τὰ ὄντα. διαιρεῖται τὰ ὄντα εἰς τρία. ἔστι γὰρ αὐτῶν τὰ μὲν κατ’ οὐσίαν, τὰ δὲ κατὰ συμβεβηκός, τὰ δὲ κατὰ πάθος. ἔστι δὲ τὰ μὲν κατ’ οὐσίαν, οἷον τὸ εἶναι ἄνθρωπον καὶ τὸ ἕκαστον τῶν ὄντων εἶναι, τὰ δὲ κατὰ συμβεβηκὸς, 〈οἷον〉 τὸ τρέχειν καὶ καθεύδειν καὶ ἄλλα τοιαῦτα, τὸ δὲ κατὰ πάθος, οἷον τὸ ἥδεσθαι καὶ λυπεῖσθαι καὶ θαρρεῖν καὶ φοβεῖσθαι καὶ τὰ τοιαῦτα. διαίρεσις τῶν βελτιόνων etc. διαίρεσις τῶν βελτιόνων καὶ τῶν χειρόνων καὶ τῶν καλλι〈όν〉ων καὶ αἰσχι〈όν〉ων καὶ λευκοτέρων καὶ μελανοτέρων: τούτων ἕκαστον λέγεται τριχῶς· ἢ γὰρ τοῦ ἐναντίου ἢ ἑαυτοῦ ἢ μέσου, οἷον ἐναντίου βέλτιον εἶναι λέγεται τὸ ἀγαθὸν τοῦ κακοῦ, ὡς τῆς πανουργίας καὶ τῆς ἀφροσύνης ἡ φρόνησις, τοῦ δὲ μέσου λέγεται βέλτιον εἶναι τὸ ἀγαθὸν οἷον τοῦ μήτε ἀγαθοῦ μήτε κακοῦ, αὐτὸ δὲ ἑαυτοῦ λέγεται βέλτιον καθὸ ἀγαθὸν ἀγαθοῦ, ἐὰν ἧττον τὸ ἕτερον. ὁμοίως δὲ καὶ τὸ καλόν· λέγεται γὰρ καὶ τοῦ αἰσχροῦ κάλλιον καὶ τοῦ μήτε αἰσχροῦ μήτε καλοῦ κάλλιον εἶναι, λέγεται δὲ καὶ τοῦ καλοῦ ἧττον δὲ καλοῦ κάλλιον εἶναι. ὁμοίως δὲ καὶ τὸ λευκότερον λέγεται· τὸ γὰρ λευκὸν καὶ τοῦ μέλανος λέγεται εἶναι λευκότερον καὶ τοῦ μήτε μέλανος ὄντος μήτε λευκοῦ, ὅπερ ἐστὶ μέσον. καὶ ἐπὶ τῶν ἄλλων δὲ τῶν οὕτως λεγομένων τὸν αὐτὸν τρόπον ἔχειν φατέ. κατὰ τρεῖς ἄρα τρόπους λέγεται βελτίω καὶ χείρω καὶ καλλίω καὶ αἰσχίω καὶ λευκότερον καὶ μελανότερον. τὰ ἐξ ὧν πόλις οἰκεῖται. διαιρεῖται τὰ ἐξ ὧν πόλις οἰκεῖται εἰς τρία. ἔστι γὰρ αὐτῶν ἓν μὲν ἐκ τοῦ μαχίμου μέρους τῶν ἀνθρώπων, ἓν δὲ ἐκ τοῦ βουλεύεσθαι δυναμένου, ἓν δὲ ἐκ τοῦ ἐργάζεσθαι. τὸ μὲν οὖν μάχιμον μέρος τὸ ἄλκιμόν ἐστι, τὸ δὲ βουλεύεσθαι δυνάμενον τὸ τῶν πρεσβυτέρων, τὸ δὲ ἐργάζεσθαι τὸ τῶν τεχνιτῶν καὶ γεωργῶν καὶ τῶν ἄλλων τῶν τοιούτων. τούτων δὲ ὅτι ἂν ἀπῇ, οὐ ῥᾳδίως ἡ πόλις οἰκεῖται. ἡ γένεσις. διαιρεῖται ἡ γένεσις εἰς τέσσαρα. ἔστι δὲ αὐτῆς ἓν μὲν ἐξ οὐκ ὄντος εἰς οὐσίαν μεταβάλλειν, οἷον τὸν οὐκ ὄντα υἱὸν γενέσθαι καὶ ἀνδριάντα τὸν οὐκ ὄντα γενέσθαι καὶ πάντα τὰ τοιαῦτα, ἓν δὲ ἐκ τόπου εἰς τόπον μεταβάλλειν καὶ τεθῆναι ἐν ἄλλῳ, οἷον οἱ πλέοντες καὶ πορευόμενοι καὶ πᾶν τὸ τοιοῦτον, ἓν δὲ ἕξεως καὶ διαθέσεως μεταβολή, οἷον τὸ ἐξ ἀπαιδεύτου πεπαιδευμένον γενέσθαι καὶ ἐκ νέου πρεσβύτην καὶ ἐξ ἐχθροῦ φίλον, ἓν δὲ πραγμάτων μεταβολή, οἷον ἐκ πλουσίου πένητα καὶ ἐξ ἰδιώτου ἄρχοντα καὶ ἐξ ἄρχοντος ἰδιώτην γενέσθαι καὶ ἄλλα τοιαῦτα. τὸ ἀληθὲς. διαιρεῖται τὸ ἀληθὲς εἰς τρία. ἔστι γὰρ αὐτοῦ ἓν μὲν τὸ πρᾶγμα ἀληθὲς εἶναι, ἓν δὲ τὸν λόγον, ἓν δὲ καὶ τὸ συναμφότερον. ἔστι δὲ τὸ πρᾶγμα ἀληθές, ὅταν ᾖ οὕτως ἔχον καὶ οὐκ ἄλλως, οἷον τὸ τὸν θεὸν ἀθάνατον εἶναι· οὕτως γὰρ ἔχει τὸ πρᾶγμα καὶ οὐκ ἄλλως. τὸ δὲ λέγειν οὗτος ἐστὶν ἀληθὴς λόγος τοῦ ἀληθοῦς ἐστιν· ἔστι γὰρ ὁ λόγος πρᾶγμα ὑπὸ τὸν λόγον τοῦτον ὄν. τὸ δὲ λέγειν ὅτι οἱ ἄνθρωποι ἔμψυχοί εἰσι , καὶ ὁ λόγος ἀληθής ἐστι καὶ τὸ πρᾶγμα.