Εἰ δὲ βέβαιος μᾶλλον ἡ ἑτέρα, ἀπὸ ταύτης ξυμπερανθέντα μᾶλλον δέδεικται. Τυγχανόμενα δέ, ἔχοντος ἀμφοτέρας τὰς ὑπολήψεις ταύτας, καὶ κινούμενα μέν ἐστι τὰ ὄντα. Ἀμφοῖν δὲ πιστὴ μᾶλλον αὕτη, καὶ θᾶττον ἂν προεῖντο πάντες ταύτην ἐκείνης τὴν δόξαν. Ὤσηʼ εἰ καὶ συμβαίνει ἐναντίας εἶναι τὰς φάσεις, καὶ ἀδύνατον γίνεσθαί τε ἐκ μὴ ὄντος καὶ μὴ πολλὰ εἶναι τὰ πράγματα, ἐλέγχοιτο μὲν ἂν ὑπʼ ἀλλήλων ταῦτα, ἀλλὰ τί μᾶλλον οὕτως ἂν ἔχοι ; Ἴσως τε κἂν φαίη τις τούτοις τἀναντία. Οὔτε γὰρ δείξας ὅτι ὀρθὴ δόξα ἀφʼ ἦς ἄρχεται, οὔτε μᾶλλον βέβαιον ἢ περὶ ἦς δείκνυσι λαβών, διελέχθη.