<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1" n="A"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:A" n="7_col2"><head rend="align(center)">ἡ πολιτεία.</head><p rend="align(indent)">διαιρεῖται ἡ πολιτεία εἰς πέντε. ἔστι γὰρ αὐτῆς ἓν μὲν δημοκρατία, ἓν δὲ ἀριστοκρατία, ἓν δὲ ὀλιγαρχία, ἓν δὲ τυραννίς, ἓν δε βασιλεία. ἔστι δὲ ἡ μὲν δημοκρατία, ἐν ᾗ τὸ πλῆθος τῆς πόλεως κυριεύει, ἀριστοκρατεία δέ, ἐν ᾗ οἱ κράτιστοι ἡγοῦνται μήτε διὰ γένος μήτε διὰ πλοῦτον ἀλλὰ δι’ ἀρετήν· ἡ δὲ ὀλιγαρχία, ἐν ᾗ τὰ τιμήματα μεγάλα ποιήσαντες ἀπὸ τούτων πολιτεύονταί τινες ἢ δι’ ἑταιρίαν <pb facs="divisionesquaevu00aris_0051" type="col2"/> βιασάμενοι τὸ πλῆθος τὴν πόλιν διοικοῦσι· τυραννὶς δέ, ἐν ᾗ παρακρουσάμενός τις τὸ πλῆθος ἢ βιασάμενος τὴν πόλιν διοικεῖ· βασιλεία δέ, ὅταν ἢ κατὰ νόμον ἢ κατὰ γένος βασιλεὺς τὰ πράγματα διοικῇ τῆς πόλεως· τῆς πολιτείας ἄρα τὸ μέν ἐστι δημοκρατία, τὸ δὲ ἀριστοκρα τία, τὸ δὲ ὀλιγαρχία, τὸ δὲ τυραννίς, τὸ δὲ βασιλεία.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:A" n="4_col1"><head rend="align(center)">ἡ δικαιοσύνη.</head><p rend="align(indent)">τῆς δὲ δικαιοσύνης ἐστὶν εἴδη τρία· ἡ μὲν γὰρ αὐτῆς ἐστι περὶ θεούς, ἡ δὲ περὶ <pb facs="divisionesquaevu00aris_0052" type="col1"/> ἀνθρώπους, ἡ δὲ περὶ τοὺς ἀποιχομένους. οἱ μὲν γὰρ θύοντες κατὰ νόμους καὶ τῶν ἱερῶν ἐπιμελούμενοι δῆλον ὅτι περὶ θεοὺς εὐσεβοῦσιν· οἱ δὲ δάνεια ἀποδιδόντες καὶ <pb facs="divisionesquaevu00aris_0053" type="col1"/> παρακαταθήκας δικαιοπραγοῦσι περὶ ἀνθρώπους· οἱ δὲ τῶν μνημείων ἐπιμελούμενοι δῆλον ὅτι περὶ τοὺς ἀποιχομένους. τῆς ἄρα δικαιοσύνης ἡ μὲν πρὸς τοὺς θεούς ἐστιν, ἡ δὲ περὶ ἀνθρώπους, ἡ δὲ περὶ τοὺς ἀποιχομένους.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:A" n="4_col2"><head rend="align(center)">ἡ δικαιοσύνη.</head><p rend="align(indent)">διαιρεῖται ἡ δικαιοσύνη εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν πρὸς τὸν θεόν, ἓν δὲ <pb facs="divisionesquaevu00aris_0052" type="col2"/> πρὸς τοὺς ἀνθρώπους, ἓν δὲ πρὸς τοὺς ἀποιχομένους. ἔστι δὲ ἡ μὲν πρὸς τὸν θεὸν δικαιοσύνη μετ’ εὐσεβείας εὐχαριστία καὶ τὰς αὐτοῦ ἐκπληροῦν ἐντολάς, ἡ δὲ πρὸς <pb facs="divisionesquaevu00aris_0053" type="col2"/> τοὺς ἀνθρώπους περὶ τὰ συμβόλαια εὐνομία καὶ περὶ τὰ ἄλλα νομιζόμενα δίκαια, ἡ δὲ πρὸς τοὺς ἀποιχομένους δικαιοσύνη ἐστὶ θάπτειν καὶ τὰ ἄλλα ἐπιφέρειν. τῆς δικαιοσύνης ἄρα ἐστὶν ἓν μὲν πρὸς τὸν θεόν, ἓν δὲ πρὸς τοὺς ἀνθρώπους, ἓν δὲ πρὸς τοὺς ἀποιχομένους.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:A" n="5_col1"><head rend="align(center)">ἡ έπιστήμη.</head><p rend="align(indent)">τῆς ἐπιστήμης ἐστὶν εἴδη τρία· τὸ μὲν γάρ ἐστι πρακτικόν, τὸ δὲ ποιητικόν, τὸ δὲ <pb facs="divisionesquaevu00aris_0054" type="col1"/> θεωρητικόν. ἡ μὲν οἰκοδομικὴ καὶ ναυπηγικὴ ποιητικαί εἰσιν· ἔστι γὰρ αὐτῶν ἰδεῖν ἔργον πεποιημένον. πολιτικὴ δὲ καὶ αὐλητικὴ καὶ κιθαριστικὴ καὶ αἱ τοιαῦται πρακτικαί· οὐ γὰρ ἔστιν ἰδεῖν ἔργον αὐτῶν πεποιημένον, ἀλλὰ πράττουσί τι· ὁ μὲν γὰρ αὐλεῖ καὶ κιθαρίζει, ὁ δὲ πολιτεύεται. ἡ δὲ γεωμετρικὴ καὶ ἁρμονικὴ καὶ ἀστρολογικὴ θεωρητικαί· οὔτε γὰρ πράττουσιν οὔτε ποιοῦσιν οὐδέν· ἀλλ’ ὁ μὲν γεωμέτρης θεωρεῖ, πῶς πρὸς ἀλλήλας ἔχουσιν αἱ γραμμαί, ὁ δὲ ἁρμονικὸς <pb facs="divisionesquaevu00aris_0055" type="col1"/> τοὺς φθόγγους, ὁ δὲ ἀστρολογικὸς τὰ ἄστρα καὶ τὸν κόσμον. τῶν ἄρα ἐπιστημῶν αἱ μέν εἰσι θεωρητικαί, αἱ δὲ πρακτικαί, αἱ δὲ ποιητικαί.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:A" n="8_col2"><head rend="align(center)">ἡ έπιστήμη.</head><p rend="align(indent)">διαιρεῖται ἡ ἐπιστήμη εἰς τρία· ἔστι γὰρ αὐτῆς τὸ μὲν θεωρητικόν, τὸ δὲ ποιητικόν, <pb facs="divisionesquaevu00aris_0054" type="col2"/> τὸ δὲ πρακτικόν. ἔστι δὲ ἡ μὲν θεωρητικὴ, 〈ἧς〉 τὸ κεφάλαιον θεωρία [δὲ] ἐστίν, οἷον ἡ γεωμετρικὴ καὶ ἀριθμητικὴ καὶ ἁρμονικὴ καὶ αἱ τοιαῦται· ἡ δὲ ποιητική, ἧς τὸ κεφάλαιόν ἐστιν ἔργου συντελεστικὸν, οἷον οἰκοδομικὴ καὶ ἀνδριαντοποιητικὴ καὶ ἄλλαι τοιαῦται· ἡ δὲ πρακτική, ἧς τὸ κεφάλαιόν ἐστι πρᾶξις, οἷον ἰατρικὴ καὶ στρατηγικὴ καὶ πολιτικὴ καὶ ἄλλαι τοιαῦται. τῆς ἐπιστήμης ἄρα ἡ μέν ἐστι θεωρητική, ἡ δὲ ποιητική, ἡ δὲ πρακτική.</p></div></div></div></body></text></TEI>