Τοῦτο γὰρ ἀφ’ ἡμῶν ἀπαιτεῖ τῶν ὑπὸ χεῖρα ὁ μόνος σοφὸς καὶ δυνατὸς θεὸς κατὰ τὸν θεῖον ἀπόστολον. Τίνος γὰρ ἄλλου δεῖται παρ’ ἡμῶν, ὃς διά τινος τῶν προφητῶν περὶ ἑαντοῦ λέγει "τὸν οὐρανὸν πληρῶ καὶ τὴν γῆν," καὶ οὗ ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς, κατὰ τὸν Δαβίδ, καὶ μεθ’ οὗ πᾶς ἀγρὸς παντοίοις ὡραϊσμένος φυτοῖς; Ἡ ΖΩΗ ἐν τοῖς ζῴοις καὶ ἐν τοῖς φυτοῖς εὑρέθη. Ἀλλ’ ἐν μὲν τοῖς ζῴοις φανερὰ καὶ πρόδηλος, ἐν τοῖς φυτοῖς δὲ κεκρυμμένη καὶ οὐκ ἐμφανής. Εἰς τὴν ταύτης γοῦν βεβαίωσιν πολλὴν ἀνάγκη ἐστὶ ζήτησιν προηγήσασθαι. Συνίσταται γὰρ πότερον ἔχουσιν ἢ οὐχὶ τὰ φυτὰ ψυχὴν καὶ δύναμιν ἐπιθυμίας ὀδύνης τε καὶ ἡδονῆς καὶ διακρίσεως. Ἀναξαγόρας μὲν οὖν καὶ Ἐμπεδοκλῆς ἐπιθυμίᾳ ταῦτα κινεῖσθαι λέγουσιν, αἰσθάνεσθαί τε καὶ λυπεῖσθαι καὶ ἥδεσθαι διαβεβαιοῦνται. Ὧν ὁ μὲν Ἀναξαγόρας καὶ ζῷα εἶναι καὶ ἥδεσθαι καὶ λυπεῖσθαι εἶπε, τῇ τε ἀπορροῇ τῶν φύλλων καὶ τῇ αὐξήσει τοῦτο ἐκλαμβάνων, ὁ δὲ Ἐμπεδοκλῆς γένος ἐν τούτοις κεκραμένον εἶναι ἐδόξασεν. Ὡσαύτως καὶ ὁ Πλάτων ἐπιθυμεῖν μόνον αὐτὰ διὰ τὴν σφοδρὰν τῆς θρεπτικῆς δυνάμεως ἀνάγκην ἔφησεν. Ὅ ἐὰν συσταίη, ἥδεσθαι ὄντως αὐτὰ καὶ λυπεῖσθαι αἰσθάνεσθαί τε σύμφωνον ἔσται. Ἃν δὲ συσταίη τοῦτο, τῷ ἐπιθυμεῖν, εἰ καὶ ἀεὶ τῷ ὕπνῳ ἀνακτῶνται καὶ ἐγείρονται ταῖς ἐγρηγόρσεσι, σύμφωνον ἔσται. Ὡσαύτως καὶ ἐὰν ζητήσωμεν εἰ πνοὴν καὶ γένος ἐκ συγκράσεως ἔχουσιν ἢ τὸ ἐναντίον, πολλὴν ἄν τὴν περὶ τούτου ἀμφιβολίαν καὶ μακρὰν ποιήσωμεν τὴν ζήτησιν. Τὸ δὲ τὰ τοιαῦτα παραλιμπάνειν καὶ μὴ εὐαναλώτοις περὶ τὰ καθ’ ἕκαστον ἐρεύναις ἐνδιατρίβειν πρέπον ἐστίν.