τὰ ὄντα. διαιρεῖται ἕκαστον τῶν ὄντων εἰς τρία. ἔστι γὰρ ἢ ἀγαθὸν ἢ κακὸν ἢ οὐδέτερον. τὸ μὲν οὖν ἀγαθόν ἐστιν, ὅταν ὠφελήσῃ τινὰ καὶ οὐ βλάψῃ, τὸ δὲ κακόν, ὅταν βλάπτῃ ἀεί, τὸ δὲ οὐδέτερον, ὅπερ ποτὲ μὲν βλάψει ποτὲ δὲ ὠφελήσει, οἷον οἱ περίπατοι καὶ οἱ ὕπνοι καὶ οἱ ἑλλέβοροι καὶ τὰ τοιαῦτα, ἢ οὔτε βλάψει ὅλως οὔτε ὠφελήσει. ἠ εὐνομία. εὐνομία διαιρεῖται εἰς τρία· ἓν μέν, ἐὰν ὦσιν οἱ νόμοι σπουδαῖοι, εὐνομίαν φαμὲν εἶναι· ἕτερον δέ, ἐὰν τοῖς κειμένοις νόμοις ἐμμένωσιν οἱ πολῖται, καὶ τοῦτό φαμεν εὐνομίαν εἶναι· τρίτον δέ, ἐὰν μὴ ὄντων [τῶν] νόμων κατὰ ἔθη καὶ ἐπιτηδεύματα χρηστῶς πολιτεύωνται, καὶ τοῦτο εὐνομίαν προσαγορεύομεν. τῆς εὐνομίας ἄρα ἓν μέν ἐστ ινόμους σπουδαίους εἶναι· ἄλλο δέ, ἐὰν τοῖς οὖσι νόμοις ἐμμένωσιν· τρίτον δέ, ἐὰν ἔθεσι καὶ ἐπιτηδεύμασι χρηστοῖς πολιτεύωνται. ἠ εὐνομία. διαιρεῖται ἡ εὐνομία εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν νόμοις σπουδαίοις χρῆσθαι, ἓν δὲ τοῖς ὑπάρχουσιν, ἂν ὦσι μὴ φαῦλοι, [μὴ] πείθεσθαι, ἓν δὲ τοῖς ἔθεσι τοῖς σπουδαίοις πολιτεύεσθαι, ἐὰν μὴ ὦσι νόμοι γεγραμμένοι. ἡ ἀνομία. διαιρεῖται ἡ ἀνομία εἰς τρία· ὧν ἓν μέν ἐστιν, ἐὰν ὦσιν οἱ νόμοι μοχθηροὶ καὶ πρὸς ξένους καὶ πρὸς πολίτας· | ἕτερον δέ, ἐὰν τοῖς ὑπάρχουσι μὴ πείθωνται· ἄλλο δέ, ἐὰν ὅλως μηδεὶς ᾖ νόμος. τῆς ἄρα ἀνομίας ἓν μέν ἐστι τὸ μοχθηροὺς εἶναι τοὺς νόμους· ἄλλο δέ, ἐὰν τοῖς οὖσι μὴ πείθωνται· τρίτον δέ, ἐὰν μηδεὶς ᾖ νόμος. ἡ ἀνομία. διαιρεῖται ἡ ἀνομία εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν νόμοις φαύλοις καὶ μετρίοις κεχρῆσθαι, ἓν δὲ τὸ μὴ πείθεσθαι τοῖς κειμένοις, ἂν ὦσι σπουδαῖοι, ἓν δὲ τὸ φαύλοις ἔθεσι πολιτεύεσθαι, ἐὰν μὴ ὦσι νόμοι τὸ σύνολον.