ἡ κόλασις. διαιρεῖται ἡ κόλασις εἰς τέσσαρα. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἀναίρεσις, ἓν δὲ εἰς ἀργυρίου λόγον, ἓν δὲ εἰς προπηλακισμόν, ἓν δὲ εἰς κάκωσιν σώματος. ἡ μὲν οὖν ἀναίρεσίς ἐστιν, οἷον ἐπὶ τοῖς ἀνηκέστοις ἁμαρτήμασι, ὅπερ τιμωρία ὀνομάζεται. αἱ δὲ εἰς ἀργυρίου λόγον, οἷον αἱ ὑπὸ τῶν νόμων ζημίαι κολάζουσιν. αἱ δὲ εἰς προπηλακισμοῦ λόγον, οἷον αἱ ἀτιμίαι αἱ ἐν ταῖς πόλεσι γινόμεναι, οἷον ἄτιμον εἶναι ὃς ἂν ἀσπίδα ῥίψῃ ἢ παρακαταθήκην ἀποστερήσῃ, καὶ ⟨αἱ⟩ ἄλλαι αἱ τῶν νόμων ἀτιμίαι. αἱ δὲ εἰς κάκωσιν σώματος, οἷον οἱ μαστιγοῦντες καὶ οἱ λοιδοροῦντες καὶ οἱ τοιοῦτοι. ἡ ἁμαρτία. διαιρεῖται ἡ ἁμαρτία εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν μετὰ ἀδικίας, ἓν δὲ μετὰ ἀγνοίας, ἓν δὲ μετὰ ἀτυχίας. τὸ μὲν οὖν μετὰ ἀδικίας ἁμαρτάνειν ἐστίν, οἷον τὸ εἰς θεὸν ἀσεβεῖν καὶ τοὺς φίλους κακῶς ποιεῖν καὶ τὰ ἐν ταῖς πόλεσιν ἀδικήματα, τὸ δὲ μετὰ ἀγνοίας ἁμαρτάνειν, οἷον γραμματικῇ καὶ ἀριθμητικῇ καὶ ταῖς τοιαύταις ἐπιστήμαις· ταῦτα γὰρ οὐ μετὰ ἀδικίας γίνεται, ἀλλὰ μετὰ ἀγνοίας. μετὰ ἀτυχίας δὲ ἁμαρτάνειν ἐστίν, οἷον οἱ τοῦ σκοποῦ ἀποτυγχάνοντες καὶ οἱ τῶν ὁδῶν καὶ οἱ ἀκούσια ἁμαρτάνοντες. ἡ ἀτυχία. διαιρεῖται ἡ ἀτυχία εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐν ταῖς πράξεσιν, ἓν δὲ ἐν τοῖς καιροῖς, ἓν δὲ ἐν τοῖς συμπτώμασι τοῖς ἀπὸ ταὐτομάτου γινομένοις. τὸ μὲν οὖν ἐν ταῖς πράξεσιν ἀτυχεῖν βλάπτεσθαι καὶ ζημιοῦσθαί ἐστι, τὸ δὲ ἐν τοῖς καιροῖς ἀτυχεῖν ὑστερεῖσθαί ἐστι καὶ προτερεῖν καὶ [τοῦ] διαμαρτάνειν [καὶ] τοῦ καιροῦ [γινόμενον], τὸ δὲ ἐν τοῖς συμπτώμασι τοῖς ἀπὸ ταὐτομάτου γινομένοις, οἷον αἱ πληγαὶ αἱ ἐξαίφνης καὶ αἱ βλάβαι αἱ ἐξ ἀπροσδοκήτου προσπίπτουσαι. τὰ ἴδια καὶ τὰ κοινῶς ἀγαθὰ. διαιρεῖται τὰ ἴδια καὶ τὰ κοινῶς ἀγαθὰ εἰς πέντε. ἔστι γὰρ αὐτῶν τὰ μὲν ἴδια θεοῦ, τὰ δὲ ἴδια ἀνθρώπων, τὰ δὲ κοινὰ θεοῦ καὶ ἀνθρώπων, τὰ δὲ κοινὰ ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων πλὴν θεοῦ, τὰ δὲ πάντων κοινά. ἴδια μὲν οὖν ἐστι θεοῦ τὸ ἀίδιον εἶναι καὶ τὰ τοιαῦτα, ἴδια δὲ ἀνθρώπου τὸ σώφρονα καὶ δίκαιον εἶναι καὶ τὰ τοιαῦτα, κοινὰ ⟨δὲ〉 θεοῦ καὶ ἀνθρώπων τὸ σπουδαῖον εἶναι· καὶ γὰρ τῷ θεῷ ὑπάρχει καὶ τῷ ἀνθρώπῳ σπουδαίῳ εἶναι. ἴδιον δὲ ἀνθρώπου ἡ ἐγκράτεια κακοῦ τινος οὖσα ἀποτρεπτική, τῷ θεῷ δὲ οὔτε γενέσθαι οὔτε ὑπάρχειν κακὸν καλῶς ἔχει λέγειν· καὶ τἄλλα τὰ τοιαῦτα. κοινὸν δὲ ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων πλὴν θεοῦ ἀνδρεία· αὕτη γὰρ κινδύνου τινὸς καὶ φόβου ἀντιστατική ἐστι· καὶ πάντα τὰ τοιαῦτα. πάντων δὲ κοινὸν τὸ καλόν. τὸ ψευδολογεῖν.τὸ ψευδολογεῖν. διαιρεῖται τὸ ψευδολογεῖν εἰς τέσσαρα. ἔστι γὰρ αὐτοῦ ἓν μὲν ἐν ἀλαζονείᾳ, ἓν δὲ εἰρωνεία, ἓν δὲ κερτόμησις, ἓν δὲ ψευδολογία τις μετὰ βλάβης. ὁ μὲν οὖν ἀλαζονευόμενος ἐπὶ πλεῖον καὶ μεῖζον ψεύδεται· προσποιητικὸς γάρ ἐστιν ὃ οὐκ οἶδεν εἰδέναι θέλων καὶ ἅπερ οὐκ ἔχει ἔχειν. ὁ δὲ εἰρωνευόμενος ἐπὶ τὸ ἔλαττον ψεύδεται· ὅ τε γὰρ πλούσιος πένης φησὶν εἶναι, ἐὰν εἰρωνεύηται, καὶ ὁ σοφὸς οὐκ εἶναι σοφός. ὁ δὲ ἐν τῷ κερτομεῖν ψευδολογῶν μετὰ τοῦ σκώπτειν, οἷον ⟨ὁ⟩ τὸ ἡττᾶσθαι κρατεῖν ἢ καλὸν τὸ κακὸν λέγων καὶ σοφὸν τὸ ἀπαίδευτον, ὁ δὲ μετὰ βλάβης, οἷον ὁ τὰ ψευδῆ μαρτυρῶν καὶ ἀπαρνούμενος καὶ τἄλλα τὰ τοιαῦτα.