<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg043.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="6"><p>Πότερον δὲ τὸ σπέρμα διὰ τῆς ἀρτηρίας ὡς καὶ συνθλιβόμενον, 6 <lb n="15"/> καὶ ἐν τῇ προέσει μόνον; ἐν οἷς δὴ φαίνεται καὶ ἡ ἐξ αἵματος μεταβολὴ
                            τῷ τὰ νεῦρα ἀπὸ τῶν ὀστῶν τρέφεσθαι· καθάπτει γὰρ αὐτά. ἢ οὐδὲ τοῦτʼ
                            ἀληθές· καὶ γὰρ ἐν τῇ καρδίᾳ νεῦρον, καὶ νεῦρα δὲ ἐκ τῶν ὀστῶν ἠρτημένα.
                            οὐ συνάπτει δὲ ἐν ἑτέρῳ, ἀλλʼ εἰς σάρκα ἀποτελευτᾷ. <lb n="20"/> ἢ τοῦτό
                            γʼ οὐθέν· εἴη γὰρ ἂν οὐθὲν ἧττον ἀπὸ τοῦ ὀστοῦ ἡ τροφή. αὐτοῖς δʼ ἀπὸ
                            τοῦ νεύρου τοῖς ὀστοῖς μᾶλλον τὴν τροφήν. ἄτοπον γὰρ καὶ τοῦτο. ξηρὸν
                                <add cause="omitted">γὰρ</add> φύσει καὶ οὐκ ἔχον πόρους ὑγρούς· ἡ
                            τροφὴ δʼ ὑγρόν. σκεπτέον δὲ πρότερον, εἴπερ ἀπὸ τῶν ὀστῶν, τίς ἡ τοῦ
                            ὀστοῦ τροφή, ἢ φέρουσι πόροι καὶ <lb n="25"/> ἐκ τῆς φλεβὸς καὶ ἐκ τῆς
                            ἀρτηρίας εἰς αὐτό. καὶ ἐν πολλοῖς μὲν εὔδηλοι, μάλιστα δʼ εἰς τὴν ῥάχιν.
                            τὰς δʼ ἀπὸ τῶν ὀστῶν γίνεσθαι συνεχεῖς, ὥσπερ ταῖς πλευραῖς· τούτους δʼ
                            ἀπὸ τῆς κοιλίας τίνα τρόπον, ἢ πῶς τῆς ὁλκῆς γινομένης; ἢ τὰ πολλὰ
                            ἄχονδρα, καθάπερ ἡ ῥάχις· ἀλλʼ οὔτοι <lb n="30"/> πρὸς τὴν κίνησιν. ἢ
                            συνάψεως χάριν; δεῖ δέ, καὶ εἰ ἀπὸ <note type="footnote">8 πῶς corr et
                                post 9 καταψύχοντος sign interrog Jaeg: πως 10 τὸ Ba τῷ ΖLPQ: τῷ τὸ
                                em Jaeg 12 ἀποθνήσκειν LPQBa 14 πότερον — 15 μόνον excerptor videtur
                                problema de semine omisisse, uae sequuntur cum antecedentibus non
                                concinunt 17 καθάπερ LPQBa || οὐδὲ corr Jaeg; οὔτε 22 post τοῦτο
                                dist et γὰρ post ξηρὸν add Jaeg 23 πρότερον em Bussemaker: πότερον
                                24 φέρουσα πόρον L || καὶ om PBa 25 αὐτόν libri: αὐτό corr
                                Bussemaker 26 ἄδηλον LQ 27 συνεχεῖς γίνεσθαι PBa 29 οὔτι LPBa</note>
                            <pb n="60"/> τοῦ νεύρου τὸ ὀστοῦν τρέφεται, τὴν τοῦ νεύρου τροφὴν
                            εἰδέναι, ἡμεῖς δέ φαμεν ἐκ τῆς ὑγρότητος γλίσχρας οὔσης τῆς περὶ
                                <del>τὸ</del> αὐτὸ. πόθεν δʼ αὐτὴ καὶ πῶς, λεκτέον. τὸ ἐκ φλεβὸς καὶ
                            ἀρτηρίας τὴν σάρκα, ὅτι πανταχόθεν αἷμα τῇ κεντήσει, ψεῦδος ἐπί γε τῶν
                            ἄλλων ζῴων, οἷον ὀρνίθων καὶ <lb n="35"/> ὄφεων καὶ ἰχθύων ἢ ὅλως τῶν
                            ᾠοτόκων· ἀλλὰ τῶν πολυαίμων τοῦτʼ ἴδιον, ἐπεὶ τῶν ὀρνιθίων γε καὶ
                            τεμνομένων τὸ στῆθος ἰχώρ, οὐχ αἷμα. Ἐμπεδοκλῆς δὲ ἐκ νεύρου τὸν ὄνυχα
                            τῇ πήξει. ἆῤ οὖν οὕτω καὶ δέρμα πρὸς σάρκα; ἀλλὰ τοῖς <note type="marginal">p. 484 b</note> ὀστρακοδέρμοις καὶ μαλακοστράκοις
                            πῶς ἀπὸ τῶν ἐκτὸς ἡ τροφή; τοὐναντίον γὰρ δοκεῖ μᾶλλον ἀπὸ τῶν ἐντὸς ἢ
                            τῶν ἐκτός. ἔτι δὲ ποία καὶ διὰ τίνων ἡ ἐκ τῆς κοιλίας δίοδος; καὶ πάλιν
                            ἡ ἐκείνων ἀναστροφὴ πρὸς τὴν σάρκα, καίπερ <lb n="5"/> ἄλογος οὖσα. πολὺ
                            γάρ τι θαυμαστὸν φαίνεται καὶ ἀδύνατον ὅλως. ἄρα γε ἄλλοις ἄλλη τροφή,
                            καὶ οὐ πᾶσι τροφὴ τὸ αἷμα· πλὴν ἐκ τούτου τἆλλα.</p></div></div></body></text></TEI>