<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0086.tlg046.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg046.1st1K-grc1" n="5"><p>Μάλιστα δὲ ἐνοχλεῖ τόν τε τῆς Εὐβοίας Καφηρέα καὶ τὸν Κυρηναῖον λιμένα, καλούμενον δὲ Ἀπολλωνίαν· πνεῖ δὲ ἀφʼ Ἑλλησπόντου. Ἐν δὲ Σινώπῃ <pb facs="operaexrecension06arisuoft_0198"/> Βερεκυντίας ἀπὸ τῶν κατὰ Φρυγίαν τόπων πνέων. Ἐν δὲ Σικελίᾳ Καταπορθμίας, πνέων <milestone unit="page" resp="Bekker" n="973b"/> ἀπὸ τοῦ πορθμοῦ. Τινὲς δὲ αὐτὸν Καικίαν οἴονται εἶναι, Θηβάναν προσαγορεύοντες.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg046.1st1K-grc1" n="6"><p>Εὖρος. Οὖτος ἐν μὲν Αἰγαῖς τας κατὰ Συρίαν Σκοπελεὺς καλεῖται ἀπὸ τοῦ Ῥωσίων σκοπέλου, ἐν δὲ Κυρήνη Καρβας ἀπὸ τῶν Καρβανῶν τῶν κατὰ Φοινίκην· διὸ καὶ τὸν αὐτὸν Φοινικίαν καλοῦσί τινες. Εἰσὶ δὲ οἳ καὶ Ἀπηλιώτην νομίζουσιν εἶναι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0086.tlg046.1st1K-grc1" n="7"><p>Ὀρθόνοτος. Τοῦτον οἱ μὲν Εὖρον, οἱ δὲ Ἀμνέα προσαγορεύουσιν. Νότος δὲ ὁμοίως παρὰ πᾶσι καλεῖται· τὸ δὲ ὄνομα διὰ τὸ νοσώδη εἶναι· ἔξω δὲ κάτομβρον, κατʼ ἀμφότερα δὲ νότον. Λευκόνοτος ὁμοίως· τὸ δὲ ὄνομα ἀπὸ τοῦ συμβαίνοντος· λευκαίνεται γὰρ. . . .</p></div></div></body></text></TEI>