3 Περὶ δὲ ἀναπνοῆς οἱ μὲν οὐ λέγουσι τίνος χάριν, ἀλλὰ μόνον ὃν τρόπον γίνεται, καθάπερ Ἐμπεδοκλῆς καὶ Δημόκριτος· οἱ δʼ οὐδὲ τὸν τρόπον ὅλως λέγουσιν, ἀλλʼ ὡς φανερῷ χρῶνται. δεῖ δὲ καὶ εἰ καταψύξεως χάριν, αὐτὸ τοῦτο διασαφῆσαι. εἰ γὰρ ἐν τοῖς ἄνω τὸ θερμόν, οὐκ ἂν ἔτι δέοιτο κάτω. τὸ δὲ σύμφυτον πνεῦμα διʼ ὅλου, καὶ ἀρχὴ ἀπὸ τοῦ πνεύμονος. δοκεῖ δὲ καὶ τὸ τῆς ἀναπνοῆς εἰς πάντα διαδίδοσθαι κατὰ συνέχειαν, ὥστε τοῦτο δεικτέον ὡς οὐκ ἔστιν. ἄτοπον δὲ εἰ μὴ δεῖταί τινος κινήσεως καὶ οἷον τροφῆς. εἰ δὲ διαπνεῖ πρὸς πᾶν, οὐκ ἂν ἔτι καταψύξεως p. 482b εἴη χάριν. ἀλλὰ μὴν καὶ ἡ διάδοσις ἄλλως τʼ ἀναίσθητος, καὶ τὸ τάχος αὐτῆς. καὶ πάλιν τὸ τῆς παλιρροίας, εἴπερ ἀπὸ πάντων, θαυμαστόν, πλὴν εἰ ἄλλον τρόπον ἀπὸ 16 ἀντιλέγειν LQ 17 τοιαύτη LQ 19 ἡ ante ὁλκὴ add Jaeg 21 δὴ: μὴ Q 24 post ἀέρα LPQB habent ὅτι διὰ τῆς τροφῆς ἡ τοῦ πνεύματος γένεσις, scholium scilicet quod in textum irrepsit 25 μὴ inseruit aeg cf 8, τὰ ἔνυγρα del Bussemaker 27 τοῦ: καὶ τοῦ ZPBa 28 cf Arist. de respir 470 b 6 sq unde haec petita 30 ὅλως: αὐτῆς LPQB 31 χάριν om Q 32 ἄνω τὸ: ἄνωθεν LPQBa 33 δέοιτο: οἱ LPQBa 34 ἀρχὴν PBa || τὸ: τὰ LPQBa 35 διάδοσθαι διαδιδωσθα Z ras corr 482 b 1 ἂν add Jaeg 2 μὴ Q 4 εἰ om PQ τῶν ἐσχάτων, τὸ δὲ πρώτως καὶ κυρίως ἀπὸ τῶν περὶ τὴν καρδίαν. ἐν πολλοῖς δʼ οὕτω τὸ τῶν ἐνεργειῶν καὶ τῶν δυνάμεων. ἄτοπον οὖν ὅμως εἰ καὶ εἰς τὸ ὀστοῦν διαδίδοται· καὶ γὰρ δὴ τοῦτό φασιν ἐξ ἀρτηριῶν. διό, καθάπερ εἴρηται, σκεπτέον περὶ ἀναπνοῆς, καὶ τίνος ἕνεκα καὶ ποίοις μέρεσι καὶ πῶς. ἔτι δὲ οὐδʼ ἐπιφορὰ τῆς τροφῆς φέρεται πᾶσι διʼ ἀρτηριῶν, οἷον αὐτοῖς τε τοῖς ἀγγείοις καὶ ἄλλοις τισὶ τῶν μερῶν· ζῇ δὲ ὥσπερ τὰ φυτὰ καὶ τρέφεται. ταῦτα μὲν οἰκειότερά πως τοῖς περὶ τὰς τροφάς.