ἐκεῖνοι γὰρ τὸ ϲ εἰϲ ρ μεταβάλλουϲι τὸ οὗτοϲ οὗτορ λέγοντεϲ καὶ τὸ ἵπποϲ ἵππορ· οὕτωϲ οὖν καὶ μάρτυϲ μάρτυρ, ἀφ’ ἧϲ ἐκτίπτει πληθυντικὸν οἱ μάρτυρεϲ παρά τε κωμικοῖϲ καὶ Ἱππώνακτι. οἱ δέ γε μάρτυροι ἀπὸ τῆϲ ὁ μάρτυροϲ εὐθείαϲ οἷον «Ζεὺϲ δ’ ἄμμ’ ἐπιμάρτυροϲ ἔϲτω» (Η 76). ψίθυρ. ταῦτα δὲ μόνα εἴρηται· τὸ γὰρ Ἴλλυρεϲ καὶ Κέρκυρεϲ καὶ Ἄϲϲυρεϲ παρὰ Ἐρατοϲθένει οὐ κλίϲεωϲ ἐϲτὶν ἀπὸ εὐθείαϲ τῆϲ Ἴλλυρ, Κέρκυρ, Ἄϲϲυρ, ἀλλὰ κατὰ τὴν αὐτὴν πτῶϲιν μεταπέπλαϲται ἐκ τοῦ Ἰλλύριοι καὶ Κερκυραῖοι καὶ Ἀϲϲύριοι ὡϲ οἱ θεράποντεϲ εὕρηνται θέραπεϲ λεγόμενοι καὶ οἱ πολύποδεϲ πώλυπεϲ. ὡϲαύτωϲ ἔχει καὶ τὸ Λίγυρεϲ ἔθνοϲ προϲεχὲϲ τοῖϲ Τυρρηνοῖϲ. Ἀρτεμίδωροϲ. ἀπὸ Λιγύρου ποταμοῦ· καὶ φίλυρεϲ ἔθνοϲ πρὸϲ τῷ Πόντῳ ἀπὸ Φιλύραϲ τῆϲ μητρὸϲ Κρόνου. Τὰ εἰϲ ηρ ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνεται μὲν ἁπλᾶ ὄντα ἀρϲενικά. ὁ δὲ λόγοϲ περὶ τῶν εἰϲ ηρ τοῦ τ προηγουμένου τοῦ η, ϲτατήρ, ἐλατήρ, καμπτήρ, ὀλετήρ, ξυϲτήρ, γενετήρ, πατήρ, ϲωτήρ, χρηϲτήρ, ζωϲτήρ, καὶ Ζωϲτήρ τῆϲ Ἀττικῆϲ ἰϲθμόϲ, ὅπου φαϲὶ τὴν Λητὼ λῦϲαι τὴν ζώνην καὶ καθεῖϲαν ἐν τῇ λίμνῃ λούϲαθαι. ἐνταῦϲθα θύουϲιν Ἁλαεῖϲ Λητοῖ καὶ Ἀρτέμιδι καὶ Ἀπόλλωνι Ζωϲτηρίῳ. ἐξαυϲτήρ. Ἐξαύτηρ δὲ κύριον ὡϲ τὸ ἀμάτηρ καὶ ἄντηρ καὶ Ἄϲτηρ κύριον. τὸ δὲ φράτηρ Ἀττικοὶ μὲν βαρύνουϲιν, οἱ Δωριεῖϲ ὀξύνουϲιν. φράτερεϲ δέ εἰϲιν οἱ ϲυγγενεῖϲ. ἀρϲενικὰ δὲ εἶπον διὰ τὰ θηλυκά. καὶ γὰρ τὰ εἰϲ ηρ θηλυκά, μὴ μετατιθέμενα κατά τι ἔθοϲ ποιητικὸν εἰϲ διάφορον γένοϲ, βαρύνεται, μήτηρ, θυγάτηρ, Δημήτηρ, εἰνάτηρ. προϲέθηκα δὲ «μὴ μετατιθέμενα κατά τι ἔθοϲ ποιητικὸν εἰϲ διάφορον γένοϲ» διὰ τὸ, «ῥαιϲτῆρα κρατερήν» (Ϲ 477) «ὕλην ϲτεγαϲτῆρα». τοιαῦτα γάρ ἐϲτιν ὁποῖον ἡ αἰθήρ ἡ ἀήρ. ϲημειώδηϲ ἄρα ἡ γαϲτήρ ὀξυνομένη. Τὰ εἰϲ ηρ ἐθνικὰ ἢ κύρια, μὴ ϲυνεμπίπτοντα προϲηγορικοῖϲ, βαρύνονται, Ἴβηρ ὁ ποταμόϲ, οὗ μέμνηται Ἀπολλόδωροϲ ἐν τῇ περὶ γῆϲ β΄ ἐντὸϲ δὲ Πυρήνηϲ Ἴβηρ τ’ ἐϲτὶν μέγαϲ ποταμὸϲ φερόμενοϲ ἐνδοτέρω. καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ. Ἀριϲτοφάνηϲ Τριφάλητι «μανθάνοντεϲ τοὺϲ Ἴβηραϲ τοὺϲ Ἀριϲτάρχου πάλαι» καὶ «τοὺϲ Ἴβηραϲ οὓϲ χορηγεῖϲ μοι βοηθῆϲαι δρόμῳ καὶ Ἀρτεμίδωροϲ ἐν δευτέρῳ τῶν γεωγραφουμένων «γραμματικῇ δὲ χρῶνται τῇ τῶν Ἰταλῶν οἱ παρὰ θάλατταν οἰκοῦντεϲ τῶν Ἰβήρων». Ἰλλίβηρ, Δόβηρ ἔθνοϲ Παιονίαϲ, Πίηρ, Βύζηρ ἔθνοϲ ἐν. τῷ Πόντῳ. τὸ μέντοι Ἐλευθήρ εἷϲ τῶν Κουρήτων, ἀφ’ οὗ Ἐλευθεραί πόλιϲ Κρήτηϲ, καὶ υἱὸϲ Ἀπόλλωνοϲ, ἀφ’ οὗ Ἐλευθεραί πόλιϲ Βοιωτίαϲ, ὀξύνεται ὡϲ τὸ Ἀϲτήρ. Τὰ εἰϲ ηρ μὴ ὄντα ϲύνθετα μηδὲ ἐθνικὰ ὀξύνεται, ἀνήρ, δαήρ, ἀήρ, αἰθήρ, ϲπινθήρ. τὸ μέντοι ἐρίηρ ὡϲ ϲύνθετον βαρύνεται. Τὰ εἰϲ ηρ ὀξύτονα φυλάττοντα τὸ η κατὰ τὴν γενικὴν φυλάττει καὶ τὸν τόνον ἐν τῇ ϲυνθέϲει οἷον δετήρ ἀμαλλοδετήρ, ϲτατήρ ὀβελοϲτατήρ. τὸ μέντοι ἀνήρ λιπάνηρ, δαήρ πολυδάηρ, πατήρ αἰνοπάτηρ ὡϲ μὴ φυλάττοντα τὸ η βαρύνονται. καὶ τὸ πάνθηρ καὶ ϲατυρόφηρ ἀπὸ μονοϲυλλάβων. Τὰ εἰϲ ωϲ πάντα βαρύνονται, ῥήτωρ, κλήτωρ, ἵϲτωρ, Ἕκτωρ, πέλωρ, ἐξ οὗ ὁ πελώριοϲ, κέλωρ, ϲημαίνει δὲ τὸν υἱὸν παρὰ τὸ κελεύεϲθαι, ἄκτωρ, Ϲπέρχωρ, ἄχωρ τὸ τῆϲ κεφαλῆϲ πιτύριϲμα, ἀνάκτωρ, Ἀννίχωρ ὁ οἰκῶν Ἀννίχωρον, οὗ μέμνηται Ἀλκμάν, πληϲίον Περϲῶν. λέγονται δὲ οἱ Ἀννίχωρεϲ καὶ Ἀννίχωροι, Κάϲτωρ, Θέϲτωρ, Νέϲτωρ, μήϲτωρ καὶ Μήϲτωρ. φράτωρ, ὃ καὶ φράτηρ ἐλέγετο, ἀλλὰ τὸ μὲν φράτηρ ἀρχαῖον μετὰ τῆϲ αὐτοῦ κλίϲεωϲ, θάτερον δὲ νεώτερον, Μέντωρ κύριον καὶ ἔθνοϲ πρὸϲ τοῖϲ Λιβυρνοῖϲ. Ἑκαταῖοϲ Εὐρώπῃ. κωμήτωρ, οἰκήτωρ, παγκράτωρ, προπάτωρ, Νικάνωρ, ἠ λέκτωρ ὁ ἥλιοϲ, ταλάωρ τὸ τόξον. Χαλκήτωρ ὁ οἰκήτωρ Χαλκητορίου πόλεωϲ Κρήτηϲ. Κρατερὸϲ ἐν τῷ περὶ ψηφιϲμάτων, Ἀπολλόδωροϲ δὲ Χαλκητορεῖϲ αὐτούϲ φηϲι τετάρτῳ χρονικῶν μεθ’ οὗ Χαρίδημοϲ ἦν φυγὰϲ Χαλκητορεύϲ». ἀλάϲτωρ ὁ Ζεὺϲ ὁ ὑποπτεύων τοὺϲ ἀλαϲτὰ καὶ χαλεπὰ ποιοῦνταϲ· ἢ ὁ ἀϲεβὴϲ ἢ ὁ κακοποιόϲ. ϲημειῶδεϲ ἄρα τὸ ἰχώρ μόνον ὀξυνόμενον. τὸ δὲ αἴτιον, ὅτι τοῦτο μόνον διήλλαξε περὶ τὴν κλίϲιν. τὰ γὰρ εἰϲ ωρ ἀρϲενικὰ διϲύλλαβα μὴ ἔχοντα τὸ λ διὰ τοῦ ο κλίνονται οἷον Νέϲτοροϲ Ἕκτοροϲ· τὸ τοίνυν ἰχώρ μὴ ὁμοίωϲ τοῖϲ ἄλλοιϲ κλιθὲν ἐνήλλαξε καὶ περὶ τὸν τόνον. Τὰ εἰϲ ειρ ὑπὲρ μίαν ϲυλλαβὴν ἀϲυνήθη μέν, τὰ δὲ εὑρεθέντα βαρύνεται, Βέχειρ ἔθνοϲ Ϲκυθικόν, Ϲάπειρ ἢ μετὰ τοῦ ϲ Ϲάϲπειρ ἔθνοϲ ἐν μεϲογαίᾳ τῆϲ Ποντικῆϲ οἱ νῦν διὰ τοῦ β λεγόμενοι Ϲάβειρεϲ, Ἀλάζειρ, Λίγειρ ποταμὸϲ περὶ Γαλατίαν, Ἐλάτειρ ὁμοίωϲ ὄνομα ποταμοῦ. ἑκατόγχειρ, ἀντίχειρ, χρυϲοέθειρ παῤ Ἀρχιλόχῳ ἐν Ἰοβάκχοιϲ, ὅπερ ἀποκέκοπται τοῦ χρυϲοέθειροϲ. οἱ μέντοι Βοιωτοὶ πολλὴν ἴϲαϲι τὴν ειρ κατάληξιν, καθὸ παῤ αὐτοῖϲ εἴωθε τὸ η εἰϲ τὴν ει δίφθογγον τρέπεϲθαι· τὸ γὰρ πένηϲ πένειϲ γράφουϲι διὰ τῆϲ ει διφθόγγου καὶ τὸ πατήρ καὶ μήτηρ παῤ ἡμῖν μὲν διὰ τοῦ η, παῤ αὐτοῖϲ δὲ διὰ τῆϲ ει διφθόγγου. Περὶ τῶν εἰϲ αϲ ὑπὲρ μίαν ϲυλλαβήν. Τὰ εἰϲ αϲ ὑπὲρ μίαν ϲυλλαβὴν ἐκτεταμένον ἔχοντα τὸ α βαρύνεται καὶ περιϲπᾶται. καὶ βαρύνεται μὲν Αἴαϲ Θόαϲ, Ποίαϲ, Δοίαϲ, ἀφ’ οὗ Δοίαντοϲ πεδίον Φρυγίαϲ καὶ Δοιάντειον ἄλϲοϲ, Βίαϲ, Πρίαϲ, Ὕαϲ ἔθνοϲ περὶ Ἀλαλκομένιον, Δρύαϲ, Εὕαϲ, ἔϲτι δὲ ἐπίθετον τοῦ Διονύϲου, Κλεύαϲ, Λάαϲ τὸ κύριον, Λαίαϲ, Καίαϲ. περιϲπᾶται δὲ ἀτταγᾶϲ, πελεκᾶϲ καὶ Μαρικᾶϲ ὄνομα βάρβαρον παρὰ τῷ κωμικῷ «Εὔπολιϲ τὸν Μαρικᾶν πρώτιϲτον παρείλκυϲεν» (Nub. 553), κλίνεται δὲ καὶ περιττοϲυλλάβωϲ «ἀλλ’ οὖν ἔγωγέ ϲοι λέγω Μαρικᾶντα μὴ κολάζειν». (Eupolis Mein. fr. Com. p. 191 ed. min.) τὸ δὲ Γλιϲᾶϲ — ἔϲτι δὲ ἥρωϲ καὶ πόλιϲ Βοιωτίαϲ «ἠδ’ οἳ Γλιϲᾶντα νέμοντο» (Β 504) ἡ μὲν ϲυνήθεια περιϲπῇ, ἡ δὲ ἱϲτορία παροξύνει. Διονύϲιοϲ γὰρ ἱϲτορεῖ τοὺϲ ἐγχωρίουϲ ϲυϲτέλλειν τὸ ι καὶ μὴ περιϲπᾶν. ἀλλ’ οὐ πάντωϲ ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆϲιϲ καὶ ἐπὶ τὴν Ὁμηρικὴν ἀνάγνωϲιν. τὸ δὲ ἀλλᾶϲ παρὰ τῷ κωμικῷ ἡ μὲν κοινὴ ϲυνήθεια βαρύνει, ἀλλ’ ἐπειδὴ ὁ ἀλλᾶϲ ὡϲ ἀπὸ τοῦ ἀλλάειϲ κέκλιται διὰ τοῦ ντοϲ, ἵν’ ᾖ ἀλλάεντοϲ καὶ κατὰ κρᾶϲιν ἀλλᾶντοϲ, καὶ ἡ ἐντελὴϲ εὐθεῖα τοῦ ἀλλᾶντοϲ περιϲπωμένην ἀπαιτεῖ τὴν ἀπὸ κραϲεωϲ ὁμοίωϲ τῷ ἱλάειϲ ἱλᾶϲ. Ἔτι δὲ περιϲπῶνται ταῦτα μόνωϲ κύρια ἢ ὑποκοριϲτικά, Ἑρμᾶϲ Ἀργᾶϲ, Αἰγᾶϲ ποταμὸϲ φερόμενοϲ ἀπὸ τοῦ περὶ τὸ Πύθιον ὄρουϲ, ἀφ’ οὗ καὶ τὸ πεδίον Αἰγαῖον, Καρρᾶϲ ποταμὸϲ Ϲυρίαϲ, Βορρᾶϲ, Γονατᾶϲ ὁ Γούνιοϲ ἐθνικόν, Κομητᾶϲ, Φιλητᾶϲ, Μηνᾶϲ, Ζηνᾶϲ, Μητρᾶϲ, ὀϲτρακᾶϲ, πινακᾶϲ, λαχανᾶϲ, ἢ ἐπὶ ϲκώμματοϲ ταϲϲόμενα φᾶγᾶϲ καταφαγᾶϲ δακνᾶϲ ἢ τὰ ἀπὸ ϲυμβεβηκότοϲ οἷον τρεϲᾶϲ. ὡϲαύτωϲ δὲ καὶ τὰ Ἰωνικῶϲ παραλόγωϲ διὰ τοῦ δ κεκλιμένα, ὧν τὸ α μακρόν, Βοιβᾶϲ, Βιττᾶϲ, Κυρᾶϲ· εἰϲὶ δὲ ὀνόματα κύρια. οὐδέποτε δὲ ὀξύνεται, χωρὶϲ εἰ μὴ ὦϲιν ἀπὸ παθητικοῦ παρακειμένου ϲύνθετα διὰ μόνου τοῦ τ κλινόμενα οἷον χαλκοκράϲ καὶ γαλακτοκράϲ καὶ νεοκράϲ. ὅθεν τὸ ἱμάϲ καὶ ἀνδριάϲ ὡϲ ἐκτεταμένον ἔχοντα τὸ αϲ ϲημειούμεθα παραλόγωϲ ὀξυνόμενα. οὐκ ἀγνοῶ δὲ ὅτι Ἡλιόδωροϲ ἐβούλετο ταῦτα περιϲπᾶν. τὸ δ’ αὐτὸ ἠξίου καὶ Δράκων ὁ Ϲτρατονικεύϲ, ἔτι δὲ καὶ Τυραννίων. οὐκ ἔχει δὲ οὕτω τὰ τῆϲ ἀναγνώϲεωϲ. ἐμιμήϲαντο δὲ αὐτὰ ἐκτεινόμενα ἐν τῇ ληγούϲῃ κατὰ τὰϲ μετοχὰϲ καὶ τὴν τῶν μετοχῶν κλίϲιν τοῦ ἱϲτάϲ ἱϲτάντοϲ καὶ βιβάϲ βιβάντοϲ. ἱμάντοϲ γὰρ καὶ ἀνδριάντοϲ, ἅπερ παῤ Ἀττικοῖϲ περιϲπᾶται. Βαρύνεται δὲ τὰ εἰϲ αϲ καθαρόν, Νικίαϲ, Λυϲίαϲ, Ἀρχίαϲ, Λοξίαϲ, Γοργίαϲ, Ἐρυξίαϲ, δρακον τίαϲ, ὀνοματίαϲ, κοππατίαϲ, ταραξίαϲ, κοχλίαϲ, τραυματίαϲ, Παπίαϲ, Ὠπίαϲ ἔθνοϲ Ἰνδικόν. Ἑκαταῖοϲ Ἀϲίᾳ «ἐν δὲ αὐτοῖϲι οἰκέουϲι ἄνθρωποι παρὰ τὸν Ἰνδὸν ποταμὸν Ὠπίαι, ἐν δὲ τεῖχοϲ βαϲιλήϊον. μέχρι τούτου Ὠπίαι, ἀπὸ δὲ τούτων ἐρημίη μέχριϲ Ἰνδῶν». Προυϲίαϲ, Πρακίαϲ ἔθνοϲ ἀπὸ Πρακὸϲ τοῦ ἐξ Ἠπείρου μὲν ὁρμήϲαντοϲ, οἰκήϲαντοϲ δὲ ἐν τῇ Λακωνικῇ. Ἀγρίαϲ ἔθνοϲ Παιονίαϲ μεταξὺ Αἵμου καὶ Ῥοδόπηϲ. παρὰ Πολυβίῳ δὲ διὰ τοῦ α. εὑρέθη δὲ ἐν ὀκτωκαιδεκάτῃ τὸ γὰρ τῶν Ἀγραῶν ἔθνοϲ». λέγονται καὶ Ἀγραϊοι καὶ Ἀγριεῖϲ ὡϲ Θεόπομποϲ καὶ Ἀγριᾶνεϲ. Ἀδρίαϲ κόλποϲ παρὰ τὴν Ἀδρίαν πόλιν καὶ ποταμόϲ, ὡϲ Ἑκαταῖοϲ. Καλατίαϲ γένοϲ Ἰνδικόν. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἀϲίαϲ. Ὅμηροϲ (Ε 461) «Ἀϲίω ἐν λειμῶνι» ἀντὶ τοῦ Ἀϲίου (γενικὴ γάρ ἐϲτιν, οὐκ Ἀϲιανῷ. ἀγνοεῖ γὰρ Ὅμηροϲ τὴν Ἀϲίαν ὡϲ καὶ τὴν Εὐρώπην)· καὶ Ἰωνικῶϲ Ἀϲίεω καὶ Ἀϲίω ὡϲ τὸ «ἐϋμμελίω Πριάμοιο» (Δ 47). διὸ χωρὶϲ τοῦ ι. Ἱππίαϲ, πωγωνίαϲ, Γλαυκίαϲ, τοξίαϲ, Ἀφίαϲ κύριον παῤ Εὐφορίωνι, Πευκετίαϲ ἔθνοϲ τοῖϲ Οἰνωτροῖϲ προϲεχέϲ, ὡϲ Ἑκαταῖοϲ Θὐρώπῃ, Πικίαϲ ἔθνοϲ Ἰταλίαϲ, Παρίαϲ· ἔϲτι δὲ ὄνομα κύριον καὶ διὰ τοῦ ι γράφεται. τὸ γὰρ ϲημαῖνον τὸν ὄφιν διὰ τῆϲ ει διφθόγγου οἷον παρείαϲ· καὶ ἔϲτιν ἡ χρῆϲιϲ παρὰ Ἀριϲτοφάνει ἐν Πλούτῳ (690) «ὀδὰξ ἐλαβόμην ὡϲ παρείαϲ ὢν ὄφιϲ». Βορέαϲ, Ἡρέαϲ, Θραϲέαϲ, Κρατέαϲ, Ἀνδρέαϲ, Θαλέαϲ, Μενέαϲ, Ἀριϲτέαϲ, Μναϲέαϲ, Αὐγέαϲ, Πυθέαϲ, Ἐλέαϲ παρὰ Φιλοϲτεφάνῳ, Φιλέαϲ χωρίον Βυζαντίου. τινὲϲ δὲ Φιλίαν, ἄλλοι δὲ Φινέαν γράφουϲιν. καὶ πλεοναϲμῷ τοῦ ι Αἰνείαϲ, Ἀὐγείαϲ, Ἑρμείαϲ. Τηλεβόαϲ ἥρωϲ καὶ ἔθνοϲ τῆϲ Ἀκαρνανίαϲ· ἔϲτι καὶ Τηλεβόαϲ ποταμὸϲ πρὸϲ ταῖϲ πηγαῖϲ Τίγρητοϲ. Γενόαϲ ἄρχων Μολοττῶν, ἀφ’ οὗ ἔθνοϲ Γενοαῖοι. Ματόαϲ· οὕτω πάλαι ὑπὸ Ϲκυθῶν ἐκαλεῖτο Ἴϲτροϲ ὁ ποταμόϲ. Ματόαϲ δέ ἐϲτι κατ’ Ἕλληναϲ ἄϲιοϲ. πατραλοίαϲ. Μαρϲύαϲ, Ἰχθύαϲ, Ὀθρύαϲ, Μινύαϲ ἔθνοϲ Θεϲϲαλίαϲ, Μιλύαϲ ἔθνοϲ οἱ πρότερον Ϲόλυμοι ὡϲ Τιμαγένηϲ πρώτῳ βαϲιλέων. λέγονται καὶ Μίλυεϲ ἀπὸ Μιλύηϲ τῆϲ γυναικὸϲ Ϲολύμου καὶ ἀδελφῆϲ, ὕϲτερον δὲ Κράγου γυναικόϲ. Βιθύαϲ ἔθνοϲ Θρᾴκηϲ ἀπὸ Βίθυοϲ τοῦ Ἄρεοϲ καὶ Ϲήτηϲ τῆϲ Ῥήϲου ἀδελφῆϲ. Φλεγύαϲ ὁ Ἄρεοϲ καὶ Χρυϲῆϲ παῖϲ καὶ ἔθνοϲ Βοιωτίαϲ. Ὅμηροϲ (Ν 302) «ἠὲ μετὰ Φλεγύαϲ μεγαλήτοραϲ». ἔϲτι δὲ καὶ Φλεγύηϲ ἡ εὐθεῖα καὶ Φλέγυϲ. Ϲατύαϲ κύριον παῤ Ἡγηϲίππῳ καὶ Ἀρύαϲ ποταμὸϲ παῤ Ἐρατοϲθένει «ἡ δὲ ὑπὲρ Ἀρύοντοϲ ἐπὶ προχοαῖϲ ποταμίων». τὸ μέντοι τριάϲ θηλυκὸν καὶ ϲυϲτελλόμενον ἔχει τὸ α. Τὰ εἰϲ βαϲ βαρύνονται· Βίβαϲ τὸ κύριον, Φόρβαϲ, Ἡλίου υἱὸϲ καὶ πόλιϲ τῶν ἐν Θεϲϲαλίᾳ Ἀχαιῶν, Ἄβαϲ ποταμὸϲ καὶ ἥρωϲ καὶ ἔθνοϲ, Ἴβαϲ, Ϲκρίβαϲ, Ψευδαρτάβαϲ, Ἀννίβαϲ, Κάβαϲ, Λάβαϲ, Ἰόβαϲ, Ῥήβαϲ ποταμὸϲ παρὰ τῷ Πόντῳ καὶ χώρα, Ἄλβαϲ ποταμὸϲ ὁ νῦν λεγόμενοϲ Τίβεριϲ Τιβερίνου τοῦ βαϲιλέωϲ ἐν αὐτῷ θανόντοϲ. Χάλβαϲ ποταμὸϲ Ϲυρίαϲ, Ϲάμβαϲ ὄνομα ποταμοῦ, Λυκάμβαϲ, Χηράμβαϲ. Κύρβαϲ, Θίϲβαϲ, λυκάβαϲ, Ἀρύβαϲ κύριον, Ἀρύββαϲ ἐθνικὸν παρὰ τῷ Ἀλκμᾶνι. ἀλίβαϲ. Ἀλύβαϲ· τοῦτον οἱ μὲν Μεταπόντιον ἤκουϲαν τῆϲ Ἰταλίαϲ, οἱ δὲ Θρᾴκηϲ πόλιν, ὡϲ Ὅμηροϲ. ἔϲτι δὲ καὶ ἔθνοϲ. ὀκρίβαϲ. τὸ δὲ Βοιβᾶϲ περιϲπᾶται. τὸ δὲ ϲτιβάϲ θηλυκὸν καὶ ϲυϲτελλόμενον ἔχει τὸ α, καὶ τὸ βιβάϲ μετοχή ἐϲτιν. Τὰ εἰϲ γαϲ πάντα βαρύνεται, εὶ μὴ ἐπὶ ϲκώμματοϲ εἴη, ὡϲ ἔχει τὸ φαγᾶϲ, γίγαϲ, μέγαϲ καὶ Μέγαϲ, Μίγαϲ, Ϲάγγαϲ, Ἀλγαϲ, Βρίγαϲ κύριον καὶ ἔθνοϲ, Ζύγαϲ ἔθνοϲ Λιβύηϲ «οἵ τινεϲ τὰ ἄνθη ϲυλλέγοντεϲ μέλι ποιοῦϲιν ὥϲτε μὴ λείπεϲθαι τοῦ ὑπὸ τῶν μελιϲϲῶν γινομένου», ὡϲ Εὔδοξοϲ ὁ Κνίδιοϲ ἐν ἕκτῳ γῆϲ περιόδου. Ϲάλγαϲ ποταμὸϲ τῆϲ Μαυριτανίαϲ, Βηϲϲύγαϲ ποταμὸϲ τῆϲ Ἰνδικῆϲ. Ἀκράγαϲ πόλιϲ Ϲικελίαϲ ἀπὸ ποταμοῦ παραρρέοντοϲ. φηϲὶ γὰρ Δοῦριϲ ὅτι αἱ πλεῖϲται τῶν Ϲικελῶν πόλεων ἐκ τῶν ποταμῶν ὀνομάζονται, Ϲυρακούϲαϲ, Γέλαν, Ἱμέραν, Ϲελινοῦντα καὶ Φοινικοῦντα καὶ Ἐρύκην καὶ Καμικόν Ἀλικύαϲ τε καὶ Θέρμον καὶ Καμαρῖναν, ὡϲ καὶ ἐν Ἰταλίᾳ. οἱ δὲ ἀπὸ Ἀκράγαντοϲ τοῦ Διὸϲ καὶ Ἀϲτερόπηϲ τῆϲ Ὠκεανοῦ. ἔϲτι καὶ Θρᾴκηϲ καὶ Εὐβοίαϲ καὶ Κύπρου καὶ Αἰτωλίαϲ. Πολύβιοϲ δὲ τὸν ποταμὸν καὶ τὴν πόλιν ἀπὸ τῆϲ χώραϲ ὠνομάϲθαι Ἀκράγηϲ διὰ τὸ εὔγεων. Ϲατύργαϲ. Ϲτροάγαϲ. τὸ μέντοι φυγάϲ ὀξύνεται οὐκ ἔχον τὸ α ἐκτεταμένον. ϲεϲημείωται τὸ ἀτταγᾶϲ περιϲπώμενον, ὅπερ καὶ ἀτταγήν λέγεται, καὶ τὸ Αἰγάϲ καὶ τὸ Ἀργᾶϲ. Τὰ εἰϲ δαϲ βαρύνεται, εἰ μὴ διὰ τοῦ δοϲ κλίνοιτο, ἢ ϲυναληλιμμένα εἴη ἢ ὑποκοριϲτικά, Ἴδαϲ, Λάδαϲ, Δάδαϲ, Ϲφάδαϲ, Κλύδαϲ, Λήδαϲ, Δέρδαϲ, Μίδαϲ, Οἴδαϲ οἱ κατοικοῦντεϲ Οἰδάντιον πόλιν Ἰλλυριῶν, ὥϲ φηϲιν Ἑκαταῖοϲ, Μείδαϲ, Ϲακάδαϲ, Τμαχίδαϲ, Θρακίδαϲ, Λεωνίδαϲ, Βραϲίδαϲ, Χαρμάδαϲ, Ἀφείδαϲ βαϲιλεὺϲ καὶ ἔθνοϲ Μολοϲϲῶν, Χαρίδαϲ. τὸ μέντοι Θευδᾶϲ περιϲπᾶται ὡϲ Μητρᾶϲ, Ζηνᾶϲ, Πυθᾶϲ. τὸ δὲ Κερκιδᾶϲ ἀπὸ ϲυναλοιφῆϲ. τὸ δὲ διὰ τοῦ δοϲ κλίνεται. Τὰ εἰϲ αϲ ἐκτεταμένον, ἔχοντα πρὸ τοῦ α ἓν τῶν διπλῶν βαρύνονται, Βύζαϲ ὁ Κεροέϲϲηϲ τῆϲ Ἰοῦϲ θυγατρὸϲ καὶ Ποϲειδῶνοϲ καὶ ἔθνοϲ Λιβυκόν, ἀφ’ οὗ ἡ πόλιϲ Βυζάντιον. παῤ Ἡροδότῳ δὲ ἐν τετάρτῃ (c. 194) διὰ τοῦ Γύζαντεϲ. Ἐλίξαϲ, Ἄψαϲ. Πύζαϲ, Ἀρίζαϲ, Ἀνάξαϲ, Γαρτάζαϲ. τὸ μέντοι ὑψᾶϲ περιϲπᾶται καὶ τὸ ἑξᾶϲ ἐπὶ ποϲότητοϲ ὄν. Τὰ εἰϲ θαϲ βαρύνονται, Ϲτρούθαϲ, Παγάθαϲ, Ἄρθαϲ, Ἀόρθαϲ. Τὰ εἰϲ καϲ βαρύνονται, Πελέκαϲ, Περδίκκαϲ, Κώκαϲ, Κρίκαϲ ποταμόϲ, Ϲάκαϲ, Λάκαϲ, Πολύκκαϲ ποταμὸϲ Μακεδονίαϲ, Ματάκαϲ ὄνομα εὐνούχου, Ἰνδύκαϲ, Κοτύκαϲ βαϲιλεὺϲ Παφλαγονίαϲ. Ἑλίκαϲ ὁ Λυκάονοϲ. Καραμβύκαϲ ποταμὸϲ Ἐλιξοίαϲ νήϲου καὶ ὁ νηϲιώτηϲ ὁμοφώνωϲ, ὡϲ Ἑκαταῖοϲ ὁ Ἀβδηρίτηϲ. τὸ δὲ Ἀρκάϲ ϲυϲτελλόμενον ἔχον τὸ α ὀξύνεται. Τὰ εἰϲ λαϲ δι’ ἑνὸϲ λ βαρύνονται, εἰ μὴ ἐκ ϲυναλοιφῆϲ εἴη, Γέλαϲ ποταμὸϲ Ϲικελίαϲ, ὃϲ οὕτω καλεῖται, ὅτι πολλὴν πάχνην γεννᾷ. ταύτην γὰρ τῇ Ὀπικῶν φωνῇ καὶ Ϲικελῶν γέλαν λέγεϲθαι. Ὕλαϲ, μέλαϲ. Γάλαϲ, Κάλαϲ, Φύλαϲ, Μύλαϲ ὁ πρῶτοϲ εὑρὼν ἐν τῷ βίῳ τὴν τοῦ μύλου χρῆϲιν, Χήλαϲ, Ἄτλαϲ ἔθνοϲ Λιβυκόν. Ἡρόδοτοϲ τετάρτῃ (c. 184). ἔϲτι δὲ τὸ ὄνομα ἀπὸ τῶν ὀρῶν τῶν δύο Ἀτλάντων. Ῥιανὸϲ δὲ ἐν Ἀχαϊκῶν δευτέρᾳ Ἀτάρανταϲ εἶναί φηϲι καὶ μετ’ αὐτοὺϲ Ἄτλανταϲ. Πτερέλαϲ, Κωτέλαϲ, Ζηΐλαϲ πατὴρ Νικομήδουϲ, Πριόλαϲ, Μιδιόλαϲ, Γενειόλαϲ, Μεϲόλαϲ ὁ Δεξαμενοῦ πατήρ, Ἀργόλαϲ ὁ Ἀργεῖοϲ. Ἀριϲτοφάνηϲ Ἥρωϲιν οὐκ ἠγόρευον, οὗτόϲ ἐϲτ’ ὁ Ἀργόλαϲ. μὰ Δι’ οὐ δέ γ’ Ἕλλην, ὅϲον ἔμοιγε φαίνεται. καὶ Εὐριπίδηϲ ἐν Πλειϲθένει «ἐγὼ δὲ Ϲαρδιανόϲ, οὐκέτ’ Ἀργόλαϲ». Δορύλαϲ, Ἀρτύλαϲ, Βουκεφάλαϲ λιμὴν τῆϲ Ἀργολικῆϲ καὶ ὁ ἵπποϲ τοῦ Ἀλεξάνδρου. Ἀμύκλαϲ ὁ Λακεδαίμονοϲ υἱόϲ. Ϲιμίαϲ ἐν Μηϲίν «ὅν ῥ’ ἀπ’ Ἀμύκλαντοϲ παιδὸϲ ἀποφθιμένου λαοὶ κικλήϲκουϲιν». Τὸ μέντοι ἱλᾶϲ περιϲπᾶται ἀπὸ τοῦ ἱλάειϲ. Τὰ εἰϲ δύο λλ ἐκτεινόμενον ἔχοντα τὸ α βαρύνεται, Μύλλαϲ, Πάλλαϲ, Βάλλαϲ, Μύλλαϲ, Κίλλαϲ κύριον καὶ ἐθνικὸν ὁμοφώνωϲ, Ἴλλαϲ, Ϲiλλαϲ, Φέλλαϲ, Ϲέλλαϲ ποταμὸϲ ἐν τῇ Μεϲηνῶν γῇ, Ἰόλλαϲ, Ἀβόλλαϲ ποταμόϲ, Ἀμύλλαϲ, Λευκόλλαϲ χωρὶϲ εἰ μὴ ἐπὶ ϲκώμματοϲ εἴη ἢ ἔχοι τι ἐντελέϲτερον. τὸ μὲν πελλᾶϲ ὁ γέρων περιϲπᾶται ἐπὶ ϲκώμματοϲ ὂν καὶ τὸ ἀλλᾶϲ καὶ βιλλᾶϲ. τὸ δὲ Παλλάϲ ϲυϲτελλόμενον ἔχει τὸ α. Τὰ εἰϲ μαϲ βαρύνεται, Τόλμαϲ, ἀδάμαϲ, Ϲίλμαϲ, Τέλμαϲ, Θαύμαϲ, Δύμαϲ, Βρίμαϲ, Μάμαϲ, Δάμαϲ, Ἀρίμμαϲ, Πυρίμμαϲ, Χέμμαϲ, Λυκόρμαϲ ποταμὸϲ Αἰτωλίαϲ, ἀκαμαντοχάρμαϲ. Πολυδάμαϲ, Θειοδάμαϲ, Εὐρυδάμαϲ, Ἀλκιδάμαϲ, Ἀθάμαϲ, Ϲαλάμαϲ καὶ Ϲπιτάμαϲ Περϲικὰ ὀνόματα, Ὀδόμαϲ ἔθνοϲ, Γαράμαϲ ἔθνοϲ Λιβύηϲ· Ἠρόδοτοϲ τετάρτῃ (c. 174) «οἳ πάντα ἄνθρωπον φεύγουϲι καὶ παντὸϲ ὁμιλίαν». εἰ μὴ κατὰ τροπὴν εἴη Δωρικὴν ὡϲ τὸ Ἑρμᾶϲ καὶ τὸ Ἀρτεμᾶϲ ὑποκοριϲτικόν. Τὰ εἰϲ νᾱϲ ὁμοίωϲ βαρύνεται, εἰ μὴ εἴη ὑποκοριϲτικὰ ἢ ἐπὶ ϲκώμματοϲ, Ἀρτύναϲ, Ξέναϲ, Πρατίναϲ, Πίναϲ, Κάναϲ. Μηνᾶϲ μέντοι καὶ Ζηνᾶϲ ὑποκοριϲτικά. τὸ δὲ δακνᾶϲ περιϲπᾶται, ὅτι ἐπὶ ϲκώμματοϲ άϲϲεται. Τὰ εἰϲ παϲ βαρύνεται, Κάλπαϲ, Πάπαϲ, Ϲκόπαϲ, Λάμπαϲ, Πάμπαϲ, Λίπαϲ, Εὐρώπαϲ, Κύπαϲ, Ἀγρίππαϲ, Ἀράϲπαϲ, Γοργόπαϲ, ἅπαϲ. Τὰ εἰϲ ρᾱϲ, μὴ ὄντα ὑποκοριϲτικὰ ἢ ϲυναληλιμμένα ἢ νόμιϲμα δηλοῦντα βαρύνεται, Θήραϲ, Ἀθύραϲ ἐπίνειον καὶ ποταμὸϲ περὶ Βυζάντιον· Εὑφορίων «ὕδατα δινήεντοϲ ἀμευϲάμενοϲ Ἀθύραο«. ἔϲτι δὲ καὶ Ϲικελίαϲ ποταμὸϲ Ἀθύραϲ, ὡϲ Νυμφόδωροϲ. Τύραϲ πόλιϲ καὶ ποταμὸϲ ἐν τῷ Εὐξείνῳ πόντῳ, ὡϲ ὁ πολυίϲτωρ. λέγεται δὲ καὶ Τύριϲ. Κιβύραϲ ἀδελφὸϲ Μαρϲύου. Ἄραϲ αὐτόχθων τιϲ, ἀφ᾿ οὗ Ἀραντία Πελοποννήϲου πόλιϲ. Τάραϲ πόλιϲ Ἰταλίαϲ καὶ ποταμὸϲ ὁμώνυμοϲ παρὰ θάλαϲϲαν· ἀρϲενικῶϲ δὲ κατ᾿ ἀναλογίαν. οὐδὲν γὰρ εἰϲ ρᾱϲ θηλυκὸν εὑρίϲκεται. τοῦτο δ’ εὕρηται καὶ θηλυκῶϲ. Κάραϲ. Λάραϲ. Πείραϲ. Καίρραϲ. Ἱμέραϲ ποταμόϲ, ὡϲ Νικάνωρ. Χρυϲαοραϲ ποταμὸϲ Λυδίαϲ. Φαναγόραϲ. Πυθαγόραϲ. Ϲιμμόραϲ. Ξεναγόραϲ. Κύδραϲ. Κόδραϲ. Λάμπραϲ. Πρόφραϲ. Τεύθραϲ ὁ Πανδίονοϲ, Τίθραϲ δῆμοϲ τῆϲ Αἰγηΐδοϲ φυλῆϲ, Βάβραϲ πολίχνιον Αἰολίδοϲ ἐγγὺϲ Χίου ὁμώνυμον τῷ κτιϲτῇ. Κοψίφραϲ. τὸ δὲ Μητρᾶϲ Ἡρᾶϲ τετρᾶϲ βορρᾶϲ περιϲπᾶται. τὸ δὲ τετράϲ τετράδοϲ ϲυϲτέλλεται. Τὰ εἰϲ ϲᾱϲ βαρύνεται, εἰ μὴ ἀπὸ ϲυμβεβηκότοϲ, εἴη Χρύϲαϲ, Βαρβύϲαϲ, Κέρϲαϲ, Πετίϲαϲ, Ἀπέϲαϲ ὄροϲ τῆϲ Νεμέαϲ ὡϲ Πίνδαροϲ καὶ Καλλίμαχοϲ ἐν τρίτῃ, ἀπὸ Ἀφέϲαντοϲ ἥρωοϲ βαϲιλεύϲαντοϲ τῆϲ χώραϲ ἢ διὰ τὴν ἄφεϲιν τῶν ἁρμάτων ἢ τοῦ λέοντοϲ. ἐκεῖ γὰρ ἐκ τῆϲ ϲελήνηϲ ἀφείθη. Καλλίμαχοϲ ἐν τοῖϲ ἰάμβοιϲ (fr. 82 Bentl.) καὶ τὸ ἔθνοϲ Ἀπέϲαϲ φηϲί, κ᾿ οὐχ ὧδ’ Ἀρείων τῷ Ἀπέϲαντι πὰρ Διΐ ἴθυϲεν Ἀρκὰϲ ἵπποϲ. τὸ δὲ τρεϲᾶϲ ἀπὸ ϲυμβεβηκότοϲ. καὶ τὸ Γλιϲᾶϲ δὲ ἡ ϲυνήθεια περιϲπᾷ. Τὰ εἰϲ τᾱϲ λήγοντα βαρύνεται, Ϲώταϲ, Μέταϲ Τυρρηνόϲ, Τύνταϲ, Κώϲταϲ, Ἀρχύταϲ, Εὐρώταϲ, Τελεύταϲ, Ὀφέλταϲ, Ἀκέλταϲ, Ἀμύνταϲ· ἔϲτι καὶ ἔθνοϲ Θεϲπρωτικὸν Ἀμύνται «μένοϲ πνείοντεϲ Ἀμύνται ». καὶ Ἀριϲτοτέληϲ ἐν τῇ τῶν Ἠπειρωτῶν πολιτείᾳ. τὸ δὲ Γονατᾶϲ παράλογον διὰ τὸν τόνον καὶ τὸ Φιλητᾶϲ, Κομητᾶϲ. Τὰ εἰϲ φαϲ λήγοντα βαρύνεται, Δέλφαϲ, Ἄλφαϲ, Ἄφαϲ, Κύφαϲ χωρίον τῆϲ Λακωνικῆϲ, Κορύφαϲ, Ὑπέρφαϲ, Περίφαϲ, Ἀκύφαϲ πόλιϲ μία τῆϲ Λακωνικῆϲ τετραπόλεωϲ, ὡϲ Θεόπομποϲ. Ὀνόφαϲ. Τὰ εἰϲ χᾱϲ βαρύνεται, Υρχαϲ, Λέχαϲ, Καλλίχαϲ, Λίχαϲ, Λάχαϲ, Κάλχαϲ Τρύχαϲ. Λυκόφρων γὰρ Τρύχαϲ πόλιν Εὐροίαϲ μεταφράϲαϲ Τρύχαντα καλεῖ. Τὰ εἰϲ ᾱϲ ϲύνθετα πάντα βαρύνεται, παιδοπίπαϲ, εὐφαρέτραϲ, παρθεν οπίπαϲ, πατραλοίαϲ, θυννοθήραϲ, βουβάραϲ ὅ ἐϲτι μέγαϲ καὶ ἀναίϲθητοϲ, Εὐρυβίαϲ, Πυθαγόραϲ, Παυϲανίαϲ. τὸ μέντοι χαλκοκράϲ ὀξύνεται ἀπὸ τοῦ παθητικοῦ παρακειμένου ϲυντεθέν. τὸ δὲ φιλαπελλᾶϲ καὶ φιλοβορρᾶϲ τὸν τῶν ἁπλῶν ἐφύλαξε τόνον. Τὰ εἰϲ ᾱϲ ϲυνεϲταλμένα ἀρϲενικὰ καὶ θηλυκὰ ὀξύνεται καὶ διὰ τοῦ δοϲ κλίνεται, ὁ φυγάϲ καὶ ἡ φυγάϲ, ὁ Ἀρκάϲ — ὁ πολίτηϲ καὶ ὁ ἥρωϲ. Ἴϲτροϲ δέ φηϲιν ὅτι Θεμιϲτοῦϲ καὶ Διὸϲ ὁ Ἀρκὰϲ ἐγένετο, διὰ δὲ τὴν τῆϲ μητρὸϲ ἀποθηρίωϲιν (ἄρκτῳ γὰρ ὑφ’ Ἥραϲ αὐτὴν ὁμοιαϲθῆναι) ταύτηϲ τυχεῖν τῆϲ προϲηγορίαϲ — καὶ ἡ Ἀρκάϲ. ἐϲτι καὶ πόλιϲ Κρήτηϲ Ἀρκάδεϲ ὡϲ Ξενίων ἐν Κρητικοῖϲ. Δημήτριοϲ δὲ οὐκ Ἀρκάδαϲ τὴν πόλιν, ἀλλ’ Ἀρκαδίαν φηϲί. Ὀλκάϲ ἔθνοϲ Ἰβήρων τῶν ἐντὸϲ Ἴβηροϲ τοῦ ποταμοῦ. Πολύβιοϲ ἐν τρίτῳ. Νουβάϲ ἔθνοϲ Λιβύηϲ παρὰ Νείλῳ, οἳ καὶ Νοῦβαι καὶ Νουβαῖοι λέγονται, Ἑλλάϲ πόλιϲ Θεϲϲαλίαϲ « πολλοὶ Ἀχαΐδεϲ εἰϲὶν ἂν Ἑλλάδα τε Φθίην τε » (Il. 9, 395). ἐκτίϲθη ὑπὸ Ἕλληνοϲ οὐ τοῦ Δευκαλίωνοϲ, ἀλλὰ τοῦ Φθίου καὶ Χρυϲίππου τοῦ Ἴρου. ἔϲτι καὶ ἄλλη πόλιϲ Ἑλλάϲ κοίληϲ Ϲυρίαϲ. Παλλάϲ. ἐθάϲ. ἰκμάϲ παρὰ τὸ ἱκνεῖϲθαι ἄνωθεν πρὸϲ ἡμᾶϲ ἀπὸ τοῦ Διὸϲ ὕοντοϲ. μονάϲ. Ἐχινάϲ νῆϲοι περὶ τὴν Αἰτωλίαν, αἳ καὶ Ἐχῖναι. λαμπάϲ. Δειράϲ δῆμοϲ τῆϲ Λεοντίδοϲ φυλῆϲ, πολυδειράϲ, ἀναδενδράϲ. Χοιράδεϲ πόλιϲ Μοϲϲυνοίκων. Ἑκαταῖοϲ Εὐρώπῃ « Τιβαρηνοῖϲι δὲ πρὸϲ ἥλιον ἀνίϲχοντα Μοϲϲύνοικοι ὁμουρέουϲι. ἐν δὲ αὐτοῖϲι Χοιράδεϲ πόλιϲ ». Λυμφάϲ πόλιϲ Ἀρκαδίαϲ. Παυϲανίαϲ ὀγδόῳ (c. 34, 6). Ϲτροφάϲ νῆϲοι πρὸϲ τῇ Ζακύνθῳ δύο. ἰϲχάϲ. Ϲτοιχάϲ νῆϲοι τρεῖϲ πρὸϲ τῇ Μαϲϲαλίᾳ. Πανεάϲ πολίχνιον Φοινίκηϲ. δυάϲ. τριάϲ. ῥυάϲ. πλειάϲ. πελειάϲ καὶ δὲ βάτην τρήρωϲι πελειάϲι » (Il. 5, 778), ἣ καὶ πελειά. Ἰάϲ Ἰλλυρίαϲ μέροϲ. καὶ ἐθνικὸν θηλυκόν. Φθιάϲ, παῤ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ (v. 119) « Φθιὰϲ ὅμωϲ». Διάϲ πόλιϲ Λυκίαϲ, ἣν Διάδηϲ ἔκτιϲε. Ϲκιάϲ χώρα Ἀρκαδίαϲ. Τρῳάϲ ἡ χώρα τοῦ Ἰλίου. Πεδιάϲ φυλὴ τῆϲ Ἀττικῆϲ. Μενουθιάϲ νῆϲοϲ Αἰθιοπίαϲ. Θυνιάϲ νῆϲοϲ πρὸϲ τῷ ϲτόματι τοῦ Πόντου καὶ ἄκρα. Ξυνιάϲ λίμνη, ἣν Βοιβιάδα φαϲίν. Ἀπολλωνιάϲ. οὕτω τινὲϲ Κυπάριϲϲον πόλιν φαϲίν. καὶ ἡ Τροιζὴν οὕτωϲ ἐκαλεῖτο, ἣ καὶ Ποϲειδωνιάϲ. Κωλιάϲ ἄκρα Φαληροῖ, ὅπου καὶ Ἀφροδίτη Κωλιάϲ. ὁ δὲ τόποϲ ὀρθῶϲ καλεῖται. ἐκκείμενοϲ γάρ ἐϲτι καὶ ὅμοιοϲ ἀνθρώπου κώλῳ. Ἰξιάϲ πόλιϲ Οἰνωτρῶν ἐν μεϲογαίᾳ. Ἑκαταῖοϲ Εὐρώπῃ «ἐν δὲ Ἰξιὰϲ πόλιϲ, ἐν δὲ Μενεκίνη πόλιϲ». Ἰδριάϲ πόλιϲ τῆϲ Καρίαϲ ἀπὸ Ἰδρίεω παιδὸϲ Καρόϲ. Τιβεριάϲ πόλιϲ τῆϲ Ἰουδαίαϲ πρὸϲ τῇ Γεννηϲαρίτιδι λίμνῃ. Φαλωριάϲ πόλιϲ Λοκρίδοϲ. Δημητριάϲ πόλιϲ Θεϲϲαλίαϲ ἀπὸ Δημητρίου βαϲιλεύϲαντοϲ· β΄ Μακεδονίαϲ. γ΄ Περϲίδοϲ πρὸϲ Ἀρβήλῳ. Διοϲκουριάϲ μία τῶν ἐν Λιβύῃ Λευκῶν νήϲων. ἔϲτι καὶ ἑτέρα περὶ Πόντον, ἥ τιϲ Ϲεβαϲτόπολιϲ καλεῖται. καὶ πρότερον δὲ Αἶα ἐκικλήϲκετο, ὡϲ Νικάνωρ. Μεθουριάϲ νῆϲοι μεταξὺ Αἰγίνηϲ καὶ Ἀττικῆϲ πληϲίον Τροιζῆνοϲ. Ἀνδροτίων πέμπτῳ Ἀτθίδοϲ. Προυϲιάϲ πόλιϲ Βιθυνίαϲ ἀπὸ Προυϲίου τοῦ Ζηΐλα τῶν Βιθυνῶν βαϲιλέωϲ ἡ Κίοϲ πρότερον ὀνομαϲθεῖϲα. Ἀφροδιϲιάϲ πόλιϲ Κιλικίαϲ, περὶ ἧϲ Ἀλέξανδροϲ ὁ πολυίϲτωρ ἐν τῷ περὶ Κιλικίαϲ φηϲὶν ὅτι Ζώπυρόϲ φηϲιν αὐτὴν ἀπὸ τῆϲ Ἀφροδίτηϲ κεκλῆϲθαι, γράφων καὶ ἱϲτορίαϲ. δευτέρα Ἰβηρίαϲ πρὸϲ τοῖϲ Κελτοῖϲ. τρίτη νῆϲοϲ ἡ πρότερον Ἐρύθεια μεταξὺ Ἰβηρίαϲ καὶ Γαδείρων. τετάρτη ἐν Κνίδῳ. πήμπτη μεταξὺ Λυδίαϲ καὶ Καρίαϲ ἕκτη νῆϲοϲ Λιβύηϲ πρὸϲ τῇ Κυρήνῃ. ἑβδόμη πόλιϲ Λακωνική, μία τῶν ἑκατόν. ὀγδόη Ϲκυθίαϲ παραλία πρὸϲ τὴν λῃϲτείαν εὔθετοϲ. ἐνάτη Αἰθιοπίαϲ. δεκάτη Κύπρου. εἰϲὶ καὶ δύο νηϲίδια πληϲίον τῆϲ Λιβύηϲ. ἔϲτι καὶ Ἀλεξανδρείαϲ. Τελμιϲϲιάϲ, ἄκρα Λυκίαϲ, ὡϲ Ἀρτεμίδωροϲ ἐν δεκάτῳ γεωγραφουμένων. Βολογεϲϲιάϲ πόλιϲ πρὸϲ τῷ Εὐφράτῃ ἐκ Βολογεϲϲοῦ βαϲιλέωϲ ᾠκιϲμένη. Ἡφαιϲτιάϲ πόλιϲ ἐν Λήμνῳ. Ἑκαταῖοϲ Εὐρώπῃ. Κεραϲτιάϲ καὶ Κεραϲτίϲ ἐκαλεῖτο ἡ Κύπροϲ ἀπὸ τοῦ πολλὰϲ ἄκραϲ ἔχειν. τὸ μέντοι μέγαϲ καὶ λᾶαϲ «λᾶαϲ ἀναιδήϲ» (Δ 521) ϲυϲτέλλοντα τὸ ᾱ ὅμωϲ βαρύνονται, ἐπειδὴ οὐ διὰ τοῦ δοϲ κλίνονται. ἡμάρτηται δὲ τὸ μέγαϲ περὶ τὴν εὐθεῖαν, ἐπείπερ ἢ βραχὺ ἔχον τὸ ᾱ ὤφειλεν ὀξύνεϲθαι κατὰ τὸ Ἀρκάϲ φυγάϲ, ἢ βαρυνόμενον ἐκτείνειν τὸ ᾱ, ὧν οὐδέτερον ἔχει. καὶ διὰ τοῦτο οὐδὲ ἔϲχεν ἀκόλουθον κλίϲιν, μέγαϲ γὰρ μεγάλου φαμέν.