<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1" n="A"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:A" n="2_col2"><head rend="align(center)">ἡ ἀρετή.</head><p rend="align(indent)">διαιρεῖται ἡ ἀρετὴ εἰς τέσσαρα· ἔστι γὰρ αὐτῆς ἓν μὲν φρόνησις, ἓν δὲ δικαιοσύνη, <pb facs="divisionesquaevu00aris_0063" type="col2"/> ἓν δὲ ἀνδρεία, ἓν δὲ σωφροσύνη. ἔστι δὲ ἡ μὲν φρόνησις ἐν τῷ λογιστικῷ, ἡ δὲ δικαιοσύνη ἐν πᾶσι τούτοις τοῖς μέρεσι γίνεται, ἡ δὲ ἀνδρεία ἐν τῷ θυμικῷ, ἡ δὲ σωφροσύνη ἐν τῷ ἐπιθυμητικῷ. τῆς ἀρετῆς ἄρα ἓν μέν ἐστι φρόνησις, ἓν δὲ δικαιοσύνη, ἓν δὲ ἀνδρεία, ἓν δὲ σωφροσύνη.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:A" n="14_col1"><head rend="align(center)">ἡ ἀρχή.</head><p rend="align(indent)">ἡ ἀρχὴ διαιρεῖται εἰς μέρη πέντε· ἓν μὲν εἰς τὸ κατὰ νόμον, ἓν δὲ εἰς τὸ κατὰ φύσιν, <pb facs="divisionesquaevu00aris_0064" type="col1"/> ἓν δὲ εἰς τὸ κατὰ ἔθος, τέταρτον δὲ εἰς τὸ κατὰ γένος, πέμπτον δὲ εἰς τὸ κατὰ βίαν. οἱ μὲν οὖν ἐν ταῖς πόλεσιν ἄρχοντες ὑπὸ τῶν πολιτῶν ἐπὰν αἱρεθῶσι, κατὰ νόμον ἄρχουσιν· οἱ δὲ κατὰ φύσιν, οἶ〈ον οἱ〉 ἄρσενες, οὐ μόνον ἐν τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ζῴοις· ἐπὶ πολὺ γὰρ πανταχοῦ τὰ ἄρσενα τῶν θηλειῶν ἄρχει· ἡ δὲ τοῦ κατὰ ἔθος ἀρχὴ τοιαύτη ἐστίν, οἵαν οἱ παιδαγωγοὶ τῶν παίδων ἄρχουσι καὶ οἱ διδάσκαλοι τῶν φοιτώντων. κατὰ γένος δὲ ἀρχὴ τοιαύτη τις λέγεται, οἵαν οἱ Λακεδαιμόνιοι βασιλεῖς ἄρχουσιν· ἀπὸ γὰρ γένους τινὸς ἡ βασιλεία. καὶ ἐν Μακεδονίᾳ δὲ τὸν αὐτὸν τρόπον ἄρχουσι· καὶ γὰρ ἐκεῖ ἀπὸ γένους ἡ βασιλεία καθίσταται. οἱ δὲ βιασάμενοι ἢ παρακρουσάμενοι ἄρχουσιν ἀκόντων τῶν πολιτῶν, ἡ τοιαύτη ἀρχὴ κατὰ βίαν λέγεται εἶναι. <pb facs="divisionesquaevu00aris_0065" type="col1"/> τῆς ἀρχῆς ἄρα ἐστὶ τὸ μὲν κατὰ νόμον, τὸ δὲ κατὰ φύσιν, τὸ δὲ κατὰ ἔθος, τὸ δὲ κατὰ γένος, τὸ δὲ κατὰ βίαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:A" n="63_51_col2"><head rend="align(center)">ἡ ἀρχή.</head><p rend="align(indent)">διαιρεῖται ἡ ἀρχὴ εἰς μέρη πέντε· ἓν μὲν εἰς τὸ κατὰ νόμον, ἓν δὲ εἰς τὸ κατὰ <pb facs="divisionesquaevu00aris_0064" type="col2"/> φύσιν, ἓν δὲ εἰς τὸ κατὰ ἔθος, ἓν δὲ εἰς τὸ κατὰ γένος, πέμπτον δὲ εἰς τὸ κατὰ βίαν. οἱ μὲν οὖν ἐν ταῖς πόλεσιν ἄρχοντες ὅταν ὑπὸ τῶν πολιτῶν αἱρεθῶσιν, οὗτοι κατὰ νόμον ἄρχουσιν. ἡ δὲ τοῦ κατὰ φύσιν ἀρχὴ οὐ μόνον ἐν τοῖς ἀνθρώποις ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ζῴοις ἐστίν· ἐπὶ πολὺ γὰρ πανταχοῦ τὰ ἄρρενα τῶν ζῴων τῶν θηλειῶν ἄρχει. ἡ δὲ τοῦ κατὰ ἔθος ἀρχὴ τοιαύτη ἐστίν, οἷον οἱ παιδαγωγοὶ τῶν παίδων ἄρχουσι καὶ οἱ διδάσκαλοι τῶν φοιτητῶν. κατὰ γένος δὲ ἀρχὴ τοιαύτη τις λέγεται, ὅταν πατέρα βασιλέα τελευτήσαντα υἱὸς διαδέξηται καὶ πάλιν τοῦτον ὁ τούτου υἱὸς καὶ ἐφεξῆς δὲ ὡσαύτως. ὅσοι δὲ βιασάμενοι ἄρχουσιν ἀκόντων τῶν πολιτῶν, ἡ τοιαύτη ἀρχὴ κατὰ βίαν λέγεται εἶναι.</p><p rend="align(indent)">διαιρεῖται ἡ ἀρχὴ εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν κατὰ <pb facs="divisionesquaevu00aris_0065" type="col2"/> φύσιν, ἓν δὲ κατὰ βίαν, ἓν δὲ κατὰ τάξιν καὶ θέσιν. κατὰ φύσιν μὲν οὖν ἄρχει τὸ ἄρρεν τοῦ θήλεος καὶ τὸ ἰσχυρότερον τοῦ ἀσθενεστέρου, οἷον ἐν μὲν βουσὶ ταῦρος, ἐν δὲ προβάτοις κριὸς καὶ πάντα τὰ τοιαῦτα· 〈κατὰ βίαν δέ〉, οἷον οἱ δεσπόται τῶν δούλων καὶ οἱ τύραννοι τῶν πόλεων καὶ πάντα τὰ τοιαῦτα· κατὰ τάξιν δὲ καὶ θέσιν, οἷον τὸ πρῶτον ταχθέν· ἐντεῦθεν ἀρχή ἐστι τῆς μὲν τραγῳδίας <q rend="single">ὦ παλαιὸν Ἄργος</q>, τῶν δὲ στοιχείων τὸ ἄλφα καὶ ἀριθμοῦ τὸ ἕν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:A" n="15_col1"><head rend="align(center)">ἡ ῥητορεία.</head><p rend="align(indent)">τῆς ῥητορείας εἴδη ἐστὶν ἕξ. ὅταν μὲν γὰρ κελεύωσι πολεμεῖν ἢ συμμαχεῖν πρός <pb facs="divisionesquaevu00aris_0066" type="col1"/> τινα, καλεῖται τὸ τοιοῦτον εἶδος προτροπή· ὅταν δὲ ἀξιῶσι μὴ πολεμεῖν μηδὲ συμμαχεῖν, ἀλλὰ ἡσυχίαν ἄγειν, τὸ τοιοῦτον εἶδος ἀποτροπή ἐστι. τρίτον εἶδος τῆς ῥητορείας, ὅταν τις φάσκῃ ἀδικεῖσθαι ὑπό τινος καὶ πολλῶν κακῶν αἴτιον ἀποφαίνῃ· τὸ δὴ τοιοῦτον εἶδος κατηγορία ὀνομάζεται. τέταρτον εἶδος τῆς ῥητορείας [ἀπολογία καλεῖται], ὅταν ἀποφαίνῃ τις αὑτὸν μηθὲν ἀδικοῦντα μήτε ἄλλο ἄτοπον μηθὲν πράττοντα· τὸ δὴ τοιοῦτον ἀπολογίαν καλοῦσι. | πέμπτον εἶδος ῥητορείας, ὅταν τις εὖ λέγῃ καὶ ἀποφαίνῃ καλὸν κἀγαθόν· τὸ δὴ τοιοῦτον εἶδος καλεῖται ἐγκώμιον. ἕκτον εἶδος, ὅταν τις ἀποφαίνῃ <pb facs="divisionesquaevu00aris_0067" type="col1"/> φαῦλον· τὸ δὴ τοιοῦτον εἶδος καλεῖται ψόγος. τῆς ἄρα ῥητορείας ἐστὶ τὸ μὲν ἐγκώμιον, τὸ δὲ ψόγος, τὸ δὲ προτροπή, τὸ δὲ ἀποτροπή, τὸ δὲ κατηγορία, τὸ δὲ ἀπολογία.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg048.1st1K-grc1:A" n="17_col2"><head rend="align(center)">ἡ ῥητορεία.</head><p rend="align(indent)">διαιρεῖται ἡ ῥητορεία εἰς πέντε· ἔστι γὰρ αὐτῆς ἓν μὲν κατηγορία, ἓν δὲ ἀπολογία, <pb facs="divisionesquaevu00aris_0066" type="col2"/> ἓν δὲ συμβουλία, ἓν δὲ ἐγκώμιον, ἓν δὲ ψόγος. </p></div></div></div></body></text></TEI>