Μᾶλλον γὰρ λαμβάνεται εἰκὸς εἶναι γίνεσθαι ἐκ μὴ ὄντος ἢ μὴ πολλὰ εἶναι. Λέγεταί τε καὶ σφόδρα ὑπὲρ αὐτῶν γίγνεσθαί τε τὰ μὴ ὄντα, καὶ μὴ γεγονέναι πολλὰ ἐκ μὴ ὄντων, καὶ οὐχ ὅτι οἱ τυγχάνοντες, ἀλλὰ καὶ τῶν δοξάντων εἶναι σοφῶν τινὲς εἰρήκασιν. Αὐτίκα δ' Ἡσίοδος πρῶτον μὲν πάντων (φησὶ) χάος ἐγένετʼ, αὐτὰρ ἔπειτα γαῖ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεί, ἠδʼ ἔρος, ὃς πάντεσσι μεταπρέπει ἀθανάτοισιν.