<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1" n="B"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:B" n="50"><head rend="align(center)">ὁ ψευδόμενος.</head><p rend="align(indent)">διαιρεῖται ὁ ψευδόμενος εἰς δύο. ὁ μὲν γὰρ ἑκὼν ψεύδεται, ὁ δὲ ἄκων. ὁ μὲν οὖν ἑκὼν ψευδόμενος ἐξαπατᾷ τινας καὶ ἄλλοις ἀπάτην ἐμποιεῖ, ὁ δὲ ἄκων ψευδόμενος αὐτὸς ἐξηπατημένος ψεύδεται ἀπὸ τῆς ἐν αὐτῷ ἀπάτης οὔσης.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:B" n="54"><head rend="align(center)">ὁ καθαρισμὸς καὶ ἡ κάθαρσις.</head><p rend="align(indent)">διαιρεῖται ὁ καθαρισμὸς καὶ ἡ κάθαρσις εἰς τρία. ἔστι γὰρ αὐτῶν ἓν μὲν νόμῳ, ἓν δὲ φύσει, ἓν δὲ τέχνῃ καὶ <pb facs="divisionesquaevu00aris_0106"/> πράγματι. νόμῳ μὲν οὖν ἐστι καθαρμός . . . . . . . . . . φ όσει δὲ,〉 οἷον ὅ τε τοῦ ἀέρος, ὅταν ἀποκαθαίρηται καὶ ὅταν 〈τὰ〉 ὕδατα ὧσι καθαρὰ καὶ τὰ βρώματα καὶ πάντα ⟨τὰ τοιαῦτα⟩. τέχνῃ δὲ καὶ πράγματι, οἷον ἥ τε τῶν χαλκωμάτων καὶ τῶν ἱματίων πλύσις καὶ τὰ τοιαῦτα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:B" n="56"><head rend="align(center)">τῶν [ὄντων] ἀγαθῶν ὁμοιότης.</head><p rend="align(indent)">τῶν [ὄντων] ἀγαθῶν ὁμοιότης τῶν περὶ τὴν ψυχὴν καὶ τῶν περὶ τὸ σῶμα καὶ τῶν ἐκτός ἐστιν αὕτη· τὰ μὲν οὖν πρῶτα τοῖς πρώτοις ἐστὶν ὅμοια, τὰ δὲ δεύτερα τοῖς δευτέροις, τὰ δὲ τρίτα τοῖς τρίτοις, τὰ δὲ τέταρτα τοῖς τετάρτοις. ἔστι δὲ τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός. </p><p rend="align(indent)"> ἡ μὲν γὰρ φρόνησις ἐν ψυχῇ οὖσα αἰτία ἐστὶ τοῦ κράτιστα τὴν ψυχὴν διακεῖσθαι, ἡ δὲ εὐεξία αἰτία ἐστὶ τοῦ τὸ σῶμα ἄριστα διακεῖσθαι, ⟨ἡ δὲ εὐδοξία αἰτία ἐστὶ τοῦ τὰ ἐκτὸς ἄριστα διακεῖσθαι⟩· ὅπερ γὰρ βούλεται πράττει ὁ εὐδοξῶν. ἕκαστον ἄρα τούτων τῶν ἀγαθῶν πρωταγωνιστεῖ καὶ πρώτη λαμβάνεται ⟨ταύτῃ⟩ ἡ ὁμοιότης.</p><p rend="align(indent)">καὶ πάλιν ἡ μὲν δικαιοσύνη ἐν ψυχῇ ἐστιν ἡ καὶ αἰτία οὖσα τῶν τῆς ψυχῆς μερῶν, ἡ δὲ εὐπρέπεια ἐν σώματι οὖσα εὐταξία ἐστὶ τῶν τοῦ σώματος μερῶν, ψυχροῦ καὶ θερμοῦ καὶ ξηροῦ καὶ ὑγροῦ, ἡ δὲ εὐτυχία ἐκτὸς οὖσα <pb facs="divisionesquaevu00aris_0107"/> εὐκαιρία τίς ἐστι πραγμάτων συμπτώσεως. ὥστε ταύτῃ πάλιν παραλαμβάνεται ἡ ὁμοιότης τῶν ἀγαθῶν.</p><p rend="align(indent)">καὶ πάλιν ἡ μὲν ἀνδρεία ἐν ψυχῇ οὖσα ἰσχύς τίς ἐστι fΝκαὶ ῥώμη πρὸς φόβους καὶ τὰ τοιαῦτα, ἡ δὲ ἰσχὺς ἐν σώματι οὖσα πρὸς τοὺς πόνους καὶ τὰς κακοπαθείας ἰσχύς ἐστιν, οἱ δὲ φίλοι ἐκτὸς ὄντες ἰσχὺν τήνδε ἔχουσι πρὸς τὴν ἐκτὸς βοήθειαν· ᾧ γὰρ πολλοὶ φίλοι εἰσὶν ἰσχυρότερος οὗτος ἐν πόλει. λαμβάνεται δὲ καὶ ταύτῃ τῶν ἀγαθῶν τούτων ⟨ἡ〉 ὁμοιότης. </p><p rend="align(indent)">καὶ πάλιν ἡ μὲν σωφροσύνη ἐν ψυχῇ οὖσα κοσμεῖ τὴν ψυχὴν καὶ συμμέτρως ζῆν ποεῖ, τὸ δὲ κάλλος ἐν σώματι ὂν κοσμεῖ τὸ σῶμα καὶ σύμμετρον παρασκευάζει, ὁ δὲ πλοῦτος ἐκτὸς ὢν χορηγὸς καὶ κοσμητὴς τῶν ἀνθρώπων ἐστίν. καὶ ταύτῃ λαμβάνεται τῶν ἀγαθῶν τούτων ἡ ὁμοιότης.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:B" n="57"><head rend="align(center)">τῶν κακῶν ὁμοιότης.</head><p rend="align(indent)">τῶν κακῶν ὁμοιότης τῶν περὶ τὴν ψυχὴν καὶ ⟨τῶν περὶ⟩ τὸ σῶμα καὶ τῶν ἐκτός ἐστιν αὕτη. </p><p rend="align(indent)">ἐν τῇ ψυχῇ μέν ἐστιν ἀδικία κάκιστα τὴν ψυχὴν διατιθεῖσα, ἐν δὲ τῷ σώματι νόσος κάκιστα διατιθεῖσα τὸ σῶμα, ἐν δὲ τοῖς ἐκτὸς ἀτυχία κάκιστα διατιθεῖσα τὰς ἐκτὸς πράξεις· καὶ ταύτῃ λαμβάνεται ἡ ὁμοιότης τῶν κακῶν τούτων. </p><p rend="align(indent)">καὶ πάλιν ἐν μὲν ψυχῇ ἀφροσύνη ἀρρωστία τίς ἐστι καὶ ἀλογιστία ψυχῆς, ἐν δὲ σώματι καχεξία ἀρρωστία ἐστίν, ἐν δὲ τοῖς ἐκτὸς ἀδοξία· προπηλακισμὸν γὰρ καὶ ἀρρωστίαν καὶ ὀλιγωρίαν περὶ τὰ ἄλλα τινὰ ἐμποιεῖ ταῖς ἐκτὸς πράξεσι. καὶ ταύτῃ πάλιν λαμβάνεται τῶν κακῶν τούτων ἡ ὁμοιότης. καὶ πάλιν ἐν μὲν ψυχῇ δειλία οὖσα ἐκπληκτικὰς καὶ πάντων ἥττους τῶν φόβων παρασκευάζει τὰς ψυχάς, ἐν δὲ <pb facs="divisionesquaevu00aris_0108"/> σώματι ἀσθένεια πάντων τῶν πόνων ἡττᾶσθαι τὰ σώματα παρασκευάζει, ἐν δὲ τοῖς ἐκτὸς ἐχθροὶ ὄντες ἀσθενῆ περὶ τὰς ἐκτὸς πράξεις καὶ εὐκαταφρόνητον ποιοῦσιν· ᾧ γὰρ πολλοί εἰσιν ἐχθροὶ οὐδὲν τούτῳ ῥαδίως ὑπάρχει. καὶ ἔστιν ἡ μὲν δειλία ἐν φόβῳ εὐκαταφρονήτους ποιοῦσα, ἡ δὲ ἀσθένεια ἐν πόνοις εὐκαταφρόνητον τὸ σῶμα ποιεῖ, ἡ δὲ ἔχθρα ἐν πράξεσι ταῖς ἐν βίῳ.</p><p rend="align(indent)">καὶ πάλιν ἡ μὲν ἀσωτία καὶ ἀκολασία αἰσχρὰν τὴν ψυχὴν καὶ ἄκοσμον παρασκευάζει, τὸ δὲ αἶσχος ἐν σώματι ὂν αἰσχρὸν τὸ σῶμα καὶ ἄκοσμον παρασκευάζει, ἡ δὲ πενία ἐκτὸς οὖσα αἰσχρὸν βίον παρασκευάζει. καὶ ταύτῃ λαμβάνεται τῶν κακῶν τούτων ἡ ὁμοιότης.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:B" n="59"><head rend="align(center)">ἡ ἀποβολὴ τῆς ἐπιστήμης.</head><p rend="align(indent)">διαιρεῖται ἡ ἀποβολὴ τῆς ἐπιστήμης εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐὰν φθαρῇ οὗπέρ ἐστιν ἡ ἐπιστήμη, ἓν δὲ ἐὰν λήθη γένηται, ἓν δὲ ἐὰν ὁ ἔχων τὴν ἐπιστήμην φθαρῇ. ἐὰν μὲν οὖν οὗ ἐστιν ἡ ἐπιστήμη φθαρῇ οἷον Σωκράτης, οὐκ ἔτι ἔστιν ἐπιστήμη· ἔφθαρται γάρ. ἐὰν δὲ λήθη γένηται, καὶ οὕτως ἀποβάλλομεν τὴν ἐπιστήμην. ἐὰν δὲ ὁ ἔχων τὴν ἐπιστήμην φθαρῇ ἄνθρωπος, ἀναγκαῖόν ἐστι συμφθείρεσθαι καὶ ἀποβάλλεσθαι αὐτήν.</p></div></div></div></body></text></TEI>