<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0086.tlg043.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="4"><p>Ἐπεὶ δὲ τρεῖς αἱ κινήσεις τοῦ ἐν τῇ ἀρτηρίᾳ πνεύματος, 4 <lb n="15"/>
                            ἀναπνοή, σφυγμός, τρίτη δʼ ἡ τὴν τροφὴν ἐπάγουσα καὶ κατεργαζομένη,
                            λεκτέον ὑπὲρ ἑκάστης καὶ ποῦ καὶ πῶς καὶ τίνος χάριν. τούτων δʼ ἡ μὲν
                            τοῦ σφυγμοῦ καὶ τῇ αἰσθήσει φανερὰ καθʼ ὁτιοῦν μέρος ἁπτομένοις, ἡ δὲ
                            τῆς ἀναπνοῆς μέχρι μέν του φανερά, τὸ δὲ πλέον κατὰ λόγον, <lb n="20"/>
                            ἡ δὲ τῆς τροφῆς ἅπασα κατὰ λόγον ὡς εἰπεῖν, ὡς ἐκ τῶν συμβαινόντων δὲ
                            κατὰ τὴν αἴσθησιν. ἡ μὲν οὖν ἀναπνοὴ δῆλον ὡς ἀπὸ τοῦ ἐντὸς ἔχει τὴν
                            ἀρχήν, εἴτε ψυχῆς δύναμιν εἴτε ψυχὴν δεῖ λέγειν ταύτην, εἴτε καὶ ἄλλην
                            τινὰ σωμάτων μίξιν, ἣ διʼ αὐτῶν ποιεῖ τὴν τοιαύτην <lb n="25"/> ὁλκήν. ἡ
                            δὲ θρεπτικὴ δόξειεν ἂν ἀπὸ τῆς ἀναπνοῆς· αὕτη γὰρ ἀνταποδίδοται, καὶ
                            ὁμοία τῷ ἀληθεῖ. εἰ δὲ μή, πᾶν ὁμαλίζει τοῖς χρόνοις τὸ σῶμα κατὰ τὴν
                            τοιαύτην κίνησιν. ἢ εἰ μηδὲν διαφέρει τὸ ἅμα, πάντα τὰ μέρη σκεπτέον. ὁ
                            δὲ σφυγμὸς ἴδιός τις παρὰ ταύτας τῇ μὲν ἂν δοκῶν <lb n="30"/> εἶναι κατὰ
                            συμβεβηκός, εἴπερ, ὅταν ἐν ὑγρῷ πλῆθος θερμότητος, ἀνάγκη τὸ
                            ἐκπνευματούμενον διὰ τὴν ἐναπόληψιν ποιεῖν σφυγμόν, ἐν τῇ ἀρχῇ δὲ καὶ
                            πρῶτον, εἴπερ <note type="footnote">6 τὸ om LQ ὁμοίως LQ 10 δὲ om Z
                                φαίνεται Z || 11 τε om Q 12 ὥσπερ add Jaeg 13 μὲν οὖν melius
                                fortasse || οἰκειότερον || τῶν LQ 17 καὶ τῇ αἰσθήσει om L 18 φανερὸν
                                L 19 φανεροῦ LQ 25 δόξειεν — 26 γὰρ om LPQBa lac sex circiter litt
                                PQ decem L quin decim Ba 29 παῤ αὐτὰς πῆ LPQBa 30 εἶναι:  τις G τῆς
                                L 31 ἐναπόλυσιν PH ἀναπόλησιν LQ</note>
                            <pb n="56"/> τοῖς πρώτοις σύμφυτον· <del>ἐν γὰρ τῇ καρδίᾳ μάλιστα καὶ
                                πρῶτον, ἀφʼ ἧς καὶ τοῖς ἄλλοις.</del> τάχα δὲ πρὸς τὴν ὑποκειμένην
                            οὐσίαν τοῦ ζῴου τὴν ἐκ τῆς ἐνεργείας ἀνάγκη τοῦτο <lb n="35"/>
                            παρακολουθεῖν. ὅτι δʼ οὐδὲν πρὸς τὴν ἀναπνοὴν ὁ σφυγμός, σημεῖον· ἐάν τε
                            γὰρ πυκνὸν ἐάν τε ὁμαλὸν ἐάν τε σφοδρὸν <note type="marginal">p. 483
                                a</note> ἢ ἀραιὸν ἀναπνέῃ τις, ὅ γε σφυγμὸς ὅμοιος καὶ ὁ αὐτός, ἀλλʼ
                            ἡ ἀνωμαλία γίνεται καὶ ἐπίτασις ἔν τε σωματικοῖς τισι πάθεσι καὶ ἐν τοῖς
                            τῆς ψυχῆς φόβοις ἐλπίσιν ἀγωνίαις. εἰ δὲ καὶ ἐν ταῖς ἀρτηρίαις ὁ
                            σφυγμός, <lb n="5"/> κἂν ὁ αὐτὸς ὢν ἐν ῥυθμῷ καὶ ὁμαλὸς ᾖ, σκεπτέον· οὐκ
                            ἔοικε δέ γε τοῖς μακρὰν ἀπηρτημένοις. ἥκιστα δʼ ἕνεκά του φαίνεται
                            γίνεσθαι, καθάπερ εἴρηται. τὸ γὰρ αὖ τῆς ἀναπνοῆς. καὶ τῆς ἐπαγωγῆς,
                            εἴθʼ ὡς ἕτερα πάμπαν ἀλλήλων εἴθʼ ὡς θάτερον πρὸς θάτερον, ἕνεκά του
                            φαίνεται καὶ ἔχει τινὰ <lb n="10"/> λόγον. τριῶν δʼ οὐσῶν πρότερον
                            εὔλογον εἶναι τήν τε σφυγμώδη καὶ τὴν ἀναπνευστικήν· ἡ γὰρ τροφὴ
                            προϋπάρχοντος. ἢ οὔ; τὸ μὲν γὰρ ἀναπνεῖν, ὅταν ἀπολυθῇ τῆς κυούσης, ἡ δʼ
                            ἐπιφορὰ καὶ ἡ τροφὴ καὶ ξυνισταμένου καὶ ξυνεστηκότος· ὁ δὲ σφυγμὸς
                            εὐθὺς ἐν τῇ ἀρχῇ ξυνισταμένης τῆς <lb n="15"/> καρδίας, καθάπερ ἐν τοῖς
                            ᾠοῖς γίνεται φανερόν. ὥστε αὕτη πρώτη, καὶ ἔοικεν ἐνεργείᾳ τινὶ καὶ οὐκ
                            ἐναπολήψει πνεύματος, εἰ μὴ ἄρα τοῦτο πρὸς τὴν ἐνέργειαν. ||</p></div></div></body></text></TEI>