ΠΙΝΑΞ ΤΟΥ ΟΛΟΥ ΒΙΒΛΙΟΥ ΤΟΥ ΠΕΡΙ ΤΟΝΩΝ. Βιβλίον α΄. Τὸ μὲν οὖν πρῶτον βιβλίον περιέχει τὰ εἰϲ ν λήγοντα ὀνόματα ὑπὲρ μίαν ϲυλλαβὴν ἀρϲενικὰ καὶ θηλυκά. Βιβλίον β΄. Τὸ δεύτερον περιέχει τὰ εἰϲ ξ καὶ εἰϲ ρ καὶ τὰ εἰϲ αϲ. Βιβλίον γ΄. Τὸ δὲ τρίτον τὴν εἰϲ ηϲ κατάληξιν. Βιβλίον δ΄. Τὸ δὲ τέταρτον τὴν εἰϲ ιϲ. Βιβλίον ε΄. Τὸ δὲ πέμπτον τὰ εἰϲ οϲ λήγοντα καθαρά. Βιβλίον ϛ΄. Τὸ δὲ ἕκτον ἀρξάμενον ἀπὸ τῶν εἰϲ βοϲ ϲυμπληροῖ τὰ εἰϲ λοϲ· κατὰ γὰρ τὴν τῶν ϲτοιχείων τάξιν ἡ παράθεϲιϲ ὡϲ καὶ ἐπὶ τῶν εἰϲ ων ληγόντων. Βιβλίον ζ΄. Τὸ δὲ ἕβδομον ἀπὸ τῶν εἰϲ μοϲ μέχρι τῶν εἰϲ ποϲ. Βιβλίον η΄. Τὸ δὲ ὄγδοον ἀπὸ τῶν εἰϲ ροϲ μέχρι καὶ ψοϲ καὶ ἔτι περὶ τῶν εἰϲ οϲ οὐδετέρων. Βιβλίον θ΄. Τὸ ἔννατον περὶ τῶν εἰϲ οϲ ϲυνθέτων. Βιβλίον ι΄. Τὸ δὲ δέκατον περιέχει τὰ εἰϲ υϲ ἀρϲενικὰ καὶ θηλυκὰ καὶ τὰ ἔχοντα διφθόγγουϲ πρὸ τοῦ ϲ ἔτι τὰ εἰϲ ωϲ καὶ ψ. Βιβλίον ια΄. Τὸ ἑνδέκατον περιέχει τὰ εἰϲ α λήγοντα θηλυκά. Βιβλίον ιβ΄. Τὸ δωδέκατον τὴν εἰϲ η κατάληξιν τῶν θηλυκῶν κατὰ τὴν τῶν ϲυμφώνων πάλιν τάξιν καὶ τὴν εἰϲ ω. Βιβλίον ιδ΄. Τὸ τεϲϲαρεϲκαιδέκατον περιέχει πᾶν ὄνομα μονοϲύλλαβον. Βιβλίον ιε΄. Τὸ δέκατον πέμπτον τὰϲ πλαγίαϲ τῶν ὀνομάτων κανονίζει καὶ τοὺϲ κατὰ κλίϲιν ἀριθμοὺϲ καὶ τοὺϲ κατὰ θέμα εἰρημένουϲ. Βιβλίον ιϛ΄. Τὸ ἑκκαιδέκατον περιέχει τὰ εἰϲ ω καὶ τὰ εἰϲ μι ῥήματα κατὰ πᾶν πρόϲωπον. Βιβλίον ιζ΄. Τὸ δέκατον ἕβδομον περιέχει πᾶν ϲύνθετον ῥῆμα καὶ πᾶϲαν μετοχήν. Βιβλίον ιη΄. Τὸ δέκατον ὄγδοον ἀντωνυμίαϲ ἄρθρα καὶ προθέϲειϲ. Βιβλίον ιθ΄. Τὸ δέκατον ἔννατον περιέχει ἐπιρρήματα καὶ ϲυνδέϲμουϲ. Βιβλίον κ΄. Τὸ εἰκοϲτὸν περὶ χρόνων τῶν ἐν φωνήεϲι καὶ πνευμάτων. Ἐπὶ δὲ τοῖϲ εἴκοϲι ἐν ἄλλῳ βιβλίῳ τὸ ἀναγνωϲτικὸν εἶδοϲ κατὰ ϲύνταξιν τῶν λέξεων παραδέδοται, ἀκολούθωϲ μετὰ τὴν δήλωϲιν τῆϲ καθ᾿ ἑκάϲτην προϲῳδίαϲ γινομένηϲ διδαϲκαλίαϲ περὶ διαϲτολῆϲ καὶ ϲυναλοιφῶν καὶ τῶν ἄλλων τῶν παρακολουθούντων τῇ ἀναγνώϲει, οἱον ὅτε τὸ Ζεύϲ ὀξυνόμενον οὐκ ἔχει τὴν ὀξεῖαν ῥωννυμένην ἐν τῷ «Ζεὺϲ δ᾿ ἐπεὶ οὖν Τρῶαϲ» (ll. 13, 1), ἀλλ᾿ ἐγκλινομένην διὰ τὴν ἐπιφορὰν τοῦ δέ ϲυνδέϲμου. ἐν γοῦν τῷ «Ζεύϲ τε καταχθόνιοϲ (ll. 9, 450) ῥώννυται διὰ τὴν ἐπιφορὰν τοῦ τέ. ἡ δὲ οἱ ἀντωνυμία ἐν τῷ «οἱ αὐτῷ θάνατον» οὐκ ἐφύλαξε τὴν περιϲπωμένην ἐν τῷ «καί οἱ ἐπευχόμενοϲ» (Il. 16, 829) τῆϲ ϲυντάξεωϲ τοῦτ᾿ ἀπ αιτούϲηϲ τοῦ ϲημαινομένου. οὕτωϲ ἔχει καὶ τὸ «μάχῃ ἔνι κυδιανείρῃ» (Z 124). Προϲψδία ἐϲτὶ ποιὰ τάϲιϲ ἐγγραμμάτου φωνῆϲ ὑγιοῦϲ, κατὰ τὸ ἀπαγγελτικὸν τῆϲ λέξεωϲ ἐκφερομένη μετά τινοϲ τῶν ϲυνεζευγμένων περὶ μίαν ϲυλλαβήν, ἤτοι κατὰ ϲυνήθειαν διαλέκτου ὁμολογουμένηϲ, ἤτοι κατὰ τὸν ἀναλογικὸν ὅρον καὶ λόγον. (τοῦτον δὲ τὸν ὅρον Ἡροδιανὸϲ ἐν τῷ περὶ καθόλου προϲῳδιῶν ὡρίϲατο.) Τὸ ἑκάϲτῃ λέξει τὴν δέουϲαν προϲῳδίαν τιθέναι ϲυμπέραϲμα ϲχεδὸν πάϲηϲ τῆϲ γραμματικῆϲ τυγχάνει μεθόδου· καὶ γὰρ τὸν περὶ διχρόνων ὡϲ ὅτι μάλιϲτα διηκριβωκέναι ἀναγκαῖον τῷ τοῦτο ποιεῖν ἐθέλοντι· ἐπεὶ πόθεν τὸ μὲν Ἶροϲ καὶ μῖμοϲ προπεριϲπάϲει, τὸ δὲ κτίλοϲ καὶ Χίοϲ, τὴν νῆϲον φημί, παροξυνεῖ μὴ γνοὺϲ ὡϲ τὰ μὲν πρῶτα ἐκτεταμένον ἔχει τὸ ι, τὰ δὲ δεύτερα ϲυνεϲταλμένον; ἔτι καὶ τὸν περὶ κλίϲεωϲ· ἐπεὶ πόθεν τὸ μὲν ϲωλῆνοϲ προπεριϲπάϲει, τὸ δὲ ποιμένοϲ παροξυνεῖ, ἀγνοῶν ὡϲ ἐν τῇ κλίϲει τὸ μὲν φυλάττει τὸ η, τὸ δὲ εἰϲ ε μεταβάλλει καὶ προϲέτι πόθεν τὸ μὲν προϲτακτικὸν ἵζε παροξυνεῖ, τὸ δὲ παρῳχημένον ἱζε προπεριϲπάϲει, ἀγνοῶν ὡϲ τὸ μὲν ἵζω βραχὺ τὸ ι ἔχει, τὸ δὲ ἷζον μακρόν, ὅθεν καὶ προπεριϲπᾶται κατὰ τὸ κοινὸν ἔθοϲ. τά τε τῶν διαλέκτων ἰδιώματα δεήϲει ἀκριβῶϲ εἰδέναι· ἐπεὶ πῶϲ γνώϲεται ὅτι παρὰ Δωριεῦϲι τὸ «ἐλέγον ἐκεῖνοι» παροξύνεται, τό τε Ἀφρόδιτα παρὰ μὲν Αἰολεῦϲι πρὸ δύο ἔχει τὸν τόνον, παρὰ δὲ Δωριεῦϲι πρὸ μιᾶϲ; Τί δ᾿ ἂν εἴποι τιϲ, τὴν περὶ ἐγκλιτικῶν μορίων καὶ περὶ πνευμάτων πραγματείαν μὴ γνοὺϲ ὡϲ χρειώδηϲ τῇ προκειμένῃ μεθόδῳ, τίνα τέ ἐϲτι τὰ ἐγκλινόμενα καὶ πότε ἐγκλίνεται καὶ πότε οὔ, καὶ πότε τὸ δαϲὺ πνεῦμα ταῖϲ λέξεϲιν ἐπιτίθεμεν, πότε δὲ τὸ ψιλόν; Ἀναγμὲν καῖον καὶ τὴν περὶ ϲτιγμῶν εἰδέναι πραγματείαν, εἴγε τὰϲ ὀξυνομέναϲ τῶν λέξεων, εἰ μὴ ϲτιγμὴ μετὰ ταῦτα ἐπιφέροιτο, βαρύνειν χρεών. ἐν μὲν γὰρ τῷ τὸν δ᾿ ἀπαμειβόμενοϲ προϲέφη πόδαϲ ὠκὺϲ Ἀχιλλεύϲ (Α 84) οὐ κοιμίζεται ἡ ὀξεῖα εἰϲ βαρεῖαν, ἐπειδὴ ἐπιφέρεται ϲτιγμή. ἐν δὲ τῷ καὶ Ἀχιλλεὺϲ τούτῳ γε μάχ ἔνι κυδιανείρῃ (H 113) βαρύνομεν τὴν τελευταίαν τοῦ Ἀχιλλεὺϲ διὰ τὴν ϲύμφραϲιν. Ἀλλὰ καὶ ὁ περὶ ϲυντάξεωϲ λόγοϲ χρειώδηϲ τυγχάνει πρὸϲ τοῦτο ἐπεὶ πόθεν εἰϲόμεθα ἐν τῷ «Ξάνθῳ ἔπι δινήεντι » (Ε 479) πότερον ἀναϲτρεπτέον τὴν ἐπί πρόθεϲιν ἢ ὀρθοτονητέον, εἰ μὴ ὁ περὶ ϲυντάξεωϲ λόγοϲ διδάξει ἡμᾶϲ, εἴτε πρὸϲ τὸ ἐπιφερόμενον ὄνομα τὸ δινήεντι ἡ πρόθεϲιϲ φέροιτο εἴτε πρὸϲ τὸ προηγούμενον τὸ Ξάνθῳ; Ἀναγκαῖόν τε πρὸϲ τούτοιϲ εἰδέναι ἑκάϲτην λέξιν ἐπὶ ποίαϲ ϲυλλαβῆϲ τὸν τόνον ἔχει· ὅπερ ἐν ἓξ μυριάϲιν Ἡρωδιαν ῷ πεπραγμάτευται· τήν τε κατὰ τὴν ὀρθογραφίαν ἀκρίβειαν ἐπεὶ πόθεν τὰ μὲν μηνί καὶ χηνί ὀξύνομεν, τὸ δὲ Ἀτρεῖ καὶ Πηλεῖ, δίφθογγον ἔχοντα ἐπὶ τέλουϲ, περιϲπῶμεν; καὶ ἁπλῶϲ εἰπεῖν τὰ ἄλλα ϲχεδὸν ἅπαντα τούτοιϲ τυγχάνει ὕλη. Ἀλλ᾿ ὅμωϲ νῦν διὰ τοὺϲ αἰτήϲανταϲ τὰ κεφαλαιωδέϲτερα τῶν θεωρημάτων, δι᾿ ὧν ἄν τιϲ τὸν δέοντα τόνον ἐπιθείη ταῖϲ λέξεϲι, πειράϲομαι παραδοῦναι, προομολογουμένου δηλονότι τοῦ ἐπὶ ποίαϲ ἑκάϲτη λέξιϲ ϲυλλαβῆϲ δέχεται τὸν τόνον, καὶ ἐπὶ τῆϲ τῶν χρόνων δυνάμεωϲ πότε ἐκτείνονται κα πότε ϲυϲτέλλονται, καὶ προϲέτι πότε διὰ μόνου τοῦ ι καὶ πότε διὰ τῆϲ ει διφθόγγου γράφειν ἑκάϲτην δεήϲει λέξιν· πλὴν ὅτι, ἐφ᾿ ὧν ἂν δυνατὸν εἴη ϲυντομώτερον ὡϲ πρὸϲ τὴν παροῦϲαν ἐπαγγελίαν καὶ τὴν ϲυλλαβὴν διδάξαι, ἐφ᾿ ἧϲ δεήϲει τὸν τόνον τιθέναι, καὶ τοῦτο παραδώϲομεν ἐκ τῶν τοῦ πολυμαθεϲτάτου Ἡρωδιανοῦ ἐν ἐπιτομῇ ἐκλεξάμενοι τὰ χρηϲιμώτερα. ἄρξομαι δὲ ἐντεῦθεν, παρήϲω δὲ καὶ τὰ τῶν διαλέκτων ἰδιώματα. Ἡ ὀξεῖα ἢ ἐν τέλει τίθεται ἢ πρὸ μιᾶϲ τοῦ τέλουϲ ἢ πρὸ δύο· πρὸ τριῶν δὲ οὐκ ἔτι. τὸ γὰρ Μήδεϊα παρὰ Ϲαπφοῖ πεπονθὸϲ παραιτούμεθα, ὅτι τὴν ει δίφθογγον διεῖλεν. Ἡ περιϲπωμένη ἢ ἐν τέλει τίθεται ὡϲ ἐπὶ τοῦ Ἑρμῆϲ, Ἡρακλῆϲ. ἢ πρὸ μιᾶϲ τοῦ τέλουϲ ὡϲ ἐπὶ τοῦ κῆποϲ, μῶλοϲ· πρὸ δύο δὲ οὐκέτι. οὐδέ ποτε ἐπὶ βραχείαϲ τίθεται περιϲπωμένη οὔτε ἐπὶ θέϲει μακρᾶϲ, ἀλλὰ μόνον ἐπὶ φύϲει μακρῶν. Ἰϲτέον δὲ ὅτι πᾶϲα βραχεῖα ϲυλλαβὴ πρὸ βραχείαϲ ἢ πρὸ μακρᾶϲ ἐφ᾿ ἑαυτῆϲ ἔχουϲα τὸν τόνον ὀξύνεται· τοῦ μὲν προτέρου φίλοϲ, τοῦ δὲ δευτέρου Ἕκτωρ, ἔρωϲ. πᾶϲα ϲυλλαβὴ πρὸ δύο τοῦ τέλουϲ ἐφ᾿ ἑαυτῆϲ ἔχουϲα τὸν τόνον ὀξύνεται, Ὅμηροϲ, Μενέλαοϲ. Οὐδέποτε, μακρᾶϲ οὔϲηϲ τῆϲ ἐπὶ τέλουϲ, τρίτη ἀπὸ τέλουϲ πίπτει ἡ ὀξεῖα ἔνθεν τῆϲ εὐθείαϲ τοῦ Ὅμηροϲ καὶ αἰτιατικῆϲ καὶ κλητικῆϲ προπαροξυνομένων, Ὅμηροϲ Ὅμηρον Ὅμηρε, ἡ γενικὴ καὶ δοτική, τοῦ Ὁμήρου καὶ τῷ Ὁμήρῳ, διὰ τὴν ἐπὶ τέλουϲ μακρὰν παροξύνονται, ϲεϲημειωμένων τῶν Ἀττικῶν, πόλεωϲ, μάντεωϲ. τὸν γὰρ τῶν κοινῶν εὐθειῶν τόνον φυλάττουϲι τὰ Ἀττικὰ ἐπὶ πάϲηϲ πτώϲεωϲ· ὁ ναόϲ ὀξύνεται, διὰ τοῦτο καὶ ὁ νεώϲ, τοῦ νεώ καὶ αἱ λοιπαὶ πτώϲειϲ ὀξύνονται ὁμοίωϲ. καὶ ἔτι τοῦ Μενέλαοϲ προπαροξυνομένου τὸ Μενέλεωϲ καὶ αἱ λοιπαὶ πτώϲει καὶ οἱ ἀριθμοὶ προπαροξύνονται, κἂν κατὰ γενικὴν μόνην γένηται ἡ ἐπέκταϲιϲ ὡϲ ἐπὶ τοῦ πόλεωϲ καὶ μάντεωϲ. Πᾶϲα φύϲει μακρὰ πρὸ βραχείαϲ ληκπκῆϲ ἐφ᾿ ἑαυτῆϲ ἔχουϲα τὸν τόνον περιϲπᾶται, οἶκοϲ, ἦθοϲ, ὦμοϲ· χωρὶϲ τῶν διὰ τοῦ ι ἢ θε ἐπεκτεταμένων· ταῦτα γὰρ φυλάττει τὸν τόνον, ἅτε δὴ περιττῆϲ οὔϲηϲ τῆϲ ϲυλλαβῆϲ. παροξύνεται γοῦν τὸ ναίχι καὶ εἴθε καὶ αἴθε. ἔνθεν ϲημειούμεθα τὸ οὐχί ὀξυνόμενον· τὸ δὲ ᾗχι προπεριϲπᾶται «ᾗχι ῥοὰϲ Ϲιμόειϲ ϲυμβάλλετον ἠδὲ Ϲκάμανδροϲ » (Ε 774). Ἡ αι καὶ οι ἐν τέλει λέξεων κείμεναι, μὴ ἐπιφερομένου ϲυμφώνου, ἐπὶ μὲν τῶν ἄλλων πάντων ἀντὶ βραχείαϲ παραλαμβάνονται, ἐπὶ μέντοι τῶν εὐκτικῶν καὶ τῶν ἐπιῤῥημάτων ἀντὶ μακρᾶϲ· οἷον τοῦ μὲν πρώτου τὸ Μήδειαι καὶ ἄνθρωποι προπαροξύνονται· ἔτι δὲ καὶ τὸ μοῦϲαι καὶ κοῦροι προπεριϲπᾶται, ὡϲ τῶν τελευταίων ϲυλλαβῶν βραχειῶν οὐϲῶν. εἰ δὲ ϲύμφωνον ἐπιφέρεται, μακραὶ γίνονται, ὅθεν τοῖϲ Ὁμήροιϲ καὶ ταῖϲ Μηδείαιϲ ὁ τόνοϲ καταβιβόζεται καὶ πρὸ μιᾶϲ τοῦ τέλουϲ ὀξὺϲ δίδοται· ὁμοίωϲ καὶ ἐπὶ ταῖϲ μούϲαιϲ καὶ κούροιϲ. τὸ μέντοι οἴκοι τοπικὸν ἐπίῤῥημα καὶ οἴμοι ϲχετλιαϲτικὸν προπαροξύνονται· καίτοι, ὅτε ἐϲτὶν ὄνομα τὸ οἶκοι, προπεριϲπᾶται. ἀλλὰ καὶ τὸ ποιῆϲαι καὶ κεῖραι, εἰ μὲν ἀπαρέμφατον εἴη, προπεριϲπᾶται· εἰ δὲ εὐκτικόν, παροξύνεται· ὅτε δέ ἐϲτι τὸ ποίηϲαι προϲτακτικῆϲ μέϲηϲ ἀόριϲτοϲ πρῶτοϲ, προπαροξύνεται. Πᾶϲα ὀξεῖα ἐπὶ τέλουϲ λέξεωϲ οὖϲα, εἰ μὴ ἐπιφέροιτο μετ᾿ αὐτὴν ϲτιγμή, πάντωϲ ἐν τῇ ϲυμφράϲει κοιμίζεται εἰϲ βαρεῖαν οἷον « Ζεὺϲ δ᾿ ἐπεὶ οὖν Τρῶάϲ τε καὶ Ἕκτορα» (Il. 13, 1) τό τε Ζεὺϲ καὶ ἐπὶ βαρύνεται, ὅτι ϲτιγμὴ μετὰ ταῦτα οὐ τίθεται. Ἰϲτέον δὲ ὅτι καθ᾿ ἑκάϲτην λέξιν ἐν μιᾷ ϲυλλαβῇ τίθεμεν ἢ ὀξεῖαν ἢ περιϲπωμένην, ἐν δὲ ταῖϲ λοιπαῖϲ ϲυλλαβαῖϲ βαρεῖαν· οἷον ἐν τῷ Μὲνέλὰὸϲ δευτέρα ϲυλλαβὴ ὀξύνεται, αἱ δὲ λοιπαὶ βαρύνονται, καὶ ἐν τῷ ἂλλοῖὸϲ ἡ μέϲη περιϲπᾶται, ἡ δὲ πρώτη καὶ τρίτη βαρύνονται· διὸ καὶ βαρύτονα καλεῖται τὰ παροξύτονα καὶ προπαροξύτονα καὶ προπεριϲπώμενα, διὸ ἡ τελευταία τούτων βαρύνεται· ἀλλ᾿ ὡϲ ὁμολογουμέναϲ τὰϲ τοιαύταϲ βαρείαϲ ἐῶμεν, διὰ τὸ μὴ καταϲτίζειν τὰ βιβλία. Ἡ ὀξεῖα οὖν καὶ ἡ βαρεῖα περιϲπωμένην ποιοῦϲιν οἶον φάὸϲ φῶϲ, εὐγενέὸϲ εὐγενοῦϲ. ἀνάπαλιν δὲ ἡ βαρεῖα καὶ ὀξεῖα εἰϲ ὀξεῖαν ϲυναιροῦνται, εἰ μὴ τονικὸν κωλύϲῃ παράγγελμα, οἷον ζὼόϲ ζώϲ, Πρὸΐτου Προίτου, κὸΐλου κοίλου· τὸ γὰρ κοΐλοϲ κοῖλοϲ διὰ τονικὸν παράγγελμα περιεϲπάϲθη. τὸ δὲ ἀδελφιδὲόϲ ἀδελφιδοῦϲ καὶ τὰ ὅμοια δι᾿ ἕτερον λόγον περιεϲπάϲθη· τὰ γὰρ εἰϲ ουϲ ἁπλᾶ πάντα περιϲπᾶται οἷον βοῦϲ, χοῦϲ, πλοῦϲ. τὰ δὲ ϲύνθετα βαρύνεται οἷον Μελάμπουϲ, Οἰδίπουϲ, ὅθεν ϲημειούμεθα τὸ πούϲ καὶ ὀδούϲ παραλόγωϲ ὀξυνθέντα. αἱ δύο βαρεῖαι εἰϲ βαρεῖαν ϲυναιροῦνται, ὡϲ τὸ Δημοϲθένὲὸϲ Δημοϲθένουϲ. πάλιν τὸ χρύϲὲὸϲ καὶ ἀργύρὲὸϲ μετὰ τὴν ϲυναίρεϲιν περιεϲπάϲθη διὰ τὸν εἰρημένον κανόνα, ὡϲ τὰ εἰϲ ουϲ ἁπλᾶ περιεϲπᾶϲθαι θέλει. Ταῦτα μὲν οὖν ἱκανὰ τοῖϲ εἰδόϲιν ἐπὶ ποίαϲ ϲυλλαβῆϲ ἔδει τὸν τόνον τιθέναι. Πολλῆϲ δὲ οὔϲηϲ τούτων διδαϲκαλίαϲ, ἣν ἡμῖν Ἡρωδιανὸϲ ἐν τῇ καθόλου παρέδωκε πραγματείᾳ, ὀλίγα ἐξ αὐτῶν τὰ χρειωδέϲτερα ϲυντόμωϲ ἐκλεξάμενοι πὰραθήϲομεν, ὡϲ εὐχερεϲτέραν εἶναι τοῖϲ ϲτίζειν ἐθέλουϲι τὴν τούτου μάθηϲιν.