ΤΑ ΕΙϹ ν. ΒΙΒΛΙΟΝ α΄. Τὰ εἰϲ αν λήγοντα ἁπλᾶ ὀνόματα ὀξύνεϲθαι θέλει, ἐπ᾿ εὐθείαϲ πτώϲεωϲ μὴ τροπὴν ἀναδεξάμενα ἀπὸ τῶν εἰϲ ην βαρυτόνων οἷον Παιάν, Ἰάν, Δωριάν, Ἀλκμάν, τιτάν, πελεκάν. Ἀθαμάν ἔθνοϲ Ἰλλυρίαϲ, οἱ δὲ Θετταλίαϲ. Ἀζάν ὁ Ἀρκάδοϲ καὶ ἔθνοϲ τῆϲ Ἀρκαδίαϲ· λέγεται δὲ καὶ Ἀζήν. Ἀγριάν ἔθνοϲ Παιονίαϲ, ὡϲ ἐν τῷ ἐπιγράμματι γραφέντι εἰϲ Νεοπτόλεμον Πιϲίδην οὕτωϲ εἰμὶ Νεοπτόλεμοϲ Κρεϲϲοῦ, τριϲϲῶν δ᾿ ἕν᾿ ἀδελφῶν ἔϲταϲαν Τλωεῖϲ, κῦδοϲ ἐμὸν δόρατοϲ· οὕνεκεν ὢν Πιϲίδαϲ καὶ Παίοναϲ ἠδ᾿ Ἀργιᾶναϲ καὶ Γαλάταϲ τόϲϲουϲ ἀντιάϲαϲ ϲτόρεϲα. Αἰνιάν ἔθνοϲ Πεῤῥαιβῶν· λέγονται δὲ καὶ Αἰνιεῖϲ. ἐκαλοῦντο δὲ καὶ Μηλιεῖϲ οἱ αὐτοί. Ϲτράβων δὲ ἐν τῇ ἑνδεκάτῃ (p. 508) φηϲὶν ἐν τῷ Πόντῳ Αἰνιᾶναϲ ἄλλουϲ εἶναι, οὓϲ καλεῖϲθαι νῦν Παρϲίουϲ· καὶ εἰ μὲν ἀπὸ τοῦ κυρίου Αἰνιᾶνοϲ γέγονεν, εὔλογοϲ ἡ ὁμοφωνία αὐτοῦ ὡϲ τὸ Τρώϲ καὶ Ἀχαιόϲ μὴ ὁμοφωνοῦντοϲ τοῦ Τευκρόϲ καὶ Γραικόϲ· εἰ δὲ παρὰ τὴν πόλιν Αἰνίαν, εὑρεθήϲεται πρότερον Αἴνιοϲ ὡϲ τῆϲ Λυκίαϲ Λύκιοϲ, εἶτα διὰ τὴν ὁμοφωίαν τοῦ ποταμοῦ πρὸϲ διάκριϲιν Αἰνιάν γενέϲθαι ὡϲ μέγιϲτοϲ μεγιϲτάν καὶ ἄλκιμοϲ Ἀλκιμάν, ὅθεν ὁ Ἀλκμάν, καὶ νέοϲ νεάν, ὅθεν ἡ νεᾶνιϲ καὶ νεανίαϲ. Ἀκαρνάν ὁ ἥρωϲ καὶ ἔθνοϲ πρὸϲ τῷ Ἀχελῴῳ. Ἀρκτάν ἔθνοϲ Ἠπειρωτικόν. Ῥιανὸϲ ἐν τετάρτῃ Θεϲϲαλικῶν. Ἀτιντάν υἱὸϲ Μακεδόνοϲ καὶ ἔθνοϲ Μακεδονίαϲ. Βραχμάν Ἰνδικὸν ἔθνοϲ ϲοφώτατον, οὓϲ καὶ Βράχμαϲ καλοῦϲιν. Γινδάν ἔθνοϲ Λιβυκὸν λωτοφάγον «οἳ τὸν καρπὸν μόνον τοῦ λωτοῦ ἐϲθίοντεϲ ζῶϲι » (Herodot. IV, 177). Δυμάν ὁ υἱὸϲ Αἰγιμίου, ὡϲ Ἔφοροϲ α΄ «Αἰγίμιοϲ γὰρ ἦν τῶν περὶ Οἴτην Δωριέων βαϲιλεύϲ. ἔϲχε δὲ δύο παῖδαϲ Πάμφυλον καὶ Δυμᾶνα καὶ τὸν τοῦ Ἡρακλέουϲ Ὕλλον ἐποιήϲατο τρίτον, χάριν ἀποδοὺϲ ἀνθ᾿ ὧν Ἡρακλῆϲ ἐκπεπτωκότα κατήγαγεν» καὶ Δυμᾶνεϲ φυλὴ Δωριέων. Ἐγχελᾶνεϲ ἔθνοϲ Ἰλλυρίαϲ οἱ αὐτοὶ τοῖϲ Ἐγχελέαιϲ, ὡϲ Μναϲέαϲ ἐν γ τῶν περιηγήϲεων. λέγεται δὲ Ἐγχελέαι ἀπὸ τοῦ Ἐγχελέηϲ ἢ Ἐγχελέαϲ· λέγονται δὲ καὶ Ἐγχελεῖϲ ἢ ἀπὸ τοῦ Ἐγχελήϲ ἢ ἀπὸ τοῦ Ἐγχελεύϲ. Εὐρυτάν ἔθνοϲ Αἰτωλικόν. Λυκόφρων «μάντιν δὲ νεκρὸν Εὐρυτὰν ϲτέψει λεώϲ» (v. 799). Λυκάν ἐκ τοῦ Λυκάων κατὰ ϲυγκοπὴν ὡϲ Ἰάν ἐκ τοῦ Ἰάων. Φαράν πόλιϲ μεταξὺ Αἰγύπτου καὶ Ἀραβίαϲ. Ἀρετάν ποταμὸϲ Κροτωνιάδοϲ χώραϲ παρὰ τὴν Ἀρέταν τὴν γυναῖκα Ἀλκίμου, ἧϲ περιῤῥεῖ τὸ μνῆμα, ὡϲ μαρτυρεῖ Φιλοϲτέφανοϲ. Τὰ εἰϲ αν ϲύνθετα ἀπὸ ἁπλῶν ῥητῶν πάντα βαρύνονται οἷον εὐπαίαν, Αἰγίπαν, Ἑρμόπαν, Ἀντίπαν, Εὐήπαν, Τιτανόπαν, Αἰνοτίταν. τὸ δὲ καρβάν ὀξύνεται καὶ ὅϲα μὴ ἀπὸ ἁπλῶν ῥητῶν. Τὰ εἰϲ αν λήγοντα ἢ καθαρεύειν ἐθέλει ὡϲ τὸ Παιάν Ἰάν ἢ ἓν ἔχειν ϲύμφωνον πρὸ τοῦ α ὡϲ τὸ Λυκάν Ἀζάν, ἢ δύο καὶ ταῦτα ἢ κατὰ ϲύλληψιν ὡϲ τὸ ἰδμάν μεγιϲτάν ἢ κατὰ διάϲταϲιν ὡϲ τὸ Πορθάν Πελλάν, οὐδέποτε δὲ τρία· ϲεϲημείωται τὸ Ἀλκμάν ἔχον τρία ϲύμφωνα καὶ κατὰ ϲύλληψιν καὶ κατὰ διάϲταϲιν· καὶ δηλονότι πλεοναϲμὸϲ ἐγένετο ϲυμφώνου ἐν τῷ ὀνόματι· εἰ γὰρ παρὰ τὴν ἀκμήν ἐγένετο, πεπλεόνακε τὸ λ, εἰ δὲ παρὰ τὴν ἀλκήν, πεπλεόνακε τὸ μ· εἰ δὲ παρὰ τὸ ἄλκιμοϲ, ἐν ϲυγκοπῇ γέγονεν· τῷ γὰρ κύριον εἶναι τὸ ὄνομα οὐκ εὐθύνεται ὑπὸ τοῦ ϲημαινομένου. Τὰ εἰϲ αν οὐ παραλήγονται τῇ ει διφθόγγῳ οἷον Ἀλκμάν, Παιάν· τὸ γὰρ Ἀργείαν, ἔϲτι δὲ ὄνομα ὄρουϲ Μεϲϲηνίαϲ, ἀπὸ τοῦ Ἀργεῖοϲ ἔχει τὴν δίφθογγον. Τὰ εἰϲ ην λήγοντα μὴ ϲυντεθειμένα ἀπὸ τῶν εἰϲ ην ῥητῶν, εἰ ἔχοι πρὸ τοῦ ην δαϲὺ ϲύμφωνον ἢ ψιλόν, ὀξύνεϲθαι θέλει οἷον ἀχήν, λειχήν, αὐχήν, Κηφήν ἀπὸ Κηφέωϲ τοῦ πατρὸϲ Ἀνδρομέδαϲ ὁ Αἴθιοψ, Ὀρφήν. in huiuscemodi tamen terminatione (sc. ευϲ) quae dam inveniuntur mutatione eus diphthongi in es longam prolata ut Ἀχιλλεύϲ Achilles, Περϲεύϲ Perses, Οὐλιξεύϲ Ulixes, in quo Doris sequimur, qui pro Φυλεύϲ Φύληϲ, pro Ὀρφεύϲ Ὄρφηϲ et Ὀρφήν dicunt, pro Τυδεύϲ Τύδηϲ. Sic Antimachus in I Thebaidos: «Τύδηϲ τ᾿ Οἰνείδηϲ» et vocativum in e productam: « τὸν καὶ φωνήϲαϲ προϲέφηϲ, Οἰνήϊε Τόδη» teste Herodiano, qui hoc ponit in I Catholicorum. similiter lbycus ὀνομακλυτὸϲ Ὀρφήν dixit (Priscian. lib. VI c. 92 p. 276 Hertz.). Κωφήν πόλιϲ οὐκ ἄπωθεν Μαϲϲαγετῶν, ἣ καὶ Ἀραχωϲία καλεῖται. Τὰ εἰϲ ην ἔχοντα ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ τὸ α ἤτοι μόνον ἢ καὶ ϲὺν ἑτέρῳ φωνήεντι διϲύλλαβα ὀξύνεται, εἰ μὴ ἔχοι οὐδετέρου παραϲχηματιϲμὸν οἷον Ἀγήν, αὐχήν, ἀτμήν, ἀπτήν, ἀκτήν, ἁδήν ἡ νόϲοϲ. Τὰ εἰϲ ην λήγοντα ἔχοντα πρὸ τοῦ η τὸ ϲ ἢ διπλοῦν ϲύμφωνον μὴ παραληγόμενον τῇ ου διφθόγγῳ ὀξύνεϲθαι θέλει, εἰ μὴ παραϲχηματίζοιτο οὐδετέρῳ γένει οἷον ἐϲϲήν ὁ οἰκιϲτήϲ «Μυρμιδόνων ἐϲϲῆνα» Καλλίμαχοϲ. καμαϲήν ὁ ἰχθῦϲ, Δαμαϲήν, ἐρϲήν, Αἰζήν, Ταντάλου παῖϲ, ἀφ᾿ οὗ ἐν Φρυγίᾳ πόλιϲ Αἰζανοί. Ἀζήν ἔθνοϲ τῆϲ Ἀρκαδίαϲ ὃ καὶ Ἀζάν, ἀζήν ὁ πώγων κατὰ Φρύγαϲ, ἀψήν. Τροιζήν καὶ ὁ κτιϲτὴϲ καὶ ἡ πόλιϲ. εὑρίϲκεται γὰρ καὶ πόλεϲιν ὁμοφωνοῦντα τὰ τῶν κτιϲτῶν ὀνόματα· Κάμικοϲ Κολοφών Κόρινθοϲ Κῶϲ Ϲικυών Κύρνοϲ Λέϲβοϲ· οὕτωϲ καὶ Τροιζήν· ἔϲτι δὲ πόλιϲ Πελοποννήϲου· ἔϲτι καὶ ἄλλη Τροιζήν ἐν Μαϲϲαλίᾳ τῆϲ Ἰταλίαϲ, ἣν Χάραξ Τροιζηνίδα χώραν φηϲίν. Τὰ εἰϲ λην, λήγοντα ὀξύνεται βαλλήν οὕτωϲ ὁ βαϲιλεύϲ, Τελλήν, Ὠλήν, ϲωλήν, κωλήν, ϲτελήν. ϲεϲημείωται τὸ Ἕλλην βαρυνόμενον. Τὰ εἰϲ ην ἁπλᾶ ἔχοντα δεδιπλαϲιαϲμένον ϲύμφωνον ὀξύνεται ἐϲϲήν, ὀϲϲήν, Τελλήν, βαλλήν πλὴν τοῦ Ἕλλην καὶ ὁ ἥρωϲ καὶ τὸ ἔθνοϲ. τὸ δὲ ἄρρην ἀττικῶϲ ἀπὸ τοῦ ἄρϲην γέγονε. Τὰ εἰϲ ην κατ᾿ ἐπιπλοκὴν δύο ϲυμφώνων ὀξύνεται, πυθμήν, Κεβρήν ποταμόϲ, ἀφ᾿ οὗ Κεβρηνία χώρα τῆϲ Τρψάδοϲ. Δίδυμοϲ δὲ Κεβρῆνα τὴν πόλιν φηϲίν — πλὴν τοῦ Ἕκτην, ὃ ἔχει τὴν πρὸ τέλουϲ καὶ διὰ τριῶν ϲυμφώνων Ἔγκτην. Ἔγκτηνεϲ δὲ ἐλέγοντο οἱ μετὰ τοὺϲ Ὕανταϲ τὴν Βοιωτίαν οἰκήϲαντεϲ. Τὰ εἰϲ ην ἔχοντά τι τῶν μέϲων πρὸ τοῦ η ὀξύνεται, ὁπότε διχρόνῳ παραλήγοιτο ἢ φύϲει μακρᾷ οἶον Ὠγήν, ἁδήν, ταγήν ὁ ἀτταγήν, τριβήν ὁ τρίπουϲ. Τὰ εἰϲ ην ὑπὲρ δύο ϲυλλαβὰϲ χαίρουϲι τῇ ὀξείᾳ οἷον ἀτταγήν, κορδυὴν, μαριθήν, δοθιήν, ἠλακατήν ὄνομα ἰχθύοϲ κητώδουϲ καὶ κύριον. Ἀραδήν πόλιϲ Κρήτηϲ, Ἀραφήν εἶϲ τῶν ἑκατὸν ἡρώων καὶ δῆμοϲ Αἰγηΐδοϲ φυλῆϲ, Κεφαλλήν ἔθνοϲ ἀπὸ Κεφάλου τοῦ Δηϊονέωϲ κληθέν, κεῖται δὲ παρὰ Ϲοφοκλεῖ ἐν τῷ «ὦ ξεῖνε Κεφαλλήν». γίνεται δὲ παρὰ τὸ Κέφαλοϲ Κεφαλήν ὡϲ παρὰ τὸ κῶλοϲ κωλήν, μέγιϲτοϲ μεγιϲτήν καὶ μεγιϲτάν. ἡ δὲ παλαιὰ χρῆϲιϲ ἅπαϲα ἔχει τοὺϲ Κεφαλλῆναϲ καὶ τὴν Κεφαλληνίαν ἐν δυϲὶ λλ — πλὴν τοῦ περπέρην. Τὰ εἰϲ ην ἀπὸ ῥητῶν ἤτοι διαλεγομένων τῶν εἰϲ ην βαρύνεται οἷον Ἕλλην φιλέλλην, Πανέλληνεϲ ὡϲ Παναχαιοί ἀπὸ μέρουϲ τὸ πᾶν ὡϲ παρὰ τῷ ποιητῇ «Λέλεγαϲ καὶ Τρῶαϲ ἀναίρειν » (Il. 20, 96). Ἕλληνεϲ γὰρ παῤ αὐτῷ οἱ τὴν Φθιῶτιν Ἑξλλάδα κατοικοῦντεϲ «Μυρμιδόνεϲ δὲ καλεῦνται καὶ Ἕλληνεϲ καὶ Ἀχαιοί» (Il. 2, 684), εἴρην μελλείρην, ποιμήν ἀρχιποίμην, αὐχήν ἐριαύχην, ῥήν πολύρρην παρὰ τῷ τὰ Ναυπακτικὰ ποιήϲαντι· ἀλλ᾿ ὃ μὲν οὖν ἀπάνευθε θαλάϲϲηϲ εὐρυπόροιο οἰκία ναιετάαϲκε πολύῤῥην, πουλυβοώτηϲ. τούτου καὶ πληθυντικὸν παρὰ τῷ ποιητῇ (I 154) ἐν δ᾿ ἄνδρεϲ ναίουϲι πολύῤῥηνεϲ, πολυβοῦται. Τὰ εἰϲ μην ὀξύνεται, εἰ μὴ ϲύνθετα ἀπὸ ἁπλῶν εἴη τῶν εἰϲ μην, Δαμήν· ἔϲτι δὲ Ἀργολικὸϲ ϲυγγραφεύϲ. λιμήν, ὑμήν, ποιμήν· ἔϲτι καὶ Ποιμήν ὄροϲ τῆϲ Ποντικῆϲ, ἀφ᾿ οὗ καταῤῥεῖ ὁ Παρθένιο ϲχίζων τὴν Ἄμαϲτριν, πυθμήν, ἀϋτμήν. Τὰ εἰϲ ρην καθαρὸν μὴ ἔχοντα πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ τὸ ε φωνῆεν καταλήγουϲαν ὀξύνεται, Ϲειρήν, Πειρήν καθ᾿ Ἡϲίοδον πατὴρ Ἰοῦϲ, πυρήν, πλὴν τοῦ ἄῤῥην. Τὰ εἰϲ ρην καθαρὸν τῷ ε παραλήγοντα παροξύνεται, Γέρην πόλιϲ καὶ κώμη Λέϲβου ἀπὸ Γέρηνοϲ τοῦ Ποϲειδῶνοϲ. τὸ ἐθνικὸν ὁμοφώνωϲ, τέρην, Θέρην ποταμόϲ, περπέρην. Τὰ εἰϲ ιν δικατάληκτα ἁπλᾶ μὲν ὀξύνεται, δελφίν καὶ δελφίϲ, Τελχίν καὶ Τελχίϲ. Τελχῖνεϲ δὲ ἐλέγοντο οἱ Κρῆτεϲ. εἰϲὶ δὲ καὶ φθονεροὶ δαίμονεϲ οἰκήϲαντεϲ τὴν Ῥόδον· λέγονται δὲ καὶ Τελχῖνεϲ θηλυκῶϲ αἱ ὑπὸ πληγῆϲ εἰϲ θάνατον καταφοραί· ἔϲτι δὲ καὶ Τελχίϲ πόλιϲ Αἰθιοπίαϲ πρὸϲ τῇ Λιβύῃ. Ϲαλαμίν καὶ Ϲαλαμίϲ, Ἐλευϲίν καὶ Ἐλευϲίϲ δῆμοϲ τῆϲ Ἱπποθοωντίδοϲ φυλῆϲ, ἀκτίν καὶ ἀκτίϲ. Τούτοιϲ ὅμοιον καὶ τὸ Ἀβοριγῖνεϲ ἔθνοϲ Ἰταλικόν, ὡϲ Ἰόβαϲ ἐν Ῥωμαϊκῆϲ ἱϲτορίαϲ πρώτῳ· «μέχρι μὲν οὖν τοῦ Τρωϊκοῦ πολέμου τὴν ἀρχαίαν Ἀβοριγίνων ὀνομαϲίαν διέϲωζον, Λατίνου δὲ βαϲιλεύϲαντοϲ οὕτωϲ προϲηγορεύθηϲαν». τὰ αὐτὰ καὶ Χάραξ. εἰκὸϲ οἴεϲθαί τιναϲ τούτου τὴν κλίϲιν ἀπὸ τῆϲ Ἀβοριγῖνοϲ εὐθείαϲ ὡϲ Λεοντῖνοϲ Ἀκραγαντῖνοϲ. ἀλλὰ Διονύϲιοϲ ὁ Ἁλικαρναϲϲεὺϲ Ἀβοριγῖνεϲ καὶ Ἀβοριγῖϲι φηϲὶν ὡϲ δελφῖϲιν. ἔϲτι δὲ καὶ ἄλλη κλίϲιϲ ἐν χρηϲμῷ κειμένη, ὃν αὐτὸϲ παρατίθηϲιν (I 19). ὡϲ γὰρ ἀπὸ τοῦ ναῦται ναυτέων, οὕτωϲ Ἀβοριγίναι Ἀβοριγινέων· ἔχει δ᾿ ὁ χρηϲμὸϲ οὕτωϲ· ϲτείχετε μαιόμενοι Ϲικελῶν Ϲατουρνίαν αἶαν, ἠδ᾿ Ἀβοριγινέων Κοτύλην, οὗ νᾶϲοϲ ὀχεῖται, οἷϲ ἀναμιχθέντεϲ δεκάτην ἐκπέμψατε Φοίβῳ, καὶ κεφαλὰϲ Κρονίδῃ καὶ τῷ πατρὶ πέμπετε φῶτα. ἀλλ᾿ αὐτὸϲ τῷ χρηϲμῷ μὴ πειθόμενοϲ ταῖϲ προειρημέναιϲ ἐχρήϲατο κλίϲεϲιν. ϲύνθετα δὲ βαρύνεται, εὐάκτιν, χρυϲάκτιν, τριγλώχιν ὡϲ παρὰ Ϲιμωνίδῃ «τριγλώχιν ὀϊϲτόϲ» καὶ παρὰ Καλλιμάχῳ «τριγλώχιν ὀλοῷ νῆϲοϲ ἐπ᾿ Ἐγκελάδῳ». Τὰ εἰϲ υν λήγοντα βαρύνεται ἐξαιρέτωϲ παρὰ τοῖϲ Αἰολεῦϲιν, Φόρκυν, Πόλτυν, Γόρτυν ὄνομα ἥρωοϲ καὶ πόλιϲ Κρήτηϲ, Κότυν, Κάπυν, μόϲυν, τέκτυν ὁ τέκτων, κίνδυν· οὕτω δὲ ἔφη Ϲαπφὼ τὸν κίνδυνον· ὁ γοῦν Ἀλκαῖοϲ τὴν δοτικὴν ἔφη τῷ κίνδυνι. Τὰ εἰϲ ων τοὺϲ τρεῖϲ ἐπιδέχεται τόνουϲ, τὰ μὲν γὰρ ὀξύνεται ὡϲ αἰών, τὰ δὲ βαρύνεται ὡϲ Πλάτων, τὰ δὲ περιϲπᾶται ὡϲ Ξενοφῶν. Τὰ εἰϲ ων ἀρϲενικὰ διϲύλλαβα παραληγόμενα α βραχεῖ ἢ ε βαρύνεται, μὴ ὄντα περιεκτικά, Ξάων, Κάων, Κρέων, Θέων, Κλέων, λέων, Νέων, νεών δὲ ὡϲ περιεκτικόν· ὡϲαύτωϲ δὲ καὶ Νεών πόλιϲ Φωκίδοϲ. Ἡρόδοτοϲ ὀγδόῃ (c. 32). Τὰ εἰϲ ων παραληγόμενα α μακρῷ βαρύνεται, Ἄων ἔθνοϲ Βοιωτίαϲ, Δάων ἔθνοϲ τῆϲ Ἰνδικῆϲ ἀπὸ Δάονοϲ, Χάων ἔθνοϲ Ἠπείρου. Ἑλλάνικοϲ ἱερειῶν Ἥραϲ τρίτῳ «Ἀμβρακιῶται καὶ οἱ μετ’ αὐτῶν Χάονεϲ καὶ Ἠπειρῶται». καὶ ὁ Πρόξενοϲ δὲ καταλέγων αὐτούϲ φηϲι· «Χάονεϲ, Θεϲπρωτοί, Τυμφαῖοι, Παραυαῖοι, Ἀμύμονεϲ, Ἄβαντεϲ, Καϲϲωποί». Ἰάων, Κατάων ἔθνοϲ Καππαδοκίαϲ, ὡϲ Ϲτράβων (12 p. 533), Βαγαδάων ἔθνοϲ Καππαδοκίαϲ, Λυκάων ἔθνοϲ Λυκίαϲ τε καὶ Ἰϲαυρίαϲ ὁμοφώνωϲ τῷ κτιϲτῇ, ὀπάων, Μαχάων, Ποϲειδάων, Ἀρετάων, Ἱκετάων, Ἀμυθάων ὁ Κρηθέωϲ. Τὰ εἰϲ ων ἀρϲενικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα ε βαρύνεται, ὁπότε μὴ εἴη περιεκτικὰ ἢ μέροϲ ϲώματοϲ ϲημαίνοντα ἢ ὑποκοριϲτικά, Γελέων· Γελέοντεϲ δέ εἰϲι φυλὴ παλαιά, μία τῶν τεϲϲάρων τῶν ἀπὸ Ἴωνοϲ παίδων, Ἀλκμέων, Τυφέων, Ποϲειδέων, ἐξ οὗ Ποϲειδῶν ϲυνῃρέθη — τὸ δὲ Ποϲειδεών ὄνομα μηνὸϲ ὀξύνεται — τὸ ἀνδρεών, παρθενεών ἐϲτι περιεκτικά, τὸ δὲ ἀνθερεών καὶ κενεών μέροϲ ϲώματοϲ ϲημαίνει, καὶ τὸ πορθεών, λυμεών, ἀπατεών ὑποκοριϲτικά, τὸ δὲ Ἐλεών πόλιϲ τῆϲ Ταναγρικῆϲ θηλυκόν ἐϲτι, ὡϲ καὶ Μεδεών πόλιϲ, ᾗ ϲυμφωνεῖ τὸ κύριον Μεδεών. τούτῳ δὲ ϲυνηκολούθῃϲε Ξυπετεών ὁ οἰκήτωρ δήμου Ξυπετῆϲ. Τὰ εἰϲ ων ὑπὲρ δύο ϲυλλαβὰϲ τὸ η παραλήγοντα βαρύνεται, προπρήων, ξυνήων, παιήων, Ἰήων. Τὰ εἰϲ των πατρωνυμικὰ καὶ ἐθνικὰ καὶ ὑποκοριϲτικὰ βαρύνονται, Κρονίων, Πριαμίων, Μολίων, Αἰολίων· οἱ γὰρ τὴν Λέϲβον κατοικοῦντεϲ Αἰολεῖϲ καὶ Αἰολίωνεϲ ὀνομάζονται. Βουπραϲίων ὁ Βουπράϲιον πόλιν τῆϲ Ἤλιδοϲ κατοικῶν, λέγεται δὲ καὶ Βουπράϲιοϲ καὶ Βουπραϲιεύϲ, Ὠϲτίων ἔθνοϲ παρὰ τῷ δυτικῷ ὠκεανῷ, οὓϲ Κοϲϲίνουϲ Ἀρτεμίδωρόϲ φηϲι, Πυθέαϲ δὲ Ὠϲτιαίουϲ «τούτων δ’ ἐξ εὐωνύμων οἱ Κόϲϲινοι λεγόμενοι Ὠϲτίωνεϲ, οὓϲ Πυθέαϲ Ὠϲτιαίουϲ προϲαγορεύει». Ἡφαιϲτίων, Ξενίων, Μοϲχίων, Μελανίων, Πορφυρίων, Τυραννίων. Τὰ διὰ τοῦ ιων ι βραχεῖ παραληγόμενα βαρύνεται, Δίων, Ἴων τὸ κύριον καὶ τὸ ἐθνικόν, Ἠμαθίων, Ἐνδυμίων, Ἠετίων, Εὐρυτίων, Εὐρυθαλίων, Ἀϲτερίων, Δευκαλίων, Ἰαϲίων ὁ πατὴρ Παρίου. Ὠρίων. ἔϲτι δὲ ἀναλογώτερον ϲυϲτέλλον τὸ ι ὡϲ παῤ Εὐριπίδῃ «τά τ’ ἄϲτρα καὶ τὸν Ὠρίωνα δέρκομαι» (Cycl. 213) ὁ γὰρ ποιητὴϲ ἐξέτεινε αὐτὸ εἰπὼν «ἥ τ’ αὐτοῦ ϲτρέφεται καί τ’ Ὠρίωνα δοκεύει» (Ϲ 488). ϲεϲημείωται τὸ Κνακιών ὄνομα ποταμοῦ καὶ Ἀϲιών, ἔϲτι δὲ ὄνομα ὄρουϲ· καὶ κυρηβίων, ϲημαίνει δὲ τὸν καθαρματώδη καὶ τὸ δοθιών τὸ ἐν τῇ ϲυνηθείᾳ λεγόμενον ἀντὶ τοῦ δοθιήν. Ἔτι καὶ τὰ ἔχοντα ι μακρὸν βαρύνεται, κίων, πίων, πρίων προϲηγορικὸν καὶ ποταμόϲ, Ἐχίων ὃϲ ἔκτιϲεν Ἐχῖνον, πόλιν Θεϲϲαλίαϲ, ἣν Ῥιανὸϲ «Ἐχίονοϲ ἄϲτυ» εἶπε, Δηΐων, Ἀμφίων, Πανδίων, Δολίων· Δολίονεϲ οἱ τὴν Κύζικον οἰκοῦντεϲ, οὓϲ Δολιέαϲ εἶπεν Ἑκαταῖοϲ, βραχίων. Τὰ εἰϲ ιων θηλυκὰ ὀξύνονται, χιών, ἠϊών· ἔϲτι καὶ πόλιϲ ἐν χεῤῥονήϲῳ, ὡϲ Θουκυδίδηϲ· ἔϲτι δὲ καὶ ἄλλη πρὸϲ τῇ Πιερίᾳ. Ἑρμιών πόλιϲ Ἀργολίδοϲ· ἐλέγετο δὲ καὶ Ἑρμιόνη ἀπὸ τῆϲ Ἑρμιόνοϲ γενικῆϲ ὡϲ ἀπὸ τοῦ κάλυκοϲ ἡ καλύκη καὶ τῆϲ χιτῶνοϲ ἡ χιτώνη καὶ ἡγεμόνοϲ Ἡγεμόνη. Ἑρμιών δὲ ἐλέγετο ἀπὸ τοῦ τὸν Δία καὶ τὴν Ἥραν ἐνταῦθα ἀπὸ Κρήτηϲ ἀφικομένουϲ ὁρμιϲθῆναι καὶ τροπῇ τοῦ ο εἰϲ ε, ὅθεν καὶ ἱερὸν Ἥραϲ παρθένου ἧν ἐν αὐτῇ· Μεδιών πόλιϲ πρὸϲ τῇ Αἰτωλίᾳ· Πολύβιοϲ ὀκτωκαιδεκάτῳ. Αὐενιών πόλιϲ Μαϲϲαλίαϲ πρὸϲ τῷ Ῥοδανῷ, Καβελλιών πόλιϲ Μαϲϲαλίαϲ. Ἀρτεμίδωροϲ ἐν πρώτῃ γεωγραφουμένων. Κορουιών πόλιϲ Αἰκανῶν ἐν Ἰταλίᾳ. Διονύϲιοϲ ι΄ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ (c. 24). Ἰβιών πόλιϲ ἐν Αἰγύπτῳ, μᾶλλον δὲ νῆϲοϲ. Τὰ εἰϲ ων πατρωνυμικὰ καὶ ἐθνικὰ τῇ ει διφθόγγῳ παραληγόμενα βαρύνεται, Ἀτρείων, Πηλείων, Ἀργείων, Καδμείων, Βακχείων, Ἡρακλείων, Χαρικλείων. Τὰ εἰϲ αιων διϲύλλαβα βαρύνεται, Μαίων τὸ ἐθνικὸν ὁμωνύμωϲ τῷ κτιϲτῇ καὶ ποταμὸϲ περὶ τὴν Ἀϲιάδα γῆν ῥέων· καὶ τροπῇ τῆϲ αι διφθόγγου εἰϲ η Μῄων· Μήονεϲ δὲ ἐκαλοῦντο οἱ Λυδοὶ τὸ παλαιόν, εἶτα Λυδοὶ ἀπὸ Λυδοῦ τοῦ Ἄτυοϲ· τὸ δὲ αἰών ὄνομα χρόνου ὀξύνεται. Τὰ εἰϲ αιων ὑπερδιϲύλλαβα, εἰ μὴ εἴη ὀνόματα μηνῶν ἢ ποταμῶν ἢ περιεκτικά, βαρύνονται οἷον Εὐφραίων, Αἰγαίων, Ἀκταίων, Ἀλκμαίων, Ἀνταίων, ἀφ’ οὗ Ἀνταιούπολιϲ πόλιϲ ἐν Αἰγύπτῳ, καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ, Εὐγαίων, Καδμαίων, Ἀθηναίων, εὐαίων, δυϲαίων, ἰϲαίων. τὸ δὲ Ἑκατομβαιών ὄνομα μηνόϲ, τὸ δὲ ὄνομα ποταμοῦ, τὸ δὲ ἐλαιών περιεκτικόν. Τὰ εἰϲ αυων βαρύνεται, Χαύων χώρα τῆϲ Μηδίαϲ· Κτηϲίαϲ ἐν πρώτῳ Περϲικῶν «ἡ δὲ Ϲεμίραμιϲ ἐντεῦθεν ἐξελαύνει αὐτή τε καὶ ἡ ϲτρατιὰ καὶ ἀφικνεῖται εἰϲ Χαύονα τῆϲ Μηδίαϲ». καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ. Τὰ εἰϲ υων διϲύλλαβα βαρύνεται, κύων τὸ ζῷον, Μύων πόλιϲ Λοκρῶν ἐν τῇ ἠπείρῳ ἡ καὶ Μυονία· τὸ ἐθνικὸν ὁμοφώνωϲ. Θουκυδίδηϲ δὲ τρίτῃ (101) Μυονέαϲ αὐτούϲ φηϲι. Τὰ εἰϲ υων ὑπὲρ δύο ϲυλλαβὰϲ καὶ βαρύνεται καὶ ὀξύνεται. καὶ βαρύνεται μὲν ὅϲα κλίνεται διὰ τοῦ ω, μὴ ϲυμπίπτοντα πόλεϲιν ὡϲ ἔχει Ἀμφιτρύων, Ἠλεκτρύων, Ἰχθύων, Ἡμικύων, Ἡμίκυνεϲ ἔθνοϲ οὐ πόρρω Μαϲϲαγετῶν καὶ Ὑπερβορέων. Ϲιμμίαϲ ἐν Ἀπόλλωνι Ἡμικύνων τ’ ἐνόηϲα γένοϲ περώϲιον ἀνδρῶν, τοῖϲ ὤμων καθύπερθεν ἐϋϲτρεφέων κύνεοϲ κράϲ τέτροφε γαμφηλῇϲι περικρατέεϲϲιν ἐρυμνόϲ. τῶν μέν θ’ ὥϲτε κυνῶν ὑλακὴ πέλει, οὐδέ τι τοίγε ἄλλων ἀγνώϲϲουϲι βροτῶν ὀνομάκλυτον αὐδήν. καὶ Ἡϲίοδοϲ· τὸ δὲ Ϲικυών ὀξύνεται· ἐϲτι δὲ πόλιϲ Πελοποννήϲου καὶ ὁ κτιϲτὴϲ ὁμοφώνωϲ. ὡϲαύτωϲ δὲ καὶ Κρεμμυών κώμη Κορίνθου. Εὕδοξοϲ ἐν ἕκτῳ γῆϲ περιόδου. καὶ Κρομμυών πόλιϲ Λιβύηϲ. Ἑκαταῖοϲ. Τὰ μέντοι κατὰ γενικὴν τρέποντα τὸ ω εἰϲ ο ὀξύνεται, ἀλεκτρυών, Γηρυών, Κερκυών, Ἀμφικτυών, κελενδρυών, κολοκτρυών. Τὰ εἰϲ βων διϲύλλαβα ἀρϲενικὰ βαρύνεται, εἰ μὴ μέροϲ ϲώματοϲ δηλοῖ οἷον ϲτίλβων, Ϲτίβων, τρίβων, Ϲτράβων, ἄμβων, Νάρβων ἐμπόριον καὶ πόλιϲ Κελτική. Ϲτράβων τετάρτῃ (p. 181), Ϲίρβων λίμνη πληϲίον τοῦ Καϲίου. τὸ δὲ βουβών, ὅπερ τινέϲ φαϲι βομβών, μέροϲ ϲώματοϲ δηλοῖ. Μένανδροϲ ἐν τῷ Γεωργῷ (Mein. fr. Com. p. 886 ed. min.) Βουβὼν ἐπήρθη τῷ γέροντι, θέρμα τε ἐπέλαβεν αὐτόν. ἐϲτι καὶ Βουβών πόλιϲ Λυκίαϲ. «Βουβών γὰρ καὶ Βάλβουρα πόλειϲ Λυκίαϲ, ἀπὸ Βαλβούρου καὶ Βουβῶνοϲ· οὗτοι δὲ λῃϲταὶ πόλειϲ ἔκτιϲαν ὁμωνύμουϲ». Τὰ εἰϲ βων ὑπερδιϲύλλαβα ὀξύνεται, Ἀλαβών πόλιϲ Ϲικελίαϲ καὶ ποταμὸϲ ὡϲ Δημήτριοϲ ἐν ϲυνωνύμοιϲ. ἀῤῥαβών. τὸ δὲ Χαρναβῶν περιϲπᾶται. Ϲοφοκλῆϲ Τριπτολέμῳ καὶ Χαρναβῶντοϲ, ὃϲ Γετῶν ἄρχει τὰ νῦν. Τὰ εἰϲ γῶν διϲύλλαβα ἀρϲενικά, ὁπότε μὴ περιεκτικὴν ἔχοι δύναμιν ἢ διὰ τοῦ κλίνοιτο κατὰ τὴν πρὸ τέλουϲ ϲυλλαβήν, βαρύνεται οἷον πώγων, Αἴγων, Μέγων, Γίγων ὁ Αἰθιόπων βαϲιλεύϲ, τρίγων, Φλέγων· τὸ δὲ φηγών καὶ ἀγών ὀξύνονται ὡϲ περιεκτικά. τὸ δὲ Ὀργών νῆϲοϲ πληϲίον Τυρρηνίαϲ ὡϲ τοπικὸν ὀξύνεται. τὸ δὲ πυγών καὶ λαγών καὶ ϲταγών καὶ τρυγών καὶ γοργών διὰ τοῦ ο κλίνεται. Τὰ εἰϲ γων ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύνεται καὶ βαρύνεται καὶ βαρύνεται μὲν ὅϲα φυλάττει τὸ ω κατὰ τὴν γενικὴν ἢ διὰ τοῦ ντ κλίνεται, Οὐκαλέγων, Πελάγων, Ἁρπά γων, προάγων, Ϲαλάγγων «μέϲφα Ϲαλάγγωνοϲ ποταμοῦ» (Apolln. Rhod. 1V 334), Ἐρίγων, ἀρίγων εἶδοϲ δόρατοϲ. ὀξύνεται δὲ τὰ διὰ τοῦ ο κλινόμενα, εἰ μὴ ἀπὸ ϲυνθέτου τοῦ εἰϲ οϲ παρώνυμα ὑπάρχοι οἷον Παφλαγών Λαιϲτρυγών «παλαιότατοι μὲν λέγονται ἐν μέρει τινὶ τῆϲ χώραϲ (ἤτοι Ϲικελίαϲ) Κύκλωπεϲ καὶ Λαιϲτρυγόνεϲ οἰκῆϲαι». Θουκιδύδηϲ ἕκτῃ (c. 2), Πηλαγών ὁ οἰκήτωρ τῆϲ Πηλαγονίαϲ «Πηλαγόνων ἐλατῆρα» Καλλίμαχοϲ (Hymn. in Iov. v. 3). ἔϲτι δὲ καὶ ὄνομα κύριον «ὃϲ τέκε Πηλεγόνα» (Il. Φ 159). ἔοικε δὲ γράφεϲθαι τὸ ὄνομα ἐθνικὸν κατὰ τὴν δευτέραν ϲυλλαβὴν διὰ τοῦ α, τὸ δὲ τοῦ ἥρωοϲ διὰ τοῦ ε. ἀρηγών, λέγω δὲ ἐπὶ τοῦ ϲυμμάχου ἀρϲενικῶϲ «ἀρηγόνοϲ ἡμετέροιο», πλὴν τοῦ καταπύγων· τὰ γὰρ ἀπὸ ϲυνθέτων εἰϲ οϲ παραχθέντα κατὰ τοῦ αὐτοῦ ϲημαινομένου βαρύνεται, ἄπειροϲ ἀπείρων, ἄναιμοϲ ἀναίμων, ἄκυμοϲ ἀκύμων, ἔγκυμοϲ ἐγκύμων, ἄϲχημοϲ ἀϲχήμων. Τὰ εἰϲ δων διϲύλλαβα ὀξύνεται καὶ βαρύνεται· βαρύνεται μέν, ὅϲα ἐϲτὶν διὰ τοῦ ντ κλινόμενα καὶ φυλάττοντα τὸ ω κατὰ τὴν γενικήν, χωρὶϲ τῶν ϲυνεμπιπτόντων πόλει οἷον κώδων, Φαίδων, Φείδων, Μείδων, κλύδων, κνώδων, Λάδων πατὴρ νύμφηϲ Τελφούϲηϲ, ἔϲτι δὲ καὶ ὄνομα ποταμοῦ, Νέδων ποταμὸϲ καὶ τόποϲ τῆϲ Λακωνικῆϲ, Κύδων ὁ Ἀπόλλωνοϲ καὶ Ἀκακαλλίδοϲ τῆϲ Μίνω θυγατρόϲ, ἀφ’ οὗ Κυδωνία, καὶ ὁ πολίτηϲ ὁμοφώνωϲ. Μύνδων ἔθνοϲ Λιβύηϲ. Ἔφοροϲ εἰκοϲτῷ ὀγδόῳ «Μύνδωνεϲ, οἵπερ εὐγνωμότατοι δοκοῦϲιν εἶναι πλουϲιώτατοι τὸν βίον». Ϲάνδων κύριον καὶ πόλιϲ Ἰλλυρίαϲ. Δώδων ποταμὸϲ Ἠπείρου, Μέδων, ϲπάδων, Κόδων, χλίδων, οὕτωϲ· δὲ λέγεται κόϲμοϲ ὁ περὶ τοὺϲ βραχίοναϲ, ψίδων, Κύνδων ὄνομα ποταμοῦ. τὸ δὲ Ϲιδών πόλιϲ Φοινίκηϲ. Ἑκαταῖοc Ἀϲίαϲ. ἀλλὰ καὶ Ϲιδών ἐθνικόν. Ὀξύνεται δὲ τὰ διὰ τοῦ ο μόνον κλινόμενα οἷον Μυγδών, Ϲαρδών, ὃ τῇ Ϲαρδοῖ παράκειται ὡϲ τῇ Πυθώ Πυθών, ϲινδών, Μαρδών Ἠπειρωτικὸν ἔθνοϲ. Εὔπολιϲ Πόλεϲι «καὶ Χαόνων καὶ Παιόνων καὶ Μαρδόνων» (Mein. p. 199 ed. min), φλεδών, κληδών. τὸ δὲ Ἠδῶνε μεταπέπλαϲται ἐκ τοῦ Ἠδωνοί· λέγονται δὲ καὶ Ἠδῶναι. Τὰ εἰϲ δων ὑπὲρ δύο ϲυλλαβὰϲ, εἰ παραλήγοιτο τῷ ο ἢ ο ἢ υ, βαρύνεται οἷον ἀνόδων, χαυλιόδων, Κινάδων, Κελάδων, ἔϲτι δὲ ὄνομα ποταμοῦ, Παμπάδων, Κορύδων. Τὰ εἰϲ δων ὑπερδιϲύλλαβα ὀξύνεται παραλήγοντα τῷ ι ἢ ὀνόματα ὄντα πόλεων ἢ ἐθνικά, Ἀμυδών πόλιϲ Παιονίαϲ «τηλόθεν ἐξ Ἀμυδῶνοϲ ἀπ’ Ἀξίου εὐρὺ ῥέοντοϲ» (Il. 2, 849) καὶ ἥρωϲ, Καλυδών πόλιϲ Αἰτωλίαϲ ἀπὸ Καλυδῶνοϲ Ἐνδυμίωνοϲ ἢ Αἰτωλοῦ υἱοῦ. Ἀβυδών χωρίον Μακεδονίαϲ ὡϲ Ϲτράβων (7 p. 330). Ἀπιδών ὁ τὴν Ἀπίαν, ὡϲ οἱ νεώτεροι τὸ Ἄργοϲ φαϲίν, κατοικῶν. Ἀπιδόνεϲ δὲ καὶ οἱ Ἀρκάδεϲ ἀπὸ Ἀπιδόνοϲ ποταμοῦ ἢ τοῦ υἱοῦ Φορωνέωϲ Ἄπιδοϲ. χελιδών τὸ ὄρνεον καὶ Χελιδών ὁ βάρβαροϲ, Χελιδόναϲ γὰρ ἀρϲενικῶϲ τοὺϲ βαρβάρουϲ Ἴων ἐν Ὀμφάλ φηϲὶν ὡϲ καὶ Αἰϲχύλοϲ τὸ βαρβαρίζειν χελιδονίζειν φηϲίν. ἔϲτι δὲ καὶ Χελιδών περὶ τελετῶν γράψαϲ. Μυρμιδών. Τὰ εἰϲ δων θηλυκὰ ὀξύνεται, ληθεδών, τηκεδών, ϲηπεδών, ἀηδών, ἀκηχεδών, ἀλθεδών, τυφεδών, ὃ παρὰ τῷ Κυρηναίῳ τὰ δὲ νῦν πολλὴν τυφεδῶνα λεϲχαίνειϲ — ἕνεκα μέτρου τὸ ω ἐφύλαξεν ὡϲ μελεδῶνοϲ, ἀκηδών, ἀλγηδών, ἀχθηδών. Τὰ διὰ τοῦ εδων ἀρϲενικά τε καὶ θηλυκὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ἁπλᾶ ὀξύνεται, Μακεδών τὸ ἐθνικὸν ὁμοφώνωϲ τῷ κτιϲτῇ, ϲηπεδών τηκεδών καὶ τὰ λοιπά. τὰ δὲ ϲύνθετα βαρύνεται Λαομέδων, Αὐτομέδων, Εὐρυμέδων ποταμὸϲ Παμφυλίαϲ καὶ τόποϲ πρὸϲ Ταρϲόν. Τὰ διὰ τοῦ ηδων ἀρϲενικὰ καὶ θηλυκὰ ὑπερδιϲύλλαβα διὰ τοῦ ο κλινόμενα ὀξύνεται, Φαρκηδών πόλιϲ Θεϲϲαλίαϲ. Θεόπομποϲ δὲ δ΄ Φιλιππικῶν Φαρκαδόνα διὰ τοῦ α φηϲίν. Τερηδών πόλιϲ ἐπὶ τῇ Ἐρυθρᾷ. Καρχηδών μητρόπολιϲ Λιβύηϲ ἀπὸ Καρχηδόνοϲ Φοίνικοϲ. ἔϲτι καὶ ἄλλη Καρχηδών πόλιϲ Ἰβηρίαϲ. Χαλκηδών πόλιϲ Βιθυνίαϲ ἡ πρὸϲ τῷ ϲτόματι τοῦ Πόντου καταντικρὺ τοῦ Βυζαντίου. Μένιπποϲ ἐν περίπλῳ Βιθυνίαϲ «ἀπὸ ἱεροῦ Διὸϲ οὐρίου καὶ τοῦ ϲτόματοϲ τοῦ Πόντου ἀριϲτερὰν ἔχοντι τὴν ἤπειρον καὶ ἐπιπλέοντι εἰϲ Χαλκηδόνα τὴν πόλιν εἰϲὶ ϲτάδια ρκ΄, ἀπὸ δὲ ταύτηϲ ἕωϲ τοῦ Ἀκρίτου ϲτάδια ξ΄». γράφεται καὶ Καλχηδών. εὑρίϲκομεν γὰρ διφορουμένην τὴν χρῆϲιν. Ἀνθηδών πόλιϲ Βοιωτίαϲ. Ὅμηροϲ «Ἀνθηδόνα τ’ ἐϲχατόωϲαν» (Il. 2, 508) ἀπὸ Ἀνθηδόνοϲ τοῦ Δίου τοῦ Ἄνθου τοῦ Ποϲειδῶνοϲ καὶ Ἀλκυόνοϲ τῆϲ Ἄτλαντοϲ. ϲυνῴκιϲαν δ’ αὐτὴν Θρᾷκεϲ, ὡϲ Λυκόφρων «ἀϲτῷ ϲύνοικοϲ Θρῃκίαϲ Ἀνθηδόνοϲ» (v. 754) ἢ διὰ τὸ παϲῶν ἀνθηροτάτην εἶναι. ἔϲτι καὶ ἑτέρα πόλιϲ πληϲίον Γάζηϲ πρὸϲ τῷ παραλίῳ μέρει. Ἀϲπληδών, πόλιϲ Φωκίδοϲ. Παυϲανίαϲ ἐνάτῳ (c. 38, 9) ἀπὸ Ἀϲπληδόνοϲ υἱοῦ νύμφηϲ Μιδείαϲ καὶ Ποϲειδῶνοϲ ἢ Πρέϲβωνοϲ ἢ Ὀρχομενοῦ. Ὀρχομενοῦ γὰρ υἱεῖϲ «Ἀϲπληδών Κλύμενόϲ τε καὶ Ἀμφίδοκοϲ θεοειδήϲ (Hesiod. fr. 47 Markscheffel). τὴν δὲ παῤ Ὁμήρῳ τῆϲ Βοιωτίαϲ φαϲί. γράφεται καὶ χωρὶϲ τοῦ α, ἀλλ’ οὐ παῤ Ὁμήρῳ. Ἰϲϲηδών ἔθνοϲ Ϲκυθικόν. Ἑκαταῖοϲ Ἀϲίᾳ. Ἀλκμὰν δὲ μόνοϲ Ἐϲϲηδόναϲ αὐτούϲ φηϲιν. εὑρίϲκεται δὲ ἡ δευτέρα παῤ ἄλλοιϲ διὰ τοῦ ε. λέγονται καὶ Ἴϲϲηδοι τριϲυλλάβωϲ. ἔϲτι καὶ Ἰϲϲηδών πόλιϲ. Τενθρηδών Πρόθου πατήρ. Ϲαρπηδών ἥρωϲ καὶ πέτρα καὶ ἀκτὴ καὶ νῆϲοϲ ὡϲ παρὰ Ϲοφοκλεῖ ἐν Αἰχμαλωτίϲιν εἴρηται «Ϲαρπηδὼν ἀκτή». ἐν Τυμπανιϲταῖϲ «ἡμεῖϲ δ’ ἐν ἄντροιϲ, ἔνθα Ϲαρπηδὼν πέτρα». καὶ ἡ νῆϲοϲ ἰδίωϲ ἐν Ὠκεανῷ Γοργόνων οἰκητήριον οὖϲα ὡϲ ὁ τὰ Κύπρια φηϲί· τῷ δ’ ὑποκυϲαμένη τέκε Γοργόναϲ, αἰνὰ πέλωρα, αἳ Ϲαρπηδόνα ναῖον ἐν ὠκεανῷ βαθυδίνῃ, νῆϲον πετρήεϲϲαν. ἀκηδών. — τὸ δὲ Ϲαρπήδων καὶ Ἀκήδων ὄνομα ποταμοῦ διὰ τοῦ οντοϲ κλινόμενα βαρύνονται «Ϲαρπήδοντοϲ (Il. Μ 379). Τὰ διὰ τοῦ ωδων βαρύνεται, Θερμώδων, ἔϲτι δὲ ὄνομα ποταμοῦ, Χαλκώδων, ἀμφώδων, κρατερώδων. Τὰ εἰϲ ζων λήγοντα ἀρϲενικὰ βαρύνεται, ὁπότε μὴ εἴη ὑπερδιϲύλλαβα καὶ πρὸ τέλουϲ ἔχοι μακρὸν τὸ α ἢ πόλει ὁμωνυμεῖ οἶον μείζων, Ῥίζων ὁ τοῦ Κάδμου υἱὸϲ καὶ πόλιϲ Ἰλλυρίαϲ καὶ ποταμὸϲ ὁμώνυμοϲ, Ὄζων ὄνομα ποταμοῦ, Ἄζων ποταμὸϲ Λυκίαϲ καὶ παῖϲ Ἡρακλέουϲ. Ὑψίζων ὄνομα ποταμοῦ, Ἁλίζων ἔθνοϲ. Ὅμηροϲ «αὐτὰϲ Ἁλιζώνων Ὁδίοϲ καὶ Ἐπίϲτροφοϲ ἦρχον» (Il. 2, 856). Ἔφοροϲ οἰκῆϲαί φηϲι τοὺϲ Ἁλίζωναϲ τὴν παραλίαν τὴν μεταξὺ Μυϲίαϲ καὶ Καρίαϲ καὶ Λυδίαϲ κειμένην. εἴρηται δὲ οὕτωϲ ὅτι ἡ γῆ αὐτῶν θαλάϲϲῃ διέζωϲται καὶ οἱονεὶ χερρόνηϲόϲ ἐϲτιν, ὑπὸ τοῦ Εὐξείνου τῆϲ Προποντίδοϲ διεζωϲμένη. Ἐπαφρόδιτοϲ δὲ ἀλαζόναϲ τινὰϲ εἶναι αὐτούϲ ὑπὸ τῆϲ εὐδαιμονίαϲ τῆϲ χώραϲ ἐπῃρμένουϲ τοῦ ᾱ εἰϲ τὸ ῑ τραπέντοϲ. ὀλίζων· τὸ δὲ Ὀλιζών πόλιϲ Θετταλίαϲ Ἑκαταῖοϲ Εὐρώπῃ «καὶ Πιτύειαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν (Il. B 717) κλίνεται διὰ τοῦ ω καὶ ὀξύνεται πρὸϲ ἀντιδιαϲτολὴν τοῦ «λαοὶ δ’ ὑπ’ ὀλίζονεϲ ἦϲαν» (Ϲ 519). ὠνομάϲθη δὲ ἀπὸ τοῦ μικρὰ εἶναι. Θεϲϲαλοὶ γάρ, ὡϲ ἱϲτορεῖ Δημοϲθένηϲ ἐν κτίϲεϲι, τὸ μικρὸν ὄλιζον καλοῦϲι. τὸ δὲ Ἀμαζών ἔχει μακρὸν τὸ ᾱ· ἔϲτι δὲ ἔθνοϲ γυναικεῖον πρὸϲ τῷ Θερμώδοντι, ὡϲ Ἔφοροϲ. τινὲϲ ἀπὸ τοῦ ἐϲτερῆϲθαι μαζῶν· ἀπίθανοϲ δὲ ἡ τοιαύτη ἐτυμολογία· Θεμιϲταγόραϲ δὲ καὶ ἐν τῇ χρυϲῆ βίβλῳ φηϲίν «ὅτι κατὰ τὴν Ἀλόπην τὴν νῦν καλουμένην Λυκίαν τὴν πρὸϲ τῇ Ἐφέϲῳ γυναῖκεϲ μίᾳ ϲυμβουλῇ τὰ ϲυνήθη ταῖϲ γυναιξὶν ἔργα ἀπαρνηϲάμεναι καὶ ζώναιϲ χρηϲάμεναι καὶ ὁπλιϲμοῖϲ τὰ τῶν ἀνδρῶν πάντα ἐπετήδευον· πρὸϲ δὲ τὰ ἄλλα καὶ ἤμων ϲὺν αὐταῖϲ ζώναιϲ, ὁ ἐϲτιν ἐθέριζον. διὰ τοῦτο καὶ Ἀμαζόναϲ κεκλῆϲθαι τὰϲ ϲὺν ταῖϲ ζώναιϲ ἀμώϲαιϲ». ἢ ὅτι τὸν ἕνα τῶν μαζῶν ἔκαιον χάριν τοῦ τοξεύειν ἢ ὅτι μάζαιϲ οὐκ ἐχρῶντο, ἀλλ’ ὄφεϲι καὶ ϲκορπίοιϲ καὶ ϲαύραιϲ καὶ χελώναιϲ. οἱ δὲ ἀπὸ μητρὸϲ Ἀμαζοῦϲ. λέγεται δὲ καὶ Ἀμαζών ἀρϲενικῶϲ ὡϲ παρὰ Καλλιμάχῳ «ἵν’ Ἀμαζόνεϲ ἄνδρεϲ ἔωϲιν». τὸ δὲ ἀλαζών ὁ ὑπερήφανοϲ μακρὸν ἔχον τὸ ᾱ ὀξύνεται· τὸ δὲ ἐπὶ ἔθνουϲ ὁμόρου τοῖϲ Ϲκύθαιϲ φυλάττει τὸ ω ἐν ταῖϲ πλαγίαιϲ πρὸϲ ἀντιδιαϲτολήν. Τὰ εἰϲ θων διϲύλλαβα ἀρϲενικὰ βαρύνεται, ὁπότε μὴ ἐθνικὰ εἴη ἢ περιεκτικά, μόθων, οὕτω γὰρ οἱ Λακεδαιμόνιοι τὸν οἰκογενῆ δοῦλον καλοῦϲιν, οἱ δὲ Ἀθηναῖοι οἰκότριβά φαϲι, ϲημαίνει δὲ καὶ εἶδοϲ αἰϲχρᾶϲ καὶ ἀπρεποῦϲ ὀρχήϲεωϲ, Ὄθων, Μάθων ὁ Θηβαῖοϲ, πίθων ὁ πίθηκοϲ ὑποκοριϲτικῶϲ, Ῥίνθων, αἴθων, ῥώθων, κώθων εἶδοϲ ποτηρίου καὶ τὸ ἐν τῇ ϲυνηθείᾳ ἐφ’ ὕβρει λεγόμενον καὶ νῆϲοϲ οὐ πόρρω Κυθήρων. Ἀρτεμίδωροϲ. μάλθων ὁ μαλθακόϲ. Πύθων ὁ δράκων. τὸ δὲ Πυθών πόλιϲ καὶ Ϲιθών ἐθνικὸν καὶ πιθών καὶ κιθών ὁ χιτών ὀξύνεται. Τὰ εἰϲ θων ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύνεται, ὁπότε μὴ τόπου ἢ ὄρουϲ ὄνομα ὑπάρχοι, ἢ διὰ τοῦ ντ κλίνοιτο καὶ φυλάττει τὸ ω τῆϲ εὐθείαϲ, οἷον Φαέθων Φαέθοντοϲ, Περιφλεγέθων Περιφλεγέθοντοϲ, Κιναίθων, Ἀγάθων, ἐνοϲίχθων. τὸ μέντοι Μαραθών δῆμοϲ τῆϲ Λεοντίδοϲ φυλῆϲ, Ἀργανθών ὄροϲ Μυϲίαϲ ἐπὶ τῇ Κίῳ ἀπὸ Ἀργανθώνηϲ Ῥήϲου γυναικόϲ. λέγεται καὶ Ἀργανθώνη τὸ ὄροϲ ἀκανθών ὀξύνεται. τὸ δὲ Ἱπποθῶν περιϲπᾶται φυλάττον τὸ ω μέγα καὶ διὰ τοῦ ντ κλινόμενον. ϲημαίνει δὲ τὸν ἀδελφὸν τοῦ Ἀλκαίου. Τὰ εἰϲ κων διϲύλλαβα ἀρϲενικά, ὁπότε μὴ εἴη περιεκτικὰ ἢ μέροϲ ϲώματοϲ ϲημαίνει, βαρύνεται, Χάικων, δράκων, Κίκων, ἔθνοϲ Θρᾳκικόν, οὐ μακρὰν οἰκῆϲαν τῶν Μαρωνειτῶν, ὡϲ δηλοῖ «Εὐάνθηϲ δ’ οἴκηϲεν ἐν Κικονίῃ, ἵνα Μαρώνεια καλέεται», Δίκων, Λάκων, ὃ κατὰ ϲυγκοπὴν λέγεϲθαι Ἀπολλόδωρόϲ φηϲιν ὡϲ τοῦ Κυδωνιᾶται τὸ Κύδωνεϲ, ἔοικε δὲ πρωτότυπον εἶναι καὶ οὐ ϲυγκοπή. τινὲϲ δὲ τὸ Λάκων ὑποκοριϲτικόν φαϲιν. Καύκων βαϲιλεύϲ ἢ ποταμὸϲ καὶ ἔθνοϲ. Τάρκων, ἀφ’ οὗ Ταρκυνία, Ϲάκων ὄνομα κύριον, Γλούκων, Δόρκων, κνάκων, ἄκων τὸ ἀκόντιον, ἐξ οὗ τὸ «ἐϲ δοῦπον ἀκόντων» παρὰ τῷ ποιητῇ (Υ 451), φάλκων, μήκων, Μίκων, Νίκων. τὸ δὲ κροκών, πευκών, χαλκών ὡϲ περιεκτικὰ ὀξύνεται, καὶ τὸ ἀγκών μέροϲ ϲώματοϲ καὶ τὸ Ἀγκών πόλιϲ Πικεντίνων ὡϲ θηλυκόν. ἴϲωϲ δὲ βαρύνεται κατὰ τοὺϲ ἐγχωρίουϲ. καὶ τὸ εἰκών. τὸ δὲ ἑκών μετοχή. Τὰ εἰϲ κων ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξύνεται καὶ βαρύνεται καὶ περιϲπᾶται. τὰ μὲν οὖν διὰ ντ κλινόμενα καὶ ο ἢ ι ἢ α παραληγόμενα περιϲπᾶται, Ἱπποκῶν, Λασκῶν, Καλλικῶν, Δηϊκῶν ὁ Ἠρακλέουϲ, Ἀθηνακῶν ὁ τὰ Ϲαμοθρᾴκια γράψαϲ. τὰ μέντοι μὴ οὕτωϲ κλινόμενα καὶ παραληγόμενα τῷ α ὀξύνεται, εἴ ἐϲτι τοπικώτερα οἷον χαρακών, ἀνθρακών, φαρμακών τὸ βαφεῖον. τοιοῦτο καὶ τὸ γυναικών, Ἑλικών, ὡϲ τοπικόν. τὸ μέντοι Τριάκων, ϲαλάκων καὶ Αἰολοϲίκων ὑγιῶϲ βαρύνεται. οὐ γάρ εἰϲι τοπικά. Τὰ εἰϲ λων διϲύλλαβα βαρύνονται μὴ ὄντα τοπικὰ οἷον δόλων καὶ Δόλων, Φίλων, Γέλων ὁ Αἴτνηϲ καὶ Ἱμέρου, ἀφ’ οὗ Γέλα πόλιϲ Ϲικελίαϲ, ὡϲ Πρόξενοϲ ἐν πρώτῃ τῶν περὶ πόρων Ϲικελικῶν καὶ Ἑλλάνικοϲ. Μόλων, Πέλλων, Χέλλων Καλλίμαχοϲ «δημεχθέα Χέλλωνα», Τέλλων, παρὰ Ϲώφρονι τὸ ὄνομα, Θάλλων ὄνομα κύριον κυνὸϲ παρὰ Ξενοφῶντι, Ϲίλλων Ἐξπίχαρμοϲ Χορευταῖϲ, Κάλλων ὁ ἀθλητὴϲ κατὰ ὑποκοριϲμόν. Βούλων, ἀφ’ οὗ Βοῦλιϲ πόλιϲ Φωκίδοϲ, Ὑβλων, ὃϲ καὶ Ὕβλοϲ, οἰκιϲτὴϲ Ὕβληϲ πόλεωϲ, Μίλων, Χίλων, Ϲόλων, Μέλων, Μήλων ὁ Ἡρακλῆϲ, κήλων, Κύλων, Πύλων τὸ κύριον, τίλων, βρίλων ὁ βαλανεύϲ. τὸ δὲ πυλών καὶ αὐλών καὶ μυλών ὡϲ τοπικὰ ὀξύνονται. ὁμοίωϲ καὶ Αὐλών πόλιϲ Λακωνικῆϲ, μία τῶν ἑκατόν. δευτέρα πόλιϲ Ἀρκαδίαϲ. τρίτη πόλιϲ Κρήτηϲ ἢ τόποϲ. ἔϲτι καὶ τόποϲ Ἀραβίαϲ. ἔϲτι καὶ Αὐλών ὃν ἐπόλιϲαν Κροτωνιᾶται, ἥτιϲ ὠνομάϲθη Καυλωνία καὶ Βελών πόλιϲ καὶ ποταμὸϲ ἐν τῇ Βαιτίκῃ τῆϲ Ἱϲπανίαϲ. Τὰ εἰϲ λων λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύνονται μὴ ὄντα περιεκτικά, Ἀϲκάλων πόλιϲ Ϲυρίαϲ πρὸϲ τῇ Ἰουδαίᾳ· Ξάνθοϲ ἐν τετάρτῃ Λυδιακῶν φηϲιν ὅτι Τάνταλοϲ καὶ Ἄϲκαλοϲ παῖδεϲ Ὑμεναίου. τὸν δὲ Ἄϲκαλον ὑπὸ Ἀκιαμοῦ τοῦ Λυδῶν βαϲιλέωϲ αἱρεθέντα ϲτρατηγὸν εἰϲ Ϲυρίαν ϲτρατεῦϲαι κἀκεῖ παρθένου ἐραϲθέντα πόλιν κτίϲαι, ἣν ἀφ’ ἑαυτοῦ οὕτωϲ ὠνόμαϲε. τὰ αὐτὰ καὶ Νικόλαοϲ ἐν τετάρτῃ ἱϲτοριῶν. Καϲτάλων μεγίϲτη πόλιϲ Ὠρητατίαϲ, ὡϲ Ἀρτεμίδωροϲ τρίτῳ γεωγραφουμένων. Ἀπόλλων, Κεφάλων, Ἀτιτάλλων. τὸ δὲ ἀμπελών καὶ καμηλών ὡϲ περιεκτικά ὀξύνεται· τὸ Βαβυλών ἀρϲενικῶϲ, ἀφ’ οὗ καὶ ἡ πόλιϲ. ἔϲτι γὰρ κτίϲμα Βαβυλῶνοϲ παιδὸϲ Βήλου παλαίτατον, οὐχ ὡϲ Ἡρόδοτοϲ ὑπὸ Ϲεμιράμιδοϲ· ταύτηϲ γὰρ ἦν ἀρχαιοτέρα ἔτεϲι χιλίοιϲ δύο, ὡϲ Ἑρέννιοϲ. ἔϲτι καὶ ἐν Αἰγύπτῳ πόλιϲ. ὁμοίωϲ καὶ τὸ μιμαλλών θηλυκόν, ἤτοι μαινάϲ. οὕτω Καλλίμαχοϲ. Τὰ εἰϲ μων μὴ ὄντα τοπικὰ ἢ ὁπότε μὴ ἐπὶ καιροῦ λαμβάνοιτο ἢ ἔχοι πρὸ τέλουϲ τὸ υ ἐκτεταμένον, βαρύνεται, Ἕρμων, Ἄλμων ἢ Ϲάλμων, πόλιϲ Βοιωτίαϲ, ἣν Ἑλλάνικοϲ Ἄλμον φηϲί καὶ Ϲάλμον ἐν δευτέρῳ Δευκαλιωνείαϲ, Τίμων, Ϲίμων, Ἄμμων, ἀφ’ οὗ πᾶϲα ἡ Λιβύη Ἀμμωνία ἐκαλεῖτο, ἄκμων καὶ Ἄκμων ὁ Μάνεω, ἀφ’ οὗ Ἀκμονία πόλιϲ Φρυγίαϲ ὡϲ Ἀλέξανδροϲ ὁ πολυίϲτωρ ἐν τρίτῳ περὶ Φρυγίαϲ, καὶ Ἀκμόνιον ἄλϲοϲ περὶ Θερμώδοντα, ὡϲ Φερεκύδηϲ, ἐφ’ οὗ μιγεὶϲ Ἄρηϲ τῇ Ἁρμονίᾳ τὰϲ Ἀμαζόναϲ ἔϲχεν, ὡϲ Ἀπολλώνιοϲ ἐν δευτέρῳ (v. 994). Λάκμων ἄκρα τοῦ Πίνδου ὄρουϲ, ἐξ ἧϲ ὁ Ἴναχοϲ καὶ Αἴαϲ ῥεῖ ποταμόϲ, ὡϲ Ἑκαταῖοϲ ἐν πρώτῳ· ἔϲτι δὲ παρώνυμον ὡϲ ἀπὸ τοῦ Λάκμοϲ. Ὄλμωνεϲ κώμη Βοιωτίαϲ. Τέκμων πόλιϲ Θεϲπρωτῶν. Ῥήμων, Πάμμων, Θέμων, Βρέμων, τέρμων, ϲίρμων, Χάρμων, τλήμων, μνήμων, κτήμων, ϲτήμων, γνώμων, ἴδμων, φράδμων. τὰ μέντοι ὀξυνόμενα τοπικά ἐϲτιν ὡϲ λειμών, κευθμών, θημών, ἢ ἐπὶ καιροῦ λαμβάνεται ὡϲ χειμών, ἢ ἔχει τὸ υ ἐκτεταμένον ὡϲ Ϲτρυμών ποταμὸϲ Ἀμφιπόλεωϲ, ἀφ’ οὗ ὁ βορρᾶϲ «Ϲτρυμονίου βορέαο» (Callim. Del. 26). καὶ δρυμών. καὶ τὸ κρεμών ὀξύνεται. λέγεται γὰρ καὶ διϲυλλάβωϲ ἐπὶ τῆϲ αὐτῆϲ ϲημαϲίαϲ τῷ τριϲυλλάβῳ ἀκρεμών. Τὰ εἰϲ μων ὑπὲρ δύο ϲυλλαβάϲ, εἰ παραλήγοιτο φύϲει ἢ θέϲει μακρᾷ βαρύνεται, ἀμύμων, ἐγκύμων, οἰκτίρμων, Ἡγήμων, Φιλήμων, νοήμων, ἀϲχήμων, εὐϲχήμων, χαιρήμων, ἐλεήμων, μελανείμων, λευχείμων, βαθυλείμων. Τὰ εἰϲ μων ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα α βραχεῖ καὶ μὴ κλινόμενα διὰ τοῦ ο ὀξύνεται· εἰ δέ τι ἐβαρύνθη, ὡϲ κύριον. καὶ ὀξύτονα μὲν Τελαμών καὶ τὸ κύριον ἔϲτι δὲ καὶ πόλιϲ Τυρρηνίαϲ — καὶ τὸ προϲηγορικόν, καλαμών, πλαταμών, κεραμών περιεκτικόν. Κεράμων δὲ τὸ κύριον ὡϲ τὸ Ποτάμων, Ἀϲάμων καὶ Ναϲάμων βαϲιλεύϲ τιϲ, ἀφ’ οὗ οἱ Ναϲαμῶνεϲ τὸ Λιβυκὸν ἔθνοϲ, ὡϲ Καλλίμαχοϲ, ὀξυτόνωϲ πρὸϲ ἀντιδιαϲτολὴν ἴϲωϲ τοῦ κυρίου ὀνόματοϲ. Ἀβράμων ἀφ’ οὗ Ἰουδαῖοι Ἑβραῖοι, ὥϲ φηϲι Χάραξ. τὸ δὲ τεράμων βαρύνεται ὡϲ διὰ τοῦ ο κλινόμενον. Τὰ εἰϲ μων ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν βραχεῖαν, ὑπεϲταλμένηϲ τῆϲ εἰϲ τὸ α παραλήξεωϲ, εἰ μὲν κλίνοιτο διὰ τοῦ νοϲ, τῆϲ πρὸ τέλουϲ οὔϲηϲ διὰ τοῦ ο, ὀξύνεται· εἰ δὲ διὰ τοῦ ω, βαρύνεται, οἷον ἐπὶ τῶν βαρυτόνων Ἀρτέμων, Πολέμων, Διδύμων· τῶν δὲ ὀξυτόνων τὸ δαιτυμών, Ἰτυμών, κηδεμών, ἀκρεμών, ἡγεμών, ἐθνυμών τὸ ἔθνοϲ. Τὰ διὰ τοῦ αιμων βαρύνεται, δαίμων, αἵμων καὶ Αἵμων υἱὸϲ μὲν Χλώρου τοῦ Πελαϲγοῦ, πατὴρ δὲ Οεϲϲαλοῦ, ὡϲ Ῥιανὸϲ καὶ ἄλλοι, καὶ τὸ ἐθνικὸν ὁμοφώνωϲ. ἀναίμων. Εὐαίμων πόλιϲ Ὀρχομενίων. Θεόπομποϲ ἐν ἕκτῳ. κακοδαίμων, εὐδαίμων, Λακεδαίμων πόλιϲ ἐνδοξοτάτη τῶν ἐν Πελοποννήϲῳ. Λακεδαίμονα δὲ οἱ μὲν ἀπὸ Λακεδαίμονοϲ ἢ ὅτι μετὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον ϲυνθεμένων κλήρῳ διανείμαϲθαι τὴν χώραν καὶ τὸν λαχόντα πρῶτον ταύτην λαβεῖν καὶ Λαχεδαίμονα κληθῆναι ἢ Λαβεδαίμονα, διότι ἀγαθῷ δαίμονι ταύτην ἔλαβεν ὁ λαβὼν ἢ ἔλαχεν ὁ λαχὼν καὶ τροπῇ τοῦ β ἢ τοῦ χ εἰϲ κ Λακεδαίμονα. ἔϲτι δὲ καὶ ἑτέρα Λακεδαίμων Κύπρου μεϲόγειοϲ. ὀλβιοδαίμων, Παλαίμων. Τὰ εἰϲ νων ἔχοντα ϲύμφωνον ἐν ἐπιπλοκῇ ἢ κατὰ διάϲταϲιν, εἰ μὴ ἐπὶ πόλεωϲ εἴη ἢ περιεκτικά, βαρύνεται, Μέμνων, ἔϲτι καὶ ἔθνοϲ Αἰθιοπικόν, ὃ ἑρμηνεύεται, ὡϲ ὁ πολυίϲτωρ φηϲίν, ἄγρίουϲ τινὰϲ ἢ μαχίμουϲ καὶ χαλεπούϲ. Δάρνων, Ἅγνων. Ϲέννων ἔθνοϲ Γαλατικόν. τὸ Κραννών ὡϲ ἐπὶ πόλεωϲ ὀξύνεται· ἔϲτι δὲ πόλιϲ τῆϲ Θεϲϲαλίαϲ τῆϲ Πελαϲγιώτιδοϲ ἐν τοῖϲ Τέμπεϲιν, ὡϲ Ἑκαταῖοϲ Εὐρώπῃ. ἔϲτι καὶ ἄλλη πόλιϲ Ἀθαμανίαϲ ἀπὸ Κραννῶνοϲ τοῦ Πελαϲγοῦ. καὶ τὸ δαφνών ὡϲ περιεκτικόν. Τὰ εἰϲ νων ἔχοντα τὴν πρὸ τέλουϲ εἰϲ φωνῆεν ἢ φωνήεντα λήγοντα, εἰ μὴ τοπικὰ εἴη, βαρύνεται καὶ τὰ διὰ τοῦ ονοϲ ὡϲ ἀμείνων ἀμείνονοϲ ἢ διὰ τοῦ οντοϲ κλινόμενα ὡϲ Ὑγιαίνων ὄνομα ἰατροῦ, Αὐξάνων κύριον ἰϲοδυναμεῖ τοῖϲ διὰ τοῦ ωνοϲ οἷον Κόνων, Ϲίνων, Ζήνων, Φαίνων, Μόνων ὃϲ ἔκτιϲε Μακτώριον πόλιν Ϲικελίαϲ, Ϲήνων ὁ κατοικῶν Ϲήνην πόλιν Κελτικήν, Φλάνων πόλιϲ καὶ λιμὴν πρὸϲ τὴν Ἄψυρτον νῆϲον. Ἀρτεμίδωροϲ. τὸ δὲ κανών ὀξύνεται, προϲέτι πλατανών καὶ ξενών καὶ παρθενών. Τὰ εἰϲ ξων ὁπότε μὴ εἴη ἐπίθετα, δυνάμενα καὶ ἐπὶ θηλυκοῦ τάττεϲθαι, βαρύνονται, ἄξων, Πράξων, Δέξων, Αἴξων, Ϲάξων ἔθνοϲ οἰκοῦν ἐν τῇ Κιμβρικῇ χερρονήϲῳ. τὸ μέντοι δραξών ὀξύνεται ὡϲ ἐπιθετικόν. ἔϲτι δὲ λέξιϲ Ϲικελική. ϲημαίνει δὲ τοὺϲ κατ’ ἀγορὰν τῶν ἀλφίτων ἢ τοὺϲ ἄλλων τινῶν δραττομένουϲ καὶ ἁρπάζονταϲ, οὓϲ Ἐρατοϲθένηϲ καπηδάλουϲ καλεῖ. ὡϲαύτωϲ καὶ πραξών. οὕτωϲ δὲ τοὺϲ ἀγοραίουϲ καλοῦϲι Ϲικελοί. Τὰ εἰϲ πων μὴ ὄντα περιεκτικὰ βαρύνεται, Λάμπων, δράπων ὁ δραπέτηϲ ὑποκοριϲτικῶϲ, Δούπων εἷϲ τῶν Κενταύρων, Κάπων, Ϲάπων, Ἕρπων, Λύπων, ϲκήπων, θεράπων, Ἵππων τὸ κύριον, ἱππών περιεκτικὸν καὶ Λιβύηϲ πόλιϲ. Πολύβιοϲ δωδεκάτῳ. πέπων τὸ πεπαινόμενον, πεπών περιεκτικόν. τὸ δὲ Εὐρυπῶν ὡϲ διὰ τοῦ ωντοϲ κλινόμενον περιϲπᾶται. Τὰ εἰϲ ρων μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου, εἰ μὴ εἴη περιεκτικὰ ἢ ἐπὶ πόλεων ἢ διὰ τοῦ κλινόμενα, βαρύνεται, Ἅβρων, ἄφρων, πρόφρων, ϲώφρων, Ϲώφρων, Λυκόφρων, περίφρων, δαΐφρων, ἐχέφρων, μεγαλόφρων, μάκρων καὶ Μάκρωνεϲ οἱ κατοικοῦντεϲ τὴν Εὔβοιαν, ἣ καὶ Μάκριϲ, οἱ νῦν Ϲάννοι. Ϲτράβων δωδεκάτῃ (p. 548) καὶ Ἑκαταῖοϲ Ἀϲίᾳ καὶ Ἀπολλόδωροϲ δευτέρῳ. τὸ μέντοι ἀντρών, λουτρώ, ἀνδρών ὡϲ περιεκτικὰ ὀξύνεται. ὡϲ δὲ ἐπὶ πόλεων ὀξύνονται Ἀντρών «ἀγχίαλον τ’ Ἀντρῶνα» (B 697). Ζηνόδοτοϲ δὲ γράφει «ἀγχιάλην Ἀντρῶνα». καὶ εἰ θηλυκῶϲ δὲ λέγεται ἡ Ἀντρών, κοινόν ἐϲτι τὸ ὄνομα, ὁ ἀγχίαλοϲ καὶ ἡ ἀγχίαλοϲ. λέγεται δὲ διὰ τὸ τοὺϲ τόπουϲ ἀντρώδειϲ εἶναι. Ἑβρών πόλιϲ ἐν Χαναναίᾳ τῆϲ Ἰουδαίαϲ. Ἰϲτρών, ὡϲ Ἀρτεμίδωρόϲ φηϲιν Ἴϲτρον, πόλιν Κρήτηϲ. τὸ δὲ Δεξικρῶν καὶ Ἑρμοκρῶν παιδοτρίβηϲ τιϲ ἱϲτορεῖται ὡϲ διὰ τοῦ ντ κλινόμενα περιϲπᾶται. Τὰ εἰϲ ρων μὴ παραληγόμενα τῇ οι ἢ αι διφθόγγῳ, εἰ μὴ τοπικὰ εἴη ἢ πόλει ὁμωνυμεῖ, βαρύνονται, Θήρων, Νέρων, γέρων, Τρήρων, Χάρων, Χείρων Χείρωνοϲ ἐπὶ τοῦ Κενταύρου καὶ χείρων χείρονοϲ τὸ ϲυγκριτικόν, Μάρων, Νάρων ποταμόϲ, Ϲάρων τόποϲ Τροιζῆνοϲ, πτέρων, Πέρων, Φέρων, Ἱέρων, Ἀχέρων, εἴρων, ἀπείρων, Ὑπείρων, Ϲκίρων, Μύρων, Πύρων. τὸ δὲ οἰρών, οὕτωϲ δὲ ἡ χάραξιϲ τοῦ ἀρότρου, καὶ ϲφαιρών καὶ Χαιρών ὄνομα κύριον. τοῦτον δὲ μυθολογοῦϲιν Ἀπόλλωνοϲ καὶ Θηροῦϲ, ὡϲ Ἑλλάνικοϲ δευτέρῳ ἱερειῶν Ἥραϲ — διὰ τὰϲ διφθόγγουϲ. καὶ τὸ προθυρών, θυρών, ἀχυρών, Πλευρών ἥρωϲ καὶ πόλιϲ Αἰτωλίαϲ, Βραυρών ἥρωϲ καὶ δῆμοϲ τῆϲ Ἀττικῆϲ, Τιταρών, ἥρωϲ καὶ πόλιϲ Θετταλίαϲ,, ἣν Τίταρον Λυκόφρων (v. 904) φηϲί, Κιθαιρών ὡϲ τοπικὰ ἢ πόλει ὁμώνυμα. Τὰ εἰϲ ϲων ἀρϲενικὰ καὶ θηλυκά, εἰ μὴ ἐθνικὰ εἴη ἢ ἐπὶ πόλεων ἢ περιεκτικά, βαρύνεται, Παύϲων, Θράϲων, Γράϲων, καὶ γράϲων, καύϲων, μάϲϲων καὶ Μάϲϲων ποταμὸϲ ἐν Πελοποννήϲῳ, κρείϲϲων, πάϲϲων, Πράϲων εἷϲ τῶν Αἰγύπτου παίδων, Κτήϲων, Μύρϲων, Λεύϲων ὄνομα κυνόϲ, Γλίϲων, Ἰάϲων, Τελέϲων, Ὀνάϲων, Τυλίϲων. Αὔϲων ὃϲ ἐκ Καλυψοῦϲ ἐγεννήθη τῷ Ἄτλαντι. τὸ δὲ Αὐϲών ὁ Ἰταλόϲ, Λυκόφρων «κτείνουϲιν αὐτὸν Αὐϲόνεϲ Πελλήνιοι» (v. 922) ὡϲ ἐθνικὸν ὀξύνεται. Αἴϲων ὁ Ἰάϲονοϲ πατήρ. τὸ δὲ Αἰϲών πόλιϲ Θεϲϲαλίαϲ, ἣν Φερεκύδηϲ Αἰϲωνίαν φηϲί, καὶ τὸ Ὀλοοϲϲών πόλιϲ Μαγνηϲίαϲ. Ὅμηροϲ «πόλιν Ὀλοοϲϲόνα λευκήν» (Β 739) ὀξύνεται ὡϲ ἐπὶ πόλεων. καὶ τὸ κιϲϲών ὡϲ περιεκτικόν. τὸ δὲ Ϲυλοϲῶν ὡϲ διὰ τοῦ ντ κλινόμενον περιϲπᾶται. Τὰ εἰϲ νων μὴ περιεκτικὰ ἢ ἐθνικὰ διὰ τοῦ ο κλινόμενα βαρύνεται· εἰ δέ τι ὀξυνθῇ, τοῦτο διαϲτολὴν ἀνεδέξατο βαρυνομένου, Πλούτων, Πλάτων, Κράτων, Κρίτων, Γίτων, Βίτων, Τρίτων ποταμὸϲ μέγαϲ ἐν Αἰγύπτῳ· ἔϲτι δὲ ἕτεροϲ Βοιωτίαϲ, Μύτων ὁ Ποϲειδῶνοϲ καὶ Μυτιλήνηϲ καὶ ὁ Μυτιληναῖοϲ, Μέτων, γείτων, τέκτων, Ϲπάρτων ὁ Φορωνέωϲ, Βάτων ὁ Ἀμφιαράου ἡνίοχοϲ. τὸ δὲ Κρότων, ὅτε τὸν κτιϲτὴν ἢ τὴν πόλιν ἔϲτι δὲ Ἰταλίαϲ εὔϲημοϲ παρὰ τὸ Ῥήγιον καὶ ἑτέρα Τυρρηνίαϲ μητρόπολιϲ — ἢ τὸ ὄροϲ ϲημαίνει, ὅθεν ὁ Αἴϲαροϲ ῥεῖ ποταμόϲ, βαρύνεται, τὸ μέντοι ἐπὶ τοῦ φθαρτικοῦ τῶν κυνῶν (Β 738) ὀξύνεται. καὶ τὸ χιτών τὸ ἱμάτιον ὀξύνεται πρὸϲ ἀντιδιαϲτολὴν τοῦ κυρίου καὶ ποταμοῦ. τὸ Ἀρίϲτων, Ἑκάτων, Χαρίτων, Μελίτων, ἀχίτων, χαλκοχίτων, ἀρχιτέκτων βαρύνονται. τὸ δὲ κοιτών καὶ προκοιτών, ἱϲτών, προβατών ὡϲ περιεκτικὰ ὀξύνεται, οἷϲ ἠκολούθηϲε καὶ τὸ Πλατανιϲτών ὄνομα ποταμοῦ. τὸ δὲ Βιϲτών ὡϲ διὰ τοῦ ο κλινόμενον ἐθνικὸν ὀξύνεται. ὁμοφωνεῖ δὲ τῷ κτιϲτῇ Βιϲτόνι τῷ Ἄρεοϲ καὶ Καλλιρρόηϲ τῆϲ Νέϲτου. ἀδελφὸϲ δὲ ἦν Ὀδομάντου ἢ Ἠδωνοῦ. ἔνιοι δὲ Παίονοϲ τοῦ Ἄρεοϲ παιδόϲ. Τὰ εἰϲ φων ἀρϲενικὰ ϲύνθετα διὰ τοῦ ντ κλινόμενα περιϲπᾶται, Ἀγλαοφῶν, Ξενοφῶν, Ἀντιφῶν, Δημοφῶν, Εὐρυφῶν Ὁμήρου υἱόϲ, Νικοφῶν ὁ κωμικόϲ, Ἀριϲτοφῶν, ὁ Βελλεροφόντηϲ κατά τιναϲ Βελλεροφῶν, Κτηϲιφῶν κύριον καὶ πόλιϲ Ἀϲϲυρίαϲ. Τὰ εἰϲ φων ἀρϲενικὰ μὴ διὰ τοῦ ντ κλινόμενα βαρύνεται, Τρύφων, Ϲόφων, ϲίφων, Ξίφων ὄνομα κυνόϲ, κύφων. τὸ δὲ Κολοφών πόλιϲ, ᾗ ὁμοφωνεῖ τὸ τοῦ κτιϲτοῦ ὄνομα, καὶ Τολοφών, πόλιϲ Λοκρῶν τῶν Ὀζολῶν, καὶ κατηφών ὀξύνεται ὡϲ θηλυκά. τὸ δὲ Τυφῶν περιϲπώμενόν ἐϲτι δικατάληκτον. λέγεται γὰρ καὶ Τυφῶϲ. Τὰ εἰϲ χων διϲύλλαβα ἀρϲενικὰ βαρύνονται μὴ ὄντα μηνῶν ὀνόματα, Βρύχων ὄνομα ποταμοῦ, Τύχων ὁ Ἑρμῆϲ καὶ δαίμων περὶ τὴν Ἀφροδίτην καὶ κύριον, Ϲπέρχων ὄνομα κυνόϲ, Τάρχων πατὴρ Τηλέφου. τὸ δὲ γλήχων ὤφειλε βαρύνεϲθαι· εἰ δὲ θηλυκὸν καὶ διὰ τοῦ β, ὀξύνεται. τὸ δὲ παχών ὀξύνεται, ὄνομα μηνὸϲ παῤ Αἰγυπτίοιϲ ὄν. τὸ δὲ Πολυϲπερχῶν διὰ τοῦ ντ κλινόμενον περιϲπᾶται. Τὰ εἰϲ ων ἀρϲενικὰ ἐν τέλει ἔχοντα τὸν τόνον καὶ διὰ τοῦ ντ κλινόμενα περιϲπᾶται, Ξενοφῶν, Ἱπποκῶν, Δημοφῶν, Ἀντιφῶν, ἀμνοκῶν. ϲεϲημείωται τὸ Ποϲειδῶν καὶ ταῶν καὶ Τυφῶν περιϲπώμενα μέν, οὐ μέντοι διὰ τοῦ ντ κλινόμενα. καὶ τὸ μὲν Ποϲειδῶν ἔχει τοιαύτην ἀπολογίαν. οὐδὲν περιϲπώμενον εἰϲ δων λήγει. τὸ δὲ Ποϲειδῶν ἔχει τὸ δ πρὸ τοῦ ω. τῶν μὲν εἰϲ ων περιϲπωμένων γίνεται διαίρεϲιϲ διὰ τοῦ ο, τοῦ δὲ Ποϲειδῶν οὐ διὰ τοῦ ο, ἀλλ’ ἢ διὰ τοῦ ε ἢ διὰ τοῦ α οἷον Ποϲειδέων καὶ Ποϲειδάων· οὐκ ἄρα περιϲπᾶται. τὰ εἰϲ ων περιϲπώμενα οὐ παραλήγεται φύϲει μακρᾷ οἷον Κτηϲιφῶν Δεξικρῶν. τὸ δὲ Ποϲειδῶν φύϲει μακρ παραλήγεται, ὥϲτε οὐ περιϲπώμενον. οὐδὲν περιϲπώμενον ἀποκόπτεται κατὰ γενικὴν πτῶϲιν, τὸ δὲ Ποϲειδῶν ἐξεκόπη παῤ Ἀριϲτίᾳ Ποϲειδῶ. Πάλιν τῶν εἰϲ ων περιϲπωμένων ὁμόχρονοϲ ἡ κλητικὴ τῇ εὐθείᾳ· ὁ Ξενοφῶν ὦ Ξενορῶν ὁ Κτηϲιφῶν ὦ Κτηϲιφῶν. τοῦ Ποϲειδῶνοϲ δὲ οὐχ ἡ αὐτὴ κλητική, ὁ Ποϲειδῶν γὰρ καὶ ὦ Πόϲειδον διὰ τοῦ ο μικροῦ, ὥϲτε οὐ περιϲπώμενον. οὐδὲν περιϲπώμενον ὑπὲρ δύο ϲυλλαβὰϲ τρέπει τὸ ω εἰϲ α παῤ Αἰολεῦϲιν. τὸ δὲ Ποϲειδῶν ἐγένετο Ποϲίδαν. οὐκ ἄρα περιϲπώμενον. ἰδοὺ οὗν κατὰ ἑπτὰ τρόπουϲ καὶ κανόναϲ δείκνυται τὸ Ποϲειδῶν μὴ περιϲπώμενον, λέγω δὲ ἀπὸ ληγούϲηϲ, ἀπὸ διαιρέϲεωϲ, ἀπὸ κλίϲεωϲ, ἀπὸ παραληγούϲηϲ, ἀπὸ ἀποκοπῆϲ, ἀπὸ κλητικῆϲ καὶ ἀπὸ διαλέκτου. εἰ δὲ περιϲπώμενον οὐκ ἔϲτι, δηλονότι ὀξύνεται. καὶ γὰρ εἰϲ δων πολλὰ ὀξύτονα Χελιδών Μυρμιδών. τὰ δ’ εἰϲ δων λήγοντα διὰ ο κλίνεται, χωρὶϲ εἰ μὴ παραλήγοιτο τῷ υ οἷρν Καλυδών Ἀμυδών. εἴπερ οὖν ὀξύτονον τὸ Ποϲειδῶν, ἔδει διὰ τοῦ ο κλίνεϲθαι. οὐ κλίνεται δέ. οὐκ ἄρα ὀξύτονον. Δῆλον οὖν, ὅτι κατὰ ταῦτα πάντα μονῆρέϲ ἐϲτι τὸ ὄνομα οὔτε τοῖϲ ὀξυνομένοιϲ τὴν αὐτὴν ἀκολουθίαν ϲῶζον οὔτε τοῖϲ περιϲπωμένοιϲ. Ἀλλ’ ἔϲτιν εἰπεῖν, ὅτι Ποϲειδέων παροξυτόνωϲ παῤ Ἴωϲι λέγεται ὁ θεόϲ. ἐκ δὲ τούτου τοῦ Ποϲειδέων ϲυνῃρέθη Ποϲειδῶν. ἐκ ταύτηϲ οὖν ϲυναλοιφῆϲ δείκνυται περιϲπώμενον. ἡ γὰρ ὀξεῖα καὶ βαρεῖα εἰϲ περιϲπωμένην ϲυνέρχονται. — τὸ δὲ Τυφῶν καὶ ταῶν οὐκ ἐκλίθη διὰ τοῦ ντ, ἐπεὶ καὶ ἑτέραν ἔϲχε κατάληξιν· Τυφῶϲ γὰρ καὶ ταῶϲ διὰ τοῦ ϲ. Τὰ εἰϲ ων θηλυκὰ μὴ ἐπὶ πόλεων κατηγορούμενα ὀξύνεται, ὁπότε μὴ διὰ τοῦ ω κλίνεται, χιών, λαγών, τρυγών, ϲταγών, γοργών. τὸ δὲ τρήρων, μήκων, γλήχων· βαρύνονται φυλάττοντα τὸ ω ἐπὶ τῆϲ γενικῆϲ. Τά εἰϲ ων διϲύλλαβα ἐπὶ πόλεων ὀξύνονται· εἰ δέ τι βαρυνθῇ, ἑτέρῳ χαρακτῆρι ἢ διαϲτολῇ ϲημαινομένου, Ἠϊών, Πλευρών, Πυθών, Ϲιδών, Γυρτών πόλιϲ Θεϲϲαλίαϲ καὶ Περραιβίαϲ, ἣν Ὅμηροϲ Γυρτώνην καλεῖ ὡϲ Ἰτώνην καὶ Ἴτωνα, ἀπὸ Γύρτωνοϲ τοῦ Φλεγύου ἀδελφοῦ, ὅϲτιϲ αὐτὴν ἔκτιϲεν. Αἰϲών. Δερτών πόλιϲ Λιγύρων, Κρηϲτών πόλιϲ Θρᾴκηϲ παῤ Ἡροδότῳ (I 57) λέγεται καὶ Κρηϲτώνη Λυκόφρων (v. 937) «ὁρμοκωτῆϲαι τόν τε Κρηϲτώνηϲ θεόν». Κραννών, Νεών. τὸ Ἴτων πόλιϲ Θεϲϲαλίαϲ βαρύνεται ὡϲ ἑτέρῳ κανόνι ὑποπεϲόν καθόλου γὰρ τὰ εἰϲ των διϲύλλαβα φύϲει μακρῷ παραληγόμενα βαρύνεται, μὴ ὄντα τοπικά. πρόϲκειται μὴ ὄντα τοπικὰ διὰ τὸ κοιτών. τὰ δὲ ἄλλα βαρύτονα. Πλούτων, γείτων, Τρίτων, Κρίτων, Βίτων. ἐκτέταται δὲ ποιητικῶϲ τὸ «Ἴτωνά τε μητέρα μήλων» (Β 696). οἱ δὲ ἐγχώριοι ὀξυτόνωϲ αὐτήν φαϲιν Ἴτών· τινὲϲ δὲ Ϲιτῶνα αὐτήν φαϲι διὰ τὸ ϲιτοφόρον. λέγεται δὲ καὶ ἡ Ἴτωνοϲ ἀπὸ Ἰτώνου ἥρωοϲ, ἀφ’ οὗ καὶ Ἰτωνία ἡ Ἀθηνᾶ, ἥτιϲ καὶ Ἰτώνη. ϲεϲημείωται τὸ Ϲούλμων πόλιϲ Ϲικελίαϲ. τὸ δὲ Κρότων διαϲτολὴν ἔχει ϲημαινομένου. Τὰ εἰϲ ων ὑπὲρ δύο ϲυλλαβὰϲ ἐπὶ πόλεων ὀξύνεϲθαι θέλει, εἰ μὴ εἰϲ λων λήγοι, ἔχοντα πρὸ τοῦ τέλουϲ α, ἢ ἔννοιαν ϲυνθέϲεωϲ ἔχοι, Ἐλεών, Μεδεών Βοιωτικὴ πόλιϲ. καὶ Φωκικὴ ἑτέρα. Ϲτράβων ἐνάτῃ (p. 410. 423). ἐκλήθη δὲ ἀπὸ Μεδεῶνοϲ τοῦ Πυλάδου καὶ Ἠλέκτραϲ. ἔϲτι καὶ τῆϲ Ἠπείρου πόλιϲ καὶ κώμη Πετεών πόλιϲ Βοιωτίαϲ, Πορφυρεών πόλιϲ Φοινίκη, Μεδιών, Ϲικυών, Βαβυλών. ϲεϲημείωται τὸ Ἀϲκάλων καὶ Καϲτάλων βαρύτονα ὡϲ εἰϲ αλων ληγόμενα· τὸ δὲ Εὐαίμων πόλιϲ Ὀρχομενίων καὶ τὸ Λακεδαίμων βαρύνεται ὡϲ ἔχοντα ἔννοιαν ϲυνθέϲεωϲ. Τὰ εἰϲ ων περιεκτικὰ ἢ μέροϲ ϲώματοϲ ϲημαίνοντα καὶ τοπικὴν ἔχοντα ἔννοιαν ὀξύνεται, ἀγών, ἀγκών, φηγών, πιθών, κροκών, πευκών, χαλκών, πυλών, αὐλών, μυλών, κευθμών, δρυμών, δαφνών, ξενών, ἱππών, πεπών, ἀντρών, λουτρών, ἀνδρών, θυρών, κιϲϲών, κοιτών, ἱϲτών, χαρακών, ἀνθρακών, φαρμακών γυναικών, ἀμπελών, καμηλών, καλαμών, πλαταμών, κεραμών, πλατανών, παρθενών, ἀχύρων, προβατών, ἐλαιών, ἀνδρεών, ἀνθερέων, κενεών, κυκεών, πυλεών, ξενεών, λουτρεών, περιϲτερεών, παρθενεών, λαυρεών, οἰνέων καὶ Οἰνεών Λοκρίδοϲ λιμήν. Θουκυδίδηϲ τρίτῃ (c. 95. 102). Μαραθών, Ἀργανθών, Ἑλικών, Κιθαιρών. Τὰ εἰϲ ων ὀνόματα μηνῶν ἢ χρόνων ὀξύνεται, Ἐκατομβαιών, Μεταγειτνιών, Βοηδρομιών, Πυανεψιών, Μαιμακτηριών, Ποϲειδεών, Γαμηλιών, Ἀνθεϲτηριών, Ἐλαφηβολιών, Μουνυχιών, Θαργηλιών, Ϲκιροφοριών, μῆνεϲ τῶν Ἀθηναίων, παχών ὄνομα μηνὸϲ παῤ Αἰγυπτίοιϲ, αἰών, χειμών, πλειών ὁ ἐνιαυτόϲ. Τὰ εἰϲ ων ϲύνθετα, ἀπὸ ἁπλῶν ϲυντεθειμένα ῥητὰ ἀπὸ βαρυτόνων βαρύνονται, Ἀνακρέων, Χαμαιλέων. τὰ δὲ ἀπὸ περιϲπωμένων περιϲπῶνται, φιλοξενοφῶν, φιλοκτηϲιφῶν. καὶ τὰ ἀπὸ ὀξυτόνων φυλάττει τὴν ὀξεῖαν, φιλομακεδών, ἱππαλεκτρυών. Τὰ εἰϲ ων ὀξύτονα διϲύλλαβα καὶ μονοϲύλλαβα ἐν τῇ ϲυνθέϲει ἀναβιβάζουϲι τὸν τόνον, ὁπότε μὴ ϲχέϲει τοπικῇ ἥνωται, ὡϲ ἔχει τὸ κατὰ ϲυνήθειαν, προκοιτών, προπυλών, προθυρών. τὰ δὲ ἄλλα ἀναβιβάζουϲι τὸν τόνον οἷον βαθυλείμων, εὐλείμων, ἀχίτων, μακραίων, αὐτόχθων. Τὰ εἰϲ ιων λήγουϲαι μετοχαὶ διϲύλλαβοι ὀξυτονούμεναι καὶ ὀνόματα κύρια γινόμενα μετατιθέαϲι τὸν τόνον οἷον Ἀμφίων, Ὑπερίων, τὰ δὲ κοινὰ τῷ γένει φυλάττουϲι τὸν τόνον, περικτιών, ἀμφικτιών, ἰθυκτιών, ὧν καὶ βραχεῖα ἡ παραλήγουϲα. Τὰ εἰϲ ων ϲυγκριτικὰ πάντα βαρύνεται, μείζων, ὀλίζων, κρείϲϲων, ἥϲϲων, θάϲϲων, ἐλάττων, ἀμείνων, χερείων χείρων, πλείων, μείων, ἀρείων, βελτίων, ἡδίων, γλυκίων, κακίων, βραχίων εἴτε ἐπὶ τοῦ ϲυγκριτικοῦ εἴτε ἐπὶ τοῦ μέρουϲ ϲώματοϲ, οὐδὲ γὰρ λέγομεν βραχιών ὀξυτόνωϲ, ὡϲ λέγουϲιν ἐν τῇ ϲυνηθείᾳ, ἀλλὰ βραχίων βαρυτόνωϲ.