τὰ ἐναντία. τὰ ἐναντία διαιρεῖται εἰς τρία. οἷον ἀγαθὰ κακοῖς ἐναντία φαμὲν εἶναι, ὡς τὴν δικαιοσύνην τῇ ἀδικίᾳ καὶ τὴν φρόνησιν τῇ ἀφροσύνῃ καὶ τὰ τοιαῦτα. κακὰ δὲ κακοῖς ἐναντία ἐστίν, οἷον ἡ ἀσωτία τῇ ἀνελευθερίᾳ καὶ τὸ ἀδίκως στρεβλοῦσθαι τῷ δικαίως στρεβλοῦσθαι· καὶ τὰ τοιαῦτα κακὰ κακοῖς ἐναντία ἐστίν. τὸ δὲ βαρὺ τῷ κούφῳ καὶ τὸ ταχὺ τῷ βραδεῖ καὶ τὸ μέλαν τῷ λευκῷ ὡς οὐδέτερα οὐδετέροις ἐναντία ἐστί. τῶν ἐναντίων ἄρα τὰ μὲν ὡς ἀγαθὰ κακοῖς ἐναντία ἐστί· τὰ δὲ ὡς κακὰ κακοῖς· τὰ δὲ ὡς οὐδετέροις οὐδέτερα. τὰ ἐναντία. διαιρεῖται τὰ ἐναντία εἰς τρία. ἔστι γὰρ αὐτῶν τὸ μὲν ὡς ἀγαθὸν κακῷ, οἷον ὑγεία νόσῳ καὶ κάλλος αἴσχει καὶ τὰ τοιαῦτα, τὸ δὲ ὡς οὐδέτερον οὐδετέρῳ, οἷον λευκότης μελανότητι καὶ κουφότης βαρύτητι καὶ τὰ τοιαῦτα, τὸ δὲ ὡς φευκτὸν φευκτῷ, οἷον ἀσωτία ἀνελευθερίᾳ καὶ θερμότης ψυχρότητι καὶ ἰσχνότης παχύτητι καὶ τὰ τοιαῦτα. τὰ ἀγαθά. τῶν ἀγαθῶν γένη ἐστὶ τρία. τὰ μὲν γάρ ἐστιν ἑκτά, τὰ δὲ μεθεκτά, τὰ δὲ ὑπαρκτά. τὰ μὲν οὖν ἑκτά ἐστιν, ὅσα ἐνδέχεται ἔχειν, οἷον ἡ δικαιοσύνη καὶ ἡ ὑγίεια. μεθεκτὰ δέ, ὅσα ἔχειν μὲν μὴ ἐνδέχεται, μετασχεῖν δὲ αὐτῶν ἐνδέχεται· οἷον αὐτὸ τὸ ἀγαθὸν ἔχειν μὲν οὐκ ἐνδέχεται, μετασχεῖν δὲ αὐτοῦ ἐνδέχεται. ὑπαρκτὰ δέ, ὅσα μήτε μετασχεῖν μήτε ἔχειν ἐνδέχεται, ὑπάρχειν δὲ δεῖ· οἷον τὸ σπουδαῖον εἶναι 〈καὶ〉 τὸ δίκαιον εἶναι ἀγαθόν ἐστι. καὶ ταῦτα οὔτε ἔχειν οὔτε μετασχεῖν ἔστιν, ἀλλ’ ὑπάρχειν δεῖ σπουδαῖον εἶναι καὶ δίκαιον εἶναι. | τῶν ἀγαθῶν ἄρα τὰ μέν ἐστιν ἑκτά, τὰ δὲ μεθεκτά, τὰ δὲ ὑπαρκτά. ἡ συμβουλία. ἡ συμβουλία διαιρεῖται εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐκ τῶν παροιχομένων χρόνων λαμβανόμενον, ἓν δὲ ἐκ τῶν μελλόντων, ἓν δὲ ἐκ τῶν ἐνεστώτων. τὰ μὲν οὖν ἐκ τῶν παροιχομένων παραδείγματα, οἷον τί ἔπαθον Λακεδαιμόνιοι πιστεύσαντες. τὰ δὲ ἐκ τῶν παρόντων, οἷον ἀποφαίνειν τείχη ἀσθενῆ, δειλοὺς ἀνθρώπους, σῖτον ὀλίγον. τὰ δὲ ἐκ τῶν μελλόντῶν, οἷον ταῖς ὑπονοίαις μὴ ἀδικεῖν τὰς πρεσβείας, ὅπως μὴ ἄδοξος ἡ Ἑλλὰς γένηται. τῆς ἄρα συμβουλίας τὰ μέν ἐστιν ἐκ τῶν παροιχομένων, τὰ δὲ ἐκ τῶν παρόντων, τὰ δὲ ἐκ τῶν μελλόντων. ἡ συμβουλία. διαιρεῖται ἡ συμβουλία εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐκ τῶν παρῳχημένων, ἓν δὲ ἐκ τῶν παρόντων, ἓν δὲ ἐκ τῶν μελλόντων. τὸ μὲν οὖν ἐκ τῶν παρῳχημένων ἐστίν, οἷον τὰ παραδείγματα 〈ἐμφανίζουσιν〉, ὅτι καὶ πρότερον ἡμῶν ἀπειθήσαντες ἀνηκέστοις κακοῖς περιέπεσαν . τὸ δὲ ἐκ τῶν παρόντων, οἷον τὰ παρόντα πράγματα ἐμφανίζουσιν, ὅτι ἐὰν τὰ τείχη ἡμῶν ἀκατασκεύαστα ὦσι καὶ ἡμεῖς ἄοπλοι ὦμεν, οἱ δὲ πολέμιοι ἅπασι τούτοις κατεσκευασμένοι, σκοπῶμεν δὴ ὅπως πολεμεῖν δυνησόμεθα . τὸ δὲ ἐκ τῶν μελλόντων, οἷον τὰ ἀποβησόμενα ἐμφανίζοντας, ὅτι ὁρᾶτε μή, ἐὰν ἐπιπλευσάντων πολεμίων ἥ τε χώρα ἀπόληται ὑμῶν καὶ τὰ σώματα τὰ πολλὰ μάτην διαφθαρῇ, καὶ ὑμεῖς μὴ οὐδὲν ἧττον ἀναγκασθῆτε ταῦτα πράττειν, ἃ νῦν ἐστιν ὑμῖν καὶ ἀκινδύνως πράττειν .