τὰ ὄντα. τῶν ὄντων τὰ μὲν αὐτὰ καθ’ ἑαυτά ἐστι, τὰ δὲ πρός τι. αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ ταῦτά ἐστιν, οἷον ἄνθρωπος οἰκία ἱμάτιον χρυσίον καὶ πάντα ὅσα ἁπλῶς, μὴ τῷ ἕτερόν τι εἶναι ἐξ ἀνάγκης ἐστί, τὰ δὲ πρός τι τοιαῦτα ἐστὶν οἷον τὸ διπλάσιον καὶ ἡ ἐπιστήμη· τό τε γάρ δι πλασίον πρὸς τὸ ἥμισυ λέ γεται καὶ ἡ ἐπιστήμη πρὸς ἄλλο τι. ἡ κακία. διαιρεῖται ἡ κακία εἰς τέσσαρα. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἀφροσύνη, ἓν δὲ ἀδικία, ἓν δὲ δειλία, ἓν δὲ ἀκολασία. ἔστι δὲ ἡ μὲν ἀφροσύνη ἐν τῷ λογιστικῷ, ἡ δὲ ἀδικία ἐν πᾶσι τούτοις τοῖς μέρεσι γίνεται, ἡ δὲ δειλία ἐν τῷ θυμικῷ, ἡ δὲ ἀκολασία ἐν τῷ ἐπιθυμητικῷ. τῆς κακίας ἄρα ἓν μέν ἐστιν ἀφροσύνη, ἓν δὲ ἀδικία, ἓν δὲ δειλία, ἓν δὲ ἀκολασία. τὰ κακὰ. διαιρεῖται τὰ κακὰ εἰς τρία. ἔστι γὰρ αὐτῶν τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός. ἔστι δὲ τὰ μὲν ἐν ψυχῇ, οἷον ἀφροσύνη ἀδικία δειλία ἀκολασία καὶ τὰ ἄλλα τὰ τοιαῦτα, τὰ δὲ ἐν σώματι, οἷον νόσος ἀσθένεια αἶσχος ἔχθρα καὶ τὰ ἄλλα τὰ τοιαῦτα, τὰ δὲ ἐκτός, οἷον πενία ἐχθροὶ ἀδοξία πόλεως καὶ τὰ ἄλλα τὰ τοιαῦτα. τῶν κακῶν ἄρα τὰ μέν ἐστιν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός. ἡ ἄγνοια. διαιρεῖται ἡ ἄγνοια εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν περὶ τὸ θεωρητικόν, ἓν δὲ περὶ τὸ πρακτικόν, ἓν δὲ περὶ τὸ ποιητικόν. ἔστι δὲ ἡ περὶ τὸ θεωρητικὸν ἡ ἐν ταῖς θεωρίαις ἄγνοια, ἡ δὲ περὶ τὸ ποιητικὸν ἡ ἐν ταῖς ποιήσεσιν, ἡ δὲ περὶ τὸ πρακτικὸν ἡ ἐν ταῖς πράξεσιν. τῆς ἀγνοίας ἄρα ἓν μέν ἐστι περὶ τὸ θεωρητικόν, ἓν δὲ περὶ τὸ ποιητικόν, ἓν δὲ περὶ τὸ πρακτικόν. ἡ δυσγένεια. διαιρεῖται ἡ δυσγένεια εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν εὐἀπὸ ἀδόξων καὶ φαύλων γεγονέναι γονέων, ἓν δὲ ἀπὸ ἀδίκων καὶ πονηρῶν, ἓν δὲ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος κακίας. ἔστι δὲ τὸ μὲν ἀπὸ ἀδόξων καὶ φαύλων γεγονέναι προγόνων, οἷον ἐὰν ὦσιν οἱ πρόγονοι ἀγεννεῖς κατὰ φύσιν ἢ ἄλλως ἀνώνυμοι. τὸ δὲ ἀπὸ ἀδίκων καὶ μοχθηρῶν, οἷον ἐὰν ὦσι προδόται ἢ ἄλλην τινὰ ἀδικίαν καὶ μοχθηρίαν ἔχωσιν. τὸ δὲ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος κακίας, οἷον ἐὰν ᾖ αὐτὸς ἄδικος ἢ κακοπράγμων ἢ ἄλλην τινὰ κακὴν δόξαν κατ’ αὐτοῦ ἔχωσιν. τῆς δυσγενείας ἄρα ἐστὶν ἓν μὲν τὸ ἀπὸ ἀδόξων καὶ φαύλων προγόνων γεγονέναι, ἓν δὲ τὸ ἀπὸ ἀδίκων καὶ μοχθηρῶν, ἓν δὲ τὸ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος κακίας καὶ μοχθηρίας.