ἡ φωνή. ἡ φωνὴ διαιρεῖται εἰς δύο· ἓν μὲν αὐτῆς ἐστιν ἔμψυχον, ἓν δὲ ἄψυχον. ἔμψυχον μὲν ἡ τῶν ζῴων φωνή, ἄψυχον δὲ φθόγγοι καὶ ἦχοι. τῆς τοῦ ἐμψύχου φωνῆς ἡ μέν ἐστιν ἐγγράμματος, ἡ δὲ ἀγράμματος. ἐγγράμματος μὲν ἡ τῶν ἀνθρώπων, ἀγράμματος δὲ ἡ τῶν ζῴων. τῆς ἄρα φωνῆς ἡ μὲν ἔμψυχος, ἡ δὲ ἄψυχος. ἡ φωνή. διαιρεῖται ἡ φωνὴ εἰς τέσσαρα· ἔστι γὰρ αὐτῆς ἡ μὲν ἔμψυχος, ἡ δὲ ἄψυχος, καὶ ἡ μὲν καὶ ἐγγράμματος, ἡ δὲ ἀγράμματος. ἔστι δὲ ἡ μὲν ἔμψυχος, ἡ τῶν ζῴων, ἡ δὲ ἄψυχος, οἷον ἦχοι καὶ ψόφοι καὶ ἡ τῆς λύρας καὶ τῶν αὐλῶν φωνή· καὶ ἐγγράμματος μὲν ἡ τῶν ἀνθρώπων φωνὴ καὶ ζῴων τινῶν, οἷον ἀηδόνων χελιδόνων στρουθίων καὶ τῶν τοιούτων, ἀγράμματος δὲ ἡ ἀδιάθετος ὡς οἱ ποππυσμοὶ καὶ ἦχοι καὶ ψόφοι καὶ τὰ τοιαῦτα. τὰ ὄντα. τῶν ὄντων τὰ μέν ἐστι μεριστά, τὰ δὲ ἀμέριστα. τούτῶν δὲ τῶν μεριστῶν τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ. ἀμερῆ μὲν οὖν ἐστιν, ὅσα μὴ ἔχει διαίρεσιν μηδὲ ἔκ τινος σύγκειται, οἷον ἥ τε μονὰς καὶ ἡ στιγμὴ καὶ ὁ φθόγγος. μεριστὰ δέ, ὅσα ἔκ τινος σύγκειται, οἷον αἵ τε συλλαβαὶ καὶ συμφωνίαι καὶ ζῷα καὶ ὕδωρ καὶ χρυσός. | ὁμοιομερῆ 〈μέν〉, ὅσα ἐξ ὁμοίων σύγκειται καὶ μηδὲν διαφέρει τὸ ὅλον τοῦ μέρους εἰ μὴ τῷ πλήθει, οἷον τὸ ὕδωρ καὶ τὸ χρυσίον καὶ πᾶν τὸ χυτὸν καὶ τὸ τοιοῦτον. ἀνομοιομερῆ δέ, ὅσα ἐξ ἀν ομοίων μερῶν σύγκειται, οἷον οἰκία καὶ τὰ τοιαῦτα. τῶν ὄντων ἄρα τὰ μέν ἐστι μεριστά, τὰ δὲ ἀμερῆ· τῶν δὲ μεριστῶν τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ. τὰ ὄντα. ἔτι τῶν ὄντων τὰ μέν 〈ἐστι μεριστά, τὰ δὲ ἀμερῆ, καὶ τῶν μεριστῶν τὰ μέν〉 ἐστιν ὁμοιομερῆ, τὰ δὲ ἀν ομοιομερῆ. ἔστι δὲ τὰ μὲν μεριστὰ ἅπερ ἂν ἔχῃ διαίρεσιν, οἷον οἰκία καὶ ἱμάτιον καὶ ἀργύριον καὶ κτῆμα καὶ τὰ τοιαῦτα, ἀμερῆ δὲ ἅπερ ἂν ἀμέριστα ᾖ, οἷον μονὰς καὶ στιγμὴ καὶ σημεῖον καὶ φθόγγος καὶ τὰ τοιαῦτα. καὶ τῶν μεριστῶν δὲ ἄρα τὰ μέν ἐστιν ὁμοιομερῆ ὧν καὶ τὰ μέρη ὅμοια, οἷον ὕδωρ πῦρ χαλκὸς καὶ τὰ τοιαῦτα, 〈τὰ δὲ ἀνομοιομερῆ ὧν τὰ μέρη ἀνόμοια, οἷον οἰκία καὶ τὰ τοιαῦτα〉. τὰ ὄντα. τῶν ὄντων τὰ μέν ἐστι καθ’ ἑαυτά, τὰ δὲ πρός τι λέγεται. τὰ μὲν οὖν καθ’ ἑαυτὰ λεγόμενά ἐστιν, ὅσα ἐν τῇ ἑρμηνείᾳ μηδενὸς προσδεῖται· ταῦτα δὲ ἂν εἴη οἷον ἄνθρωπος ἵππος καὶ τὰ ἄλλα ζῷα. τούτων γὰρ οὐδὲν δι’ ἑρμηνείας χωρεῖ. | τῶν δὲ πρός τι λεγομένων ὅσα προσδεῖταί τινος ἑρμηνείας, οἷον τὸ μεῖζόν τινος καὶ τὸ θᾶττόν τινος· καὶ τὸ κάλλιον καὶ τὰ τοιαῦτα· τό τε γὰρ μεῖζον ἐλάττονός ἐστι μεῖζον καὶ τὸ θᾶττον θᾶττόν τινός ἐστι. τῶν ὄντων ἄρα τὰ μέν ἐστιν αὐτὰ καθ’ αὑτά, τὰ δὲ πρός τι λέγεται. ὧδε καὶ τὰ πρῶτα διήρει κατὰ τὸν Ἀριστοτέλην.