<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg043.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="9"><p>9 Οἱ ἀναιροῦντες ὡς οὐ τὸ θερμὸν τὸ ἐργαζόμενον ἐν τοῖς σώμασιν, ἢ ὅτι
                            μία τις φορὰ καὶ δύναμις ἡ τμητικὴ τοῦ πυρός, οὐ καλῶς λέγουσιν. οὐδὲ
                            γὰρ ὅλα τοῖς ἀψύχοις <lb n="30"/> ταὐτὸ ποιεῖ πᾶσιν, ἀλλὰ τὰ μὲν πυκνοῖ,
                            τὰ δὲ μανοῖ, καὶ <note type="footnote">7 ἀνάλογα Ba || τὸ ante κινητικὸν
                                om Ba 9 num post ἐνίοις distinguendum sit non patet propter lacunan
                                post 10 τὸ 10 ἔχει libri: ἔχειν Bekker || post τὸ spatium quinque
                                circiter litt PZ septem LQBa 12 ἢ del Jaeg || sententiam ab 11 δεῖ
                                γὰρ — 18 βραδυτέροις continuavit Jaeg || ἄλλα corr Jaeg: ἀλλὰ πρὸς
                                τὴν οἰκείαν κίνησιν LQ 16 δὲ add Jaeg 17 τὴν φύσιν PBa ||
                                πτηκωτέροις PBa 18 βραδυτέροις em Bussemaker: βραχυτέροις ZLQBa
                                βραχύτερον P 20 διʼ ἀναπαύσεως ZL || γὰρ om PZBa 21 ἀλλήλων L 26 ἐπὶ
                                τῆς γῆς P ἐπὶ τὰ τῆς γῆς Ba 27 ψυχρὰ καὶ δυσκίνητα LQP om καὶ ZBa 29
                                τηκτικὴ ci Jaeg 31 ταὐτὸν Ba ταυτὰ LPQ || ἐκπυκνοῖ LPBa ἐκπνοῖ Q ||
                                post μανοῖ dist</note>
                            <pb n="63"/> τήκει, τὰ δὲ πήγνυσιν. ἐν δὲ δὴ τοῖς ἐμψύχοις οὕτως
                            ὑποληπτέον, ὥσπερ φύδεως πῦρ ζητοῦντα, καθάπερ τέχνης· καὶ γὰρ ἐν ταῖς
                            τέχναις ἕτερον τὸ χρυσοχοϊκὸν καὶ τὸ <lb n="35"/> χαλκευτικὸν καὶ τὸ
                            τεκτονικὸν πῦρ ἀποτελεῖ, καὶ τὸ μαγειρικόν. ἴσως δʼ ἀληθέστερον ὅτι αἱ
                            τέχναι· χρῶνται γὰρ <note type="marginal">p.485 b</note> ὥσπερ ὀργάνῳ
                            μαλάττουσαι καὶ τήκουσαι καὶ ξηραίνουσαι, ἔνια δὲ καὶ ῥυθμίζουσαι. τὸ
                            αὐτὸ δὴ τοῦτο καὶ αἱ φύσεις· ὅθεν δὴ καὶ <add cause="omitted">αἱ</add>
                            πρὸς ἄλληλα διαφοραί. διὸ γελοῖον πρὸς τὸ ἔξω κρίνειν· εἴτε γὰρ
                            διακρῖνον εἴτε λεπτῦνον εἴθʼ ὁτιδήποτʼ <lb n="5"/> ἐστὶ τὸ θερμαίνεσθαι
                            καὶ πυροῦσθαι, διάφορα ἕξει τὰ ἔργα τοῖς χρωμένοις. ἀλλʼ αἱ μὲν τέχναι
                            ὡς ὀργάνῳ χρῶνται, ἡ δὲ φύσις ἅμα καὶ ὡς ὕλῃ. οὐ δὴ τοῦτο χαλεπόν, ἀλλὰ
                            μᾶλλον τὸ τὴν φύσιν αὐτὴν νοῆσαι τὴν χρωμένην, ἥτις ἅμα τοῖς αἰσθητοῖς
                            πάθεσι καὶ τὸν ῥυθμὸν ἀποδώσει. τοῦτο <lb n="10"/> γὰρ οὐκέτι πυρὸς οὐδὲ
                            πνεύματος. τούτοις δὴ καταμεμεῖχθαι τοιαύτην δύναμιν θαυμαστόν. ἔτι δὲ
                            τοῦτο θαυμαστὸν ταὐτὸν καὶ περὶ ψυχῆς· ἐν τούτοις γὰρ ὑπάρχει. διόπερ οὐ
                            κακῶς εἰς ταὐτόν, ἢ ἀπλῶς ἢ μόριόν τι τὸ δημιουργοῦν, καὶ τὸ τὴν κίνησιν
                            ἀεὶ τὴν ὁμοίαν ὑπάρχειν ἐνεργοῦν. καὶ γὰρ ἡ <lb n="15"/> φύσις, ἀφʼ ἧς
                            καὶ ἡ γένεσις. ἀλλὰ δὴ τίς ἡ διαφορὰ τοῦ καθʼ ἕκαστον θερμοῦ, εἴθʼ ὡς
                            ὄργανον εἴθʼ ὡς ὕλην εἴθʼ ὡς ἄμφω; πυρὸς γὰρ διαφοραὶ κατὰ τὸ μᾶλλον καὶ
                            ἧττον. τοῦτο δὲ σχεδὸν ὥσπερ ἐν μίξει καὶ ἀμιξίᾳ· τὸ γὰρ καθαρώτερον
                            μᾶλλον. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῶν ἄλλων ἁπλῶν. <lb n="20"/> ἀνάγκη
                            γάρ, ἐπείπερ ἕτερον ὀστοῦν καὶ σὰρξ ἵππου καὶ βοός, ἢ τῷ ἐξ ἑτέρων εἶναι
                            ἢ τῇ χρήσει διαφέρειν. εἰ μὲν οὖν ἕτερα, τίνες αἱ διαφοραὶ ἑκάστου τῶν
                            ἁπλῶν καὶ τίς <gap reason="omitted"/> ταύτας γὰρ ζητοῦμεν. εἰ δὲ ταὐτά,
                            τοῖς λόγοις ἂν διαφέροι. <note type="footnote">32 δὴ add Z 33 ζητοῦντες
                                L 485b 2 δὲ τοῦτο Z 3 αἱ add Jaeg || διαφοράν LQ 5 διάφορα ἕξει em
                                Neustadt: διαφορὰν ἕξει 14 ἐνέργειαν libri: ἐνεργοῦν em Furlanus 18
                                καθαριώτερον PBa καθαρώτατον L 20 περ om LQ || ἡ ἵππου καὶ ἡ PBa ἡ
                                ἵππου ἢ LQ 21 τῶ em Bekker: τὸ libri 22 ἑτέρα Ba ἕτεραι L ἕτερώ Q ||
                                post τίς lac indicavit Jaeg, ci ἡ δύναμις 23 λόγοις ἂν διαφέροι; ἐν
                                τοῖς ἄλλοις LPQBa aberrando</note>
                            <pb n="64"/> ἀνάγκη γὰρ δυοῖν θάτερον, καθάπερ ἐν τοῖς ἄλλοις· οἴνου μὲν
                            γὰρ καὶ μέλιτος κρᾶσις διὰ τὸ ὑποκείμενον, οἴνου <lb n="25"/> δʼ αὐτοῦ,
                            εἴπερ ἑτέρα, διὰ τὸν λόγον. διὸ καὶ Ἐμπεδοκλῆς μίαν ἀπλῶς τὴν τοῦ ὀστοῦ
                            φύσιν <gap reason="omitted"/> εἴπερ ἅπαντα τὸν αὐτὸν λόγον ἔχει τῆς
                            μίξεως, ἀδιάφορα ἐχρῆν ἵππου καὶ λέοντος καὶ ἀνθρώπου εἶναι. νῦν δὲ
                            διαφέρει σκληρότητι, μαλακότητι, πυκνότητι, τοῖς ἄλλοις ὁμοίως καὶ σὰρξ
                            καὶ <lb n="30"/> τὰ ἄλλα μόρια. ἔτι δὲ τὰ ἐν τῷ αὐτῷ ζῴῳ διαφέρουσι
                            πυκνότητι καὶ μανότητι καὶ τοῖς ἄλλοις, ὥστʼ οὐχ ἡ αὐτὴ κρᾶσις. παχὺ μὲν
                            γὰρ καὶ λεπτὸν καὶ μέγα καὶ μικρὸν <add cause="omitted">ἂν</add> εἴη ἐν
                            τῷ ποσῷ, σκληρὸν δὲ καὶ πυκνὸν καὶ τὰ ἐναντία τούτοις ἐν τῷ ποιῷ τῷ τῆς
                            μίξεως. ἀναγκαῖον δὲ τοῖς οὕτω <lb n="35"/> λέγουσιν εἰδέναι, πῶς τὸ
                            δημιουργοῦν ἕτερον εἴη ἂν καὶ τῷ τοῦτο πλέον ἢ ἔλαττον εἶναι, καὶ τῷ
                            καθʼ αὐτὸ καὶ <add cause="omitted">τῷ</add> μεμειγμένῳ <note type="marginal">p. 48</note> ἢ ἐν ἄλλῳ πυροῦσθαι <del>καθάπερ τὰ
                                ἑψόμενα καὶ ὀπτώμενα. ὅπερ ἴσως ἀληθές</del>. ἅμα γὰρ
                            ἐγκαταμείγνυται καὶ ποιεῖ τὸ τῆς φύσεως. ἄρα ὁ αὐτὸς καὶ περὶ σαρκὸς
                            λόγος· καὶ γὰρ αἱ αὐταὶ διαφοραί, σχεδὸν δὲ καὶ περὶ <note type="marginal">p.48</note> φλεβὸς καὶ ἀρτηρίας καὶ τῶν λοιπῶν. ὥστε
                            δυεῖν θάτερον, ἢ οὐχ εἶς ὁ λόγος τούτων κατὰ τὴν μίξιν, ἢ οὐ σκληρότητι
                            καὶ πυκνότητι καὶ τοῖς ἐναντίοις τοὺς λόγους ληπτέον.</p><note type="footnote">24 ἀνάγκηι Z 25 κρᾶσιν LPQBa 26 ἑτέρα corr Jaeg; ἕτερα
                            27 μίαν em Neustadt: αἰτίαν || post φύσιν spat septem litt Ζ desunt haec
                            fere οὐ καλῶς, ἐπεὶ 29 εἶναι om Z || σκληρότητα καὶ μαλακότητα
                            σκληρότατα καὶ μαλακώτατα L 30 πυκνότητι add Z || ὁμοίως δὲ καὶ LQ quod
                            qui reiciet cum ZPBa, post ἄλλοις sententiam continuabit 32 πυκνότητα
                            καὶ μανότητα Q πυκνότατα καὶ μανότατα L 33 καὶ post γὰρ om LPQBa 34 ἂν
                            add Jaeg 36 εἰδέναι add Z || ἂν εἴη LQ || καὶ τῷ Bussemaker: καίτοι
                            libri 486a 1 αὑτὸ: αὑτῶ LQZ || καὶ μεμειγμένῳ libri:  τῷ add Bekker 2
                            καθάπερ — 3 ἀληθές ut interpolamentum del Neustadt 3 ὅπερ: ὅπως 486 b 3
                            οὐ del Bussemaker</note></div></div></body></text></TEI>