τὸ ὀρθῶς λέγειν. τὸ ὀρθῶς λέγειν διαιρεῖται εἰς τέτταρα· ἓν μὲν ἃ δεῖ λέγειν, ἓν δὲ ὅσα δεῖ λέγειν, τρίτον πρὸς οὓς δεῖ λέγειν, τέταρτον δὲ πηνίκα λέγειν δεῖ. ἃ μὲν οὖν δεῖ λέγειν, ἃ μέλλει συμφέρειν τῷ λέγοντι καὶ τῷ ἀκούοντι· τὸ δὲ ὅσα δεῖ λέγειν, μὴ πλείω μηδὲ ἐλάττω τῶν ἱκανῶν. | τὸ δὲ πρὸς οὓς δεῖ λέγειν, ἐάν τε πρὸς πρεσβυτέρους ἁμαρτάνοντας διαλέγῃ, ἁρμόττοντας δεῖ τοὺς λόγους διαλέγεσθαι ὡς πρεσβυτέροις· ἐάν τε πρὸς νεωτέρους, ἁρμόττοντας δεῖ λέγεσθαι ὡς νεωτέροις. πηνίκα δὲ λέγειν ἐστὶ μήτε πρότερον μήτε ὕστερον· εἰ δὲ μή, διαμαρτήσεσθαι καὶ κακῶς ἐρεῖν. τὸ ὀρθῶς λέγειν. διαιρεῖται τὸ ὀρθῶς λέγειν εἰς πέντε· ἔστι γὰρ αὐτοῦ ἓν μὲν ὅσα δεῖ λέγειν, ἓν δὲ ὅπου δεῖ λέγειν, ἓν δὲ πρὸς οὓς δεῖ λέγειν, ἓν δὲ ἡνίκα δεῖ λέγειν, ἓν δὲ ἃ δεῖ λέγειν. τὸ μὲν οὖν ὅσα δεῖ λέγειν ἐστὶ τὸ μήτε πλείω μήτε ἐλάσσω τῶν ἱκανῶν, τὸ δὲ ὅπου δεῖ λέγειν ἐστὶν ἐν τόπῳ, οἷον ἐν ἀγορᾷ καὶ ἐν γυμνασίῳ καὶ ἐν διατριβῇ καὶ ἐν τοῖς δέουσιν ἄλλοις τόποις, τὸ δὲ πρὸς οὓς δεῖ λέγειν ἑκάστῳ τὸ ἁρμόττον [καὶ πρὸς ὃν ὃ ἁρμόττει], οἷον πρὸς πρεσβυτέρους 〈ἢ νεωτέρους καὶ〉 πρὸς μοχθηροῦς ἢ ἡδεῖς καὶ πρὸς ἐχθροὺς ἢ φίλους, τὸ δὲ ἡνίκα δεῖ, οἷον τὸ μήτε πρότερον μήτε ὕστερον μήτε διὰ μέσου ἄτερ τοῦ καιροῦ λέγειν, ἀλλ’ ἐγκαίρως, τὸ δὲ ἃ δεῖ λέγειν οἷον τὰ συμφέροντα καὶ ὠφέλιμα καὶ αὐτῷ καὶ τῷ φίλῳ. ἡ εὐεργεσία. ἡ εὐεργεσία διαιρεῖται εἰς τέτταρα· ἢ γὰρ χρήμασιν ἢ σώμασιν ἢ ταῖς ἐπιστήμαις ἢ τοῖς λόγοις. τοῖς μὲν οὖν χρήμασιν, ὅταν δεομένῳ παραβοηθήσῃ τις εἰς χρημάτων λόγον εὐπορῆσαι· τοῖς δὲ σώμασιν εὖ ποιοῦσιν ἄλλους, ὅταν παραγενόμενοι τυπτομένοις παραβοηθῶσιν· | οἱ δὲ παιδεύοντες καὶ ἰατρεύοντες καὶ διδάσκοντες ἀγαθόν τι, οὗτοι ταῖς ἐπιστήμαις εὐεργετοῦσιν· ὅταν δὲ εἰσέλθωσιν εἰς δικαστήριον ἄλλος ὑπὲρ ἄλλου βοηθὸς καὶ λόγον τινὰ ἐπιεικῆ εἴπῃ ὑπὲρ αὐτοῦ, οὗτος δὴ λόγῳ εὐεργετεῖ. τῆς ἄρα εὐεργεσίας ἡ μέν ἐστι διὰ χρημάτων, ἡ δὲ διὰ σωμάτων, ἡ δὲ διὰ ἐπιστημῶν, τετάρτη δὲ διὰ λόγων. ἡ εὐεργεσία. διαιρεῖται ἡ εὐεργεσία εἰς τέσσαρα· ἔστι γὰρ αὐτῆς ἓν μὲν λόγῳ εὐεργετεῖν, ἓν δὲ δι’ ἐπιστήμης καὶ τεχνῶν, ἓν δὲ εἰς ἀργυρίου λόγον καὶ ἓν διὰ σωμάτων. διὰ λόγων οὖν εὐεργετοῦσιν οἱ συνηγοροῦντες καὶ συνδικάζοντες καὶ ἐγκωμιάζοντες καὶ οἱ τοιοῦτοι, δι’ ἐπιστήμης δὲ καὶ τέχνης οἱ παιδεύοντες καὶ ἰατρεύοντες καὶ οἱ 〈τὰ〉 πρὸς τὸν βίον χρήσιμα δημιουργοῦντες, εἰς ἀργυρίου δὲ λόγον οἱ προιστάμενοι τῆς [εἰς] ἀργυρίου χρείας, διὰ τῶν σωμάτων δὲ εὐεργετοῦσιν οἱ ἀμύνοντες καὶ βοηθοῦντες 〈τυπτομένοις καὶ〉 ἐν τοῖς τοιούτοις συμπτώμασι. τὸ τέλος τῶν πραγμάτων — αἱ αἰτίαι. διαιρεῖται τὸ τέλος τῶν πραγμάτων εἰς τέτταρα εἴδη· ἓν μὲν κατὰ νόμον τέλος τὰ πράγματα λαμβάνει, ὅταν ψήφισμα γένηται καὶ τοῦθ’ ὁ νόμος τελέσῃ· κατὰ φύσιν δὲ τέλος τὰ πράγματα λβάνει, βάνει, 〈οἷον〉 ἥ τε ἡμέρα καὶ ὁ ἐνιαυτὸς καὶ αἱ ὧραι. κατὰ τέχνην δὲ τέλος τὰ πράγματα λαμβάνει, οἷον ἡ οἰκοδομική. οἰκίαν γὰρ [τις] ἐπιτελεῖ· καὶ ἡ ναυπηγική· πλοῖα γάρ. | κατὰ τύχην δὲ γίνεται τοῖς πράγμασι τέλος, ὅταν ἄλλως καὶ μὴ ὡς ὑπολαμβάνει τις ἀποβαίνῃ. τοῦ τέλους ἄρα τῶν πραγμάτων τὸ μὲν κατὰ νόμον, τὸ δὲ κατὰ φύσιν, τὸ δὲ κατὰ τέχνην, τὸ δὲ κατὰ τύχην ἐστίν.