ἡ λύπη. διαιρεῖται ἡ λύπη εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐφ’ οἷς προσήκει τὸν φρόνιμον λυπεῖσθαι, ἓν δὲ ἐπὶ [τοῖς ἀλλοτρίοις ἀγαθοῖς καὶ κακοῖς καὶ] τοῖς ἄλλοις τοῖς μηδὲν προσήκουσι λυπεῖσθαι. ἔστι δὲ τὸ μὲν ἐφ’ οἷς προσήκει τὸν φρόνιμον λυπεῖσθαι, οἷον ἐπὶ τοῖς ἑαυτοῦ ἀτυχήμασιν ἢ τῶν αὐτοῦ τινὸς οἰκείων ἢ φίλων ἢ τῆς συμπάσης πόλεως καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων. τὸ δὲ ἐπὶ [τοῖς ἀλλοτρίοις ἀγαθοῖς λυπεῖσθαι ἐστὶ φθόνος τις καὶ βασκανία καὶ πᾶν τὸ τοιοῦτον· τὸ δὲ ἐπὶ πᾶσι κακοῖς καὶ ἀγαθοῖς καὶ πᾶσι] τοῖς ἄλλοις τοῖς μηδὲν προσήκουσι λυπεῖσθαι, τὸ μὲν ἐπὶ τοῖς κακοῖς τοῖς ἀλλοτρίοις ἔλεος, τὸ δὲ ἐπὶ τοῖς ἀγαθοῖς φθόνος [, τὸ δὲ ἐπὶ τοῖς ἄλλοις τοῖς μηδὲν προσήκουσι φθόνος καὶ βασκανία]. ἡ ἡδονὴ. διαιρεῖται ἡ ἡδονὴ εἰς τέσσαρα. ἔστι γὰρ αὐτῆς ἓν μὲν περὶ τὸ λογ〈ιστ〉ικόν, 〈ἓν δὲ περὶ τὸ θυμικόν,〉 ἓν δὲ περὶ τὸ ἐπιθυμητικόν, ἓν δὲ περὶ τὰς αἰσθήσεις. ἔστι δὲ ἡ 〈μὲν〉 [τὸ μανθάνειν] περὶ τὸ λογιστικὸν ἡ ἀπὸ τοῦ μανθάνειν καὶ ἀνευρίσκειν ἡδονὴ καὶ τὰ τοιαῦτα. περὶ δὲ τὸ θυμικὸν οἷον ἥ τε τοῦ κρατεῖν καὶ νικᾶν καὶ ἀντιτιμωρεῖσθαι καὶ αἱ τοιαῦται. αἱ δὲ περὶ τὸ ἐπιθυμητικὸν αἵ τε ἀπὸ τῆς τροφῆς καὶ συνουσίας καὶ αἱ τοιαῦται ἡδοναὶ γινόμεναι. ἡ δὲ [περὶ τὸ αἰσθητικὸν] περὶ τὰς αἰσθήσεις, οἷον ἥ τε διὰ τοῦ ὁρᾶν καὶ γεύεσθαι καὶ ὀσφραίνεσθαι καὶ αἱ τοιαῦται. ἡ εὐταξία. διαιρεῖται ἡ εὐταξία εἰς τέσσαρα. ἔστι γὰρ αὐτῆς ἓν μὲν περὶ ψυχήν, ἓν δὲ περὶ σῶμα, ἓν δὲ περὶ πλῆθος, ἓν δὲ περὶ κινήσεις. ἡ μὲν οὖν ἐν τῇ ψυχῇ εὐταξία ἐγγινομένη κοσμιότης καλεῖται, ἡ δὲ ἐν τῷ σώματι εὐταξία κάλλος καλεῖται, ἡ δὲ ἐν κινήσει εὐταξία εὐρυθμία ὀνομάζεται, ἡ δὲ ἐν τῷ πλήθει, οἷον ἡ πρὸς ἄρχοντας πειθαρχία εὐταξία προσαγορεύεται. ἡ ἀταξία διαιρεῖται ἡ ἀταξία εἰς τέσσαρα. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐν ψυχῇ, ἓν δὲ ἐν σώματι, ἓν δὲ ἐν πλήθει, ἓν δὲ ἐν κίνήσει. ἡ μὲν οὖν ἐν τῇ ψυχῇ ἀταξία ἐγγινομένη ἀσωτία ἢ ἀκολασία καλεῖται, ἡ δὲ ἐν τῷ σώματι ἀταξία αἰσχρότης καλεῖται, ἡ δὲ ἐν τῷ πλήθει ἀταξία ἀπειθαρχία καλεῖται, ἡ δὲ ἐν κινήσει ἀρρυθμία προσαγορεύεται. τὰ ἐν φιλοσοφίᾳ προβλήματα. διαιρεῖται τὰ ἐν φιλοσοφίᾳ προβλήματα εἰς πέντε. ἔστι γὰρ αὐτῶν ἓν μὲν πολιτικόν, ἓν δὲ διαλεκτικόν, ἓν δὲ φυσικόν, ἓν δὲ ἠθικόν, ἓν δὲ ῥητορικόν. πολιτικὸν μὲν οὖν ἐστι τὸ ὑπὲρ νόμων καί τινων τιμωριῶν προβαλλόμενον, οἷον πότερον δεῖ κολάζειν τὰ ξενικὰ ἁμαρτήματα ἢ τὰ πολιτικὰ ἢ ἀνόμοια ἢ τἄλλα τὰ τοιαῦτα. διαλεκτικὸν δέ, οἷον πότερον τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη’ ἢ ἑτέρα, καὶ τἆλλα τὰ τοιαῦτα. φυσικὸν δέ, οἷον πότερον εἷς κόσμος ἐστὶν ἢ πλείους, καὶ τἄλλα τὰ τοιαῦτα. ἠθικὸν δέ, οἷον πότερον δεῖ πάντα χαρίζεσθαι τοῖς φίλοις ἢ τὰ μὲν τὰ δὲ οὔ, καὶ τἄλλα τὰ τοιαῦτα. ῥητορικὸν δέ, οἷον ἐάν τις ὑπὲρ ποιητῶν κατηγορῇ ἢ ἀπολογῆται, οἷον διατί τὸν Ὀδυσσέα οἱ ἑταῖροι φρονιμώτατον ὄντα ἐξέθηκαν εἰς τὴν νῆσον καθεύδοντα, καὶ τὰ τοιαῦτα.