<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1" n="B"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:B" n="12"><head rend="align(center)">ἡ κίνησις.</head><p rend="align(indent)">διαιρεῖται ἡ κίνησις εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν κατὰ τόπον, ἓν δὲ κατὰ ἀλλοίωσιν, ἓν δὲ αὐτὴ καθ’ ἑαυτὴν ἡ κίνησις. ἔστι δὲ ἡ μὲν κατὰ τόπον τὸ ἐξαλλάσσειν τόπον ἐκ τόπου, οἷον οἱ τρέχοντες καὶ πηδῶντες καὶ πλέοντες καὶ αἱ ἄλλαι αἱ τοιαῦται κινήσεις. ἡ δὲ κατὰ ἀλλοίωσιν, οἷον 〈οἱ〉 αὐξανόμενοι καὶ γηράσκοντες καὶ φθίνοντες καὶ ἄλλα τοιαῦτα. ἡ δὲ αὐτὴ καθ’ ἑαυτήν, οἷον οἱ τροχοὶ καὶ οἱ ἔμβικες καὶ ὁ κόσμος καὶ ἄλλα τοιαῦτα. τῆς κινήσεως ἄρα τὸ μέν ἐστι κατὰ τόπον, τὸ δὲ κατὰ ἀλλοίωσιν, τὸ δὲ αὐτὴ καθ’ ἑαυτήν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:B" n="13"><head rend="align(center)">ἡ στάσις.</head><p rend="align(indent)">διαιρεῖται ἡ στάσις εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν μονή, ἓν δὲ διχόνοια, ἓν δὲ βαρέων καὶ κούφων θεωρία. ἔστι  <pb facs="divisionesquaevu00aris_0091"/> δὲ ἡ μὲν μονὴ αὐτὴ ἐν ἑαυτῇ στάσις, οἷον οἱ νεκροὶ καὶ οἱ λίθοι πεπόνθασι, καὶ ἄλλα τοιαῦτα. ἡ δὲ διχόνοια τῶν πολιτῶν ἢ ἐχθρῶν ἢ ἄλλων τινῶν ζῴων κατ’ ἔχθραν ἢ μάχην. ἡ δὲ βαρέων καὶ κούφων θεωρία, οἷον διὰ στάσεως τοῦ βαρέος καὶ 〈τοῦ〉 κούφου δοκιμασία.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:B" n="19"><head rend="align(center)">ὁ χρόνος.</head><p rend="align(indent)">διαιρεῖται ὁ χρόνος εἰς τρία. ἔστι γὰρ ἢ παρεληλυθὼς ἢ παρὼν ἢ μέλλων, ὃν καὶ παρεσόμενον καλοῦσιν. εἰσὶ δὲ ἐν μὲν τῷ παρεληλυθότι μνῆμαι καὶ τὸ μνημονεύειν· ἅπαντες γὰρ τὰ παρῳχημένα μνημονεύουσιν. ἐν δὲ τῷ παρόντι αἱ ἐπιστῆμαι καὶ αἱ γνώσεις καὶ οἱ λογισμοὶ καὶ αἱ πράξεις αἱ πρασσόμεναι. ἐν δὲ τῷ μέλλοντι αἱ προσδοκίαι καὶ ἐλπίδες καὶ πᾶν τὸ τοιοῦτον.</p></div><pb facs="divisionesquaevu00aris_0092"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:B" n="21"><head rend="align(center)">ἡ ὄρεξις τοῦ πράττειν.</head><p rend="align(indent)">διαιρεῖται ἡ ὄρεξις τοῦ πράττειν εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν τοῦ ἡδέος, ἓν δὲ τοῦ καλοῦ, ἓν δὲ τοῦ συμφέροντος. ἔστι δὲ ἡ μὲν τοῦ ἡδέος ὄρεξις 〈τὸ〉 ταῖς ἐπιθυμίαις ὑπηρετεῖν, ἡ δὲ τοῦ καλοῦ τιμῆς ἕνεκεν καὶ εὐδοξίας, ἡ δὲ τοῦ συμφέροντος κέρδους καὶ ὠφελείας ἕνεκεν γινομένη.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:B" n="22"><head rend="align(center)">ἡ τῶν ὄοντων ὀνομασία.</head><p rend="align(indent)">διαίρεσις τῆς τῶν ὄντων ὀνομασίας εἰς πέντε γίνεται. ἔστι γὰρ αὐτῶν λεγόμενα τὰ μὲν ὥσπερ ἓν πρὸς πολλά, τὰ δὲ ὡς πολλὰ πρὸς πολλὰ καὶ πρὸς ἕν, τὰ δὲ ὡς ἀνόμοια [ὡς] πρὸς ὅμοια, τὰ δὲ ὡς ὅμοια πρὸς ὅμοια, τὰ δὲ ὡς ἓν πρὸς ἕν. τὰ μὲν οὖν ὡς ἓν πρὸς πολλά, οἷον τάχιστος καὶ <pb facs="divisionesquaevu00aris_0093"/> μέγιστος καὶ κάλλιστος καὶ τὰ τοιαῦτα. τὰ δὲ ὡς πολλὰ πρὸς πολλὰ καὶ πρὸς ἕν, οἷον πλείω τάδε τῶνδε καὶ μείζω τάδε τῶνδε καὶ καλλίους οἵδε τῶνδε καὶ τὰ ἄλλα τὰ τοιαῦτα. τὰ δὲ ὡς ἀνόμοια [ὡς] πρὸς ὅμοια 〈. . . . . . . . , τὰ δὲ ὡς ὅμοια πρὸς ὅμοια,〉 οἷον ἀδελφοὶ πρὸς ἀδελφοὺς καὶ φίλοι πρὸς φίλους καὶ τὰ τοιαῦτα. τὰ δὲ ὡς ἓν πρὸς ἕν, οἷον καλλίων ὅδε τοῦδε καὶ θάσσων ὅδε τοῦδε καὶ τὰ τοιαῦτα. διαιρεῖται τὰ ὄντα εἰς τρία. ἔστι γὰρ αὐτῶν τὰ μὲν κατ’ οὐσίαν, τὰ δὲ κατὰ συμβεβηκός, τὰ δὲ κατὰ πάθος. ἔστι δὲ τὰ μὲν κατ’ οὐσίαν, οἷον τὸ εἶναι ἄνθρωπον καὶ τὸ ἕκαστον τῶν ὄντων εἶναι, τὰ δὲ κατὰ συμβεβηκὸς, 〈οἷον〉 τὸ τρέχειν καὶ καθεύδειν καὶ ἄλλα τοιαῦτα, τὸ δὲ κατὰ πάθος, οἷον τὸ ἥδεσθαι καὶ λυπεῖσθαι καὶ θαρρεῖν καὶ φοβεῖσθαι καὶ τὰ τοιαῦτα.</p></div></div></div></body></text></TEI>