Στέλλεται λοιπὸν τὴν ἀλλοδαπήν, χρῆται τοῖς Ἄραψι παιδευταῖς, καὶ τῇ εὐφυΐᾳ συμμετρήσας σπουδὴν τοσοῦτον εὐμοίρησε παιδείας, φασίν, ὡς δύνασθαι καὶ τὰ τῶν Ἀράβων εἰς Ἰταλοὺς καὶ τὰ τῶν Ἰταλῶν μεταπορθμεύειν εἰς Ἄραβας. Οὗτος οὖν πρός τισιν ἄλλαις καὶ τὴν περὶ φυτῶν τήνδε βίβλον μεθερμηνεύει, κὰκ τῶν λογικῶν Ἀραβικῶν λειμώνων ὅσα καὶ φυτὸν εὐγενὲς εἰς τὰς Ἰταλικὰς μετακηπεύει φυταλιάς. Ἔχαιρε γοῦν Ἰταλὸς ἐπὶ τούτῳ, καὶ τὰ μεγάλα ἐκόμπαζε· ταῖς Ἀριστοτελικαῖς γὰρ φιλοτιμεῖσθαι βίβλοις ὑπὲρ πάντας βρενθύεται· καὶ τοσοῦτον ἐνεκαυχᾶτο τῷ χρήματι, Ξέρξης οὐχ ἢττον ἐκεῖνος εἰς ἢν ὑπεσκιάσθη καὶ ἣν χρυσέαν ἔδειξε πλάτανον. Ἦλθον εἰς ἐπιθυμίαν (μακρὸς ἐξότου χρόνος) κἀγὼ τοῦ φυτοῦ· λόγοι γάρ μοι τῶν τοῦ κόσμου πάντων χρῆμα ὅ τὸ τιμιώτατον. Ἐπόθουν ἐμφορηθῆναι τῶν τούτου καρπῶν, τῶν νοημάτων εἰς ἔξιν ἐλθεῖν. Ἐψυχαγώγει μοι τὴν ἐπιθυμίαν ἐλπίς, καὶ τὴν ἐλπίδα πάλιν εὐχὴ διεδέχετο. Ἀλλὰ μέχρι πολλοῦ τὰ τῆς ἐπιθυμίας ἀτέλεστα, ἡ ἐλπὶς καὶ μόνον ἐλπίς· τὰ δὲ τῆς εὐχῆς ἐπετείνετο. Τί δ’ ἡ τῶν ἀγαθῶν ἀπάντων παντελὴς αἰτία καὶ ὑπερτελὴς καὶ προτέλειος; Ἠρεμίαν τῇ ἐπιθυμίᾳ χορηγεῖ, τῇ ἐλπίδι πέρας, καὶ τὰ τῆς αἰτήσεως τῇ εὐχῇ. Ἰταλὸς γάρ τις ἔκποθεν ἡμῖν αἰφνιδίως ἀναφανείς, ἱκανῶς ἔχων λογικῆς παιδείας καὶ γνώσεως, πρόσεισιν ὡς ἡμᾶς, ἀσπάζεται χαριέντως, τὰ φιλικὰ προσλαλεῖ, εἶτα τὴν ποθουμένην βίβλον ἡμῖν ἐγχειρίζεται. Ηὐφράνθην ἐγὼ ὡς ἐφ’ ἑρμαίῳ τῷ χρήματι. Ἐδεξάμην τὴν βίβλον ἐκθύμως. Ὅλος αὐτῆς ἐγενόμην, τὸν ἐγκείμενον νοῦν ἀνελεξάμην ἐπιμελῶς, καὶ οἶον ὡς ἐν ἐσόπτρῳ τῇδε ἐκ πρώτης αὐτῆς βαλβῖδος τὸν Ἀριστοτέλην ἔγνων καὶ τοὺς Ἀριστοτελικοὺς κατὰ τῶν πάλαι φιλοσοφούντων ἀντιλογικοὺς ἐτασμούς.