τὸ τέλος τῶν πραγμάτων — αἱ αἰτίαι. ἕκαστον τῶν ὄντων ἀποτελεῖται διὰ τέσσαρας αἰτίας· ἢ γὰρ διὰ [τὸ περὶ χρηστὴν ὑπάρχειν ἀπρόσδεκτον] τύχην ἢ δι’ ἐπιστήμην ἢ διὰ φύσιν ἢ διὰ βίαν καὶ ἀνάγκην. τὰ μὲν διὰ τύχην ἐστὶ τὸ ἀπὸ ταὐτομάτου καὶ ἄνευ προνοίας ἀποτελούμενον, τὰ δὲ δι’ ἐπιστήμην αἵ τε οἰκίαι καὶ αἱ νῆες καὶ πάντα τὰ τοιαῦτα, τὰ δὲ διὰ φύσιν, οἷον οἱ ἄνθρωποι καὶ τὰ δένδρα καὶ τὰ ζῷα πάντα, διὰ δὲ βίαν καὶ ἀνάγκην, οἷον αἱ τῶν ἀλόγων ζῴων δαμάσεις καὶ αἱ κρατήσεις καὶ δεσποτεῖαι καὶ τυραννίδες καὶ τὰ τοιαῦτα. ἡ δύναμις. ἡ δύναμις διαιρεῖται εἰς τέτταρα εἴδη· ἓν μὲν ὃ δυνάμεθα τῇ διανοίᾳ, 〈οἷον〉 λογίζεσθαι καὶ ὑπονοεῖν· ἕτερον δὲ τῷ σώματι, οἷον πορεύεσθαι καὶ διδόναι καὶ λαμβάνειν καὶ τὰ τοιαῦτα· τρίτον ὃ δυνάμεθα πλήθει στρατιωτῶν καὶ χρημάτων, ὅθεν καλεῖται πολλὴν δύναμιν ἔχων βασιλεύς· τετάρτη δὲ διαίρεσις δυνάμεως πάσχειν καὶ ποιεῖν εὗ καὶ κακῶς· οἷον ἀρρωστεῖν καὶ παιδεύεσθαι δυνάμεθα καὶ ὑγιεῖς γίνεσθαι καὶ πάντα τὰ τοιαῦτα. τῆς ἄρα δυνάμεως ἡ μέν ἐστιν ἐν διανοίᾳ, ἡ δὲ ἐν τῷ σώματι, ἡ δὲ ἐν στρατοπέδῳ καὶ χρήμασιν, ἡ δὲ ἐν τῷ ποιεῖν καὶ πάσχειν. ἡ δύναμις. διαιρεῖται ἡ δύναμις εἰς πέντε· ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐν ψυχῇ, ἓν δὲ ἐν σώματι, ἓν δὲ ἐν ταῖς πράξεσιν, ἓν δὲ ἐν ἐνίοις τῶν μὴ ὄντων, ἓν δὲ ἐν τῷ παθεῖν ἢ ποιῆσαι. ἐν ψυχῇ μὲν ἃ μανθάνομεν καὶ διανοούμεθα, ἐν σώματι δὲ οἷον αἵ τε κινήσεις καὶ αἱ ἄλλαι δυνάμεις, καθ’ ἃς πράττειν τι [ἐν] τῷ σώματι δυνάμεθα, ἐν δὲ ταῖς πράξεσιν οἷον αἱ στρατιωτικαὶ δυνάμεις· λέγεται γὰρ μεγάλην ἔχειν δύναμιν, ὅταν χρήματα καὶ στρατιῶται πολλοὶ συνηθροισμένοι ὦσι. τῶν δὲ μὴ ὄντων ἐν ἐνίοις ὅσα δυνατά ἐστι γενέσθαι ἢ ποιηθῆναι· ἐν δὲ τῷ παθεῖν ἢ ποιῆσαι, ὅσα δυνατά ἐστιν ἀναιρεῖν ἢ ἀναιρεθῆναι. ἡ φιλανθρωπία. τῆς φιλανθρωπίας ἐστὶν εἴδη τρία· ἓν μὲν διὰ τῆς προσηγορίας γινόμενον, οἷον ἐν ᾧ τινες τὸν ἐντυχόντα πάντα προσαγορεύουσι καὶ τὴν δεξιὰν ἐμβάλλοντες χαιρετίζουσιν· ἄλλο εἶδος, ὅταν τις βοηθητικὸς ᾖ παντὶ τῷ ἀτυχοῦντι· ἕτερον εἶδός ἐστι τῆς φιλανθρωπίας, ἐν ᾧ τινες φιλοδειπνισταί εἰσι. τῆς ἄρα φιλανθρωπίας τὸ μέν ἐστι διὰ τοῦ προσαγορεύειν, τὸ δὲ διὰ τοῦ εὐεργετεῖν, τὸ δὲ διὰ τοῦ ἑστιᾶν καὶ φιλοσυνουσιάζειν. Ἡ εὐδαιμονία. ἡ εὐδαιμονία διαιρεῖται εἰς πέντε μέρη· ἡ μὲν γὰρ αὐτῆς ἐστιν εὐβουλία, ἕτερον δὲ εὐαισθησία καὶ ὑγεία τοῦ σώματος, τρίτον εὐτυχία ἐν ταῖς πράξεσι, τέταρτον εὐδοξία παρὰ τοῖς ἀνθρώποις, πέμπτον εὐπορία χρημάτων καὶ τῶν εἰς τὸν βίον χρησίμων. | ἡ μὲν οὖν εὐβουλία γίνεται ἐκ παιδείας καὶ ἐκ τοῦ πολλῶν ἔμπειρον γενέσθαι. ἡ δὲ εὐαισθησία ἐκ τῶν τοῦ σώματος μερῶν· οἷον ἐάν τις ὀφθαλμοῖς ὁρᾷ καὶ τοῖς ὠσὶν ἀκούῃ καὶ τῇ ῥινὶ καὶ τῷ στόματι αἰσθάνηται ὧν δεῖ αἰσθάνεσθαι· τὸ δὲ τοιοῦτον εὐαισθησία. ἡ δὲ εὐτυχία, ὅταν ἐφ’ ἃ σκοπεῖ πράξῃ κατορθῶν ἃ δεῖ πράττειν τὸν σπουδαῖον· εὐδοξία δέ ἐστιν ὅταν τις εὖ ἀκούῃ. εὐπορία δέ ἐστιν, ὅταν τις πρὸς τὰς ἐν τῷ βίῳ χρήσεις οὕτως ἔχῃ, ὥστε καὶ φίλους εὗ ποιῆσαι καὶ φιλοτίμως καὶ εὐπόρως ἀπολειτουργῆσαι. ᾧ δὲ ὑπάρχει πάντα ταῦτα, οὗτός ἐστιν εὐδαίμων τελέως. τῆς ἄρα εὐδαιμονίας ἐστὶ τὸ μὲν εὐβουλία, τὸ δὲ εὐαισθησία καὶ ὑγεία τοῦ σώματος, τὸ δὲ εὐτυχία, τὸ δὲ εὐδοξία, τὸ δὲ εὐπορία.