<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1" n="B"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:B" n="31"><head rend="align(center)">τὸ ψεῦδος.</head><p rend="align(indent)">διαιρεῖται τὸ ψεῦδος εἰς τρία. ἔστι γὰρ αὐτοῦ ἓν μὲν τὸ τὸ πρᾶγμα εἶναι ψεῦδος, ἓν δὲ τὸν λόγον, ἓν δὲ τὸ συναμφότερον. τὸ μὲν οὖν πρᾶγμά ἐστι ψεῦδος, ὅταν μὴ οὕτως ἔχῃ ὡς λέγεται ἀλλ’ ἄλλως, οἷον 〈ὅτι〉 ὁ καθήμενός ἐστιν ἑστηκὼς ἢ ὁ λευκὸς 〈μέλας〉. ὁ δὲ λόγος ἔσται ψευδής, ὅταν τις λέγῃ τὸν ἀληθῆ λόγον εἶναι ψευδῆ, οἷον ὁ λέγων τὸν περὶ τοῦ θεοῦ λόγον [οἷον ὁ λέγων] ὅτι ἔστι θεὸς 〈ἀθάνατος〉, καὶ τοῦτον ὁ φάσκων ψευδῆ εἶναι, ὁ λόγος οὗτός ἐστι ψευδής· οὐ γάρ ἐστιν ὑπὸ τὸν λόγον τοῦτον πρᾶγμα οὐδὲν ἀλλὰ ὁ λόγος. ὁ δὲ λέγων τὴν ἡμέραν νύκτα εἶναι καὶ τὸ πρᾶγμα ψεῦδος ἐρεῖ καὶ τὸν λόγον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:B" n="32"><head rend="align(center)">ἡ τιμὴ.</head><p rend="align(indent)">διαιρεῖται ἡ τιμὴ εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν εἰς ἀργυρίου λόγον, ἓν δὲ εἰς ἐπαίνου λόγον, ἓν δὲ εἰς θεραπείας τινὸς καὶ ἐπιμελείας λόγον. τὸ μὲν οὖν εἰς ἀργυρίου λόγον ἐστὶν ἀξία ἐν πράσει καὶ ὠνήσει, οἷον ἄξια τῆς τιμῆς φαμεν εἶναι. τὸ δὲ εἰς ἐπαίνου λόγον [εἶναι], οἷον αἱ ἐν <pb facs="divisionesquaevu00aris_0097"/> ταῖς πόλεσι τιμαὶ δι’ ἐνίας πράξεις γινόμεναι καὶ δωρεαὶ διδόμεναι. τὸ δὲ εἰς θεραπείας λόγον καὶ ἐπιμελείας, οἷον τὸν θεὸν τιμῶμεν θεραπείᾳ τινὶ καὶ ἐπιμελείᾳ τινός, καὶ τοὺς γονεῖς δὲ τιμῶμεν, ὁμοίως δὲ καὶ τὰ ἄλλα τὰ διὰ θεραπείαν γινόμενα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:B" n="34"><head rend="align(center)">τῶν ἐπιστημῶν ἡ κρίσις.</head><p rend="align(indent)">διαιρεῖται τῶν ἐπιστημῶν ἡ κρίσις εἰς τρία. ἔστι γὰρ αὐτῶν ἓν μέν, ἂν ᾖ βελτιόνων ἢ καλλιόνων, ἓν δέ, ἂν ᾖ συμφερόντων μᾶλλον καὶ κατεπειγόντων, ἓν δέ, ἂν ᾖ τῶν ἀκριβεστέρων μᾶλλον δὲ καὶ εἰς ἀπόδειξιν συντεινόντων. ἔστι δὲ τὸ μὲν βελτιόνων καὶ καλλιόνων οἷον ἡ ἀνδριαντοποιητικὴ τέχνη καὶ ἡ ἀγαλματοποιητικὴ καὶ ἡ πορφυροβαφικὴ καὶ αἱ τοιαῦται. συμφερόντων δὲ καὶ μᾶλλον κατεπείγόντων οἷον ἡ σκευοποιητικὴ [σκευικὴ] καὶ οἰκοδομικὴ καὶ αἱ τοιαῦται. ἀκριβεστέρων δὲ καὶ μᾶλλον εἰς ἀπόδειξιν συντεινόντων αἵ τε μαθηματικαὶ καὶ ἡ φιλοσοφία.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:B" n="35"><head rend="align(center)">ὁ στρατηγὸς.</head><p rend="align(indent)">διαιρεῖται ὁ στρατηγὸς εἰς τρία. ἔστι γὰρ ἢ τῷ νόμῳ στρατηγὸς ἢ κατὰ δύναμίν τινα καὶ πραγμάτων κυρείαν στρατηγὸς ἢ κατὰ ἐπιστήμην. ἔστι δὲ ὁ μὲν κατὰ νόμον στρατηγὸς οἷον οἱ ἐν ταῖς πόλεσιν αἱρούμενοι, ὁ δὲ κατὰ ἐπιστήμην ὁ ἔχων τὴν στρατηγικὴν ἐπιστήμην, ὁ δὲ κατὰ <pb facs="divisionesquaevu00aris_0098"/> δύναμίν τινα καὶ πραγμάτων κυρείαν οἷον ὁ ἀπό τινος ἐπισταθεὶς ἢ αὐτὸς ὑφ’ ἑαυτοῦ κύριος χρημάτων καὶ στρατιωτῶν γενόμενος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:B" n="37"><head rend="align(center)">αἱ μέθοδοι αἱ εἰς τὰ προβλήματα.</head><p rend="align(indent)">διαιροῦνται αἱ μέθοδοι αἱ εἰς τὰ προβλήματα εἰς τρία. εἰσὶ γὰρ αὐτῶν αἱ μὲν κριτικαί, αἱ δὲ θεωρητικαί, αἱ δὲ ἐριστικαί. καὶ κριτικαὶ μέν εἰσιν αἷς τὸ βέλτιον καὶ τὸ χεῖρον διακρίνομεν, οἷον πότερον βέλτιον δικαιοσύνη ἢ ἀνδρεία. θεῳρητικαὶ δὲ αἷς θεωροῦμεν τὸ τοιοῦτον, οἷον πότερον ταὐτὸν νόσος ἐστὶν ὑγείᾳ καὶ εὐεξίᾳ ἢ οὔ. ἐριστικαὶ δὲ αἷς τοὺς ὅρους ἀναιροῦμεν, οἷον οὐκ ἔστιν εὐεξία σωμάτων ἡ κρατίστη.</p></div></div></div></body></text></TEI>