Ἀιδιον εἶναι φησιν εἴ τί ἐστιν, εἴπερ μὴ ἐνδέχεται γενέσθαι μηδὲν ἐκ μηδενός. Εἴτε γὰρ ἅπαντα γέγονεν εἴτε μὴ πάντα ἀΐδιʼ ἀμφοτέρως. Ἐξ οὐδενὸς γὰρ αὐτῶν ἂν γινόμενα. Ἀπάντων τε γὰρ γινομένων οὐδὲν προϋπάρχειν· εἴτ' ὄντων τινῶν ἀεὶ ἕτερα προσγίνοιτο, πλέον ἂν καὶ μεῖζον τὸ· ἓν γεγονέναι. Ὦι δὴ πλέον καὶ μεῖζον, τοῦτο γενέσθαι ἂν ἐξ οὐδενός· τῷ γὰρ ἐλάττονι τὸ πλέον, ἢ δ’ ἐν τῷ μικροτέρῳ τὸ μεῖζον οὐχ ὑπάρχειν. Αΐδιον δὲ ὂν ἄπειρον εἶναι, ὅτι οὐκ ἔχει ἀρχὴν ὅθεν ἐγένετο, οὐδὲ τελευτὴν εἰς ὃ γινόμενον ἐτελεύτησέ ποτε· πᾶν δὲ καὶ ἄπειρον ὂν εἶναι. Εἰ γὰρ πλέον ἢ δύο εἴη, πέρατʼ ἂν εἶναι ταῦτα πρὸς ἄλληλα.