Ἀδικεῖν δ’ ᾠήθην, μὰ τοὺς λόγους, τοὺς λόγους αὐτοὺς καὶ τοὺς αὐτῶν ἐραστάς, καὶ γραφῆναι βασκάνου ψυχῆς ηὐλαβήθην, ἂν μὴ ταύτην ἱκανῶς ἔχων ὑπὸ τῆς ἄνωθεν χάριτος πρὸς τὴν Ἑλλάδα μεθερμηνεύσαιμι γλῶτταν καὶ ταῖς λοιπαῖς Ἀριστοτελικαῖς δέλτοις δείξαιμι συναρίθμιον. Τῷ τοι καὶ σὺν θεῷ τὸ ἔργον διήνυσα, καὶ εἰς κοινὴν προὐθέμην τὴν βίβλον τοῖς ἀρουμένοις ἀπόλαυσιν, πολλὴν εὑρὼν τὴν δυσχέρειαν καὶ τὴν τῶν ὀνομάτων σύγχυσιν διὰ τὰς συχνὰς τῶν μεθερμηνεύσεων μεταβολὰς ἐκ τῆς ἡμετέρας εἰς τὴν τῶν Ἰταλῶν, εἰς τοὺς Ἄραβας ἐκεῖθεν, καὶ πάλιν ἐξ Ἀράβων εἰς Ἰταλούς, καὶ εἰς ἡμᾶς ἐκ τούτων ἐπ’ ἔσχατον. Οὐ γὰρ διπρόσωπος, ὅσον ἐπὶ ταύτῃ τῇ βίβλῳ, ὁ Σταγειρίτης ὤφθη κατὰ τὸν θρυλλούμενον Ἰτανον ἐκεῖνον, ὃν καὶ εἰς χρόνον ἄγει λόγος ἰσχνός, ἀλλὰ πολύμορφος κατὰ τὸν Πρωτέα τὸν Φάριον. Ἐπεὶ δὲ πᾶσα δέλτος ἐκ μιᾶς πρὸς ἑτέραν μεταφερομένη διάλεκτον ἢ κατὰ λέξιν ἢ κατ’ ἔννοιαν προχωρεῖ, καὶ ἡ μὲν ὑστέρα τὸ σαφὲς ἔχουσα τοῦ ἀκριβοῦς ἀπολείπεται, ἡ δ’ ἑτέρα καὶ προτέρα προσόντος τοῦ ἀκριβοῦς εἰς ἀσάφειαν καταστρέφεται, ἡμεῖς ὡς ἀσφαλεστέρῳ τούτῳ τῷ μέρει καὶ ἀδιαβλήτῳ στοιχοῦντες, καθὼς καὶ ἐν ἑτέραις πεποιήκαμεν δέλτοις, τῆς ἀκριβείας ἐχόμεθα. Ἵνα δὲ μὴ φαινοίμεθα καὶ χώραν τῇ ἀσαφείᾳ διδόντες, ἢν κακίαν παντελῆ τοῖς λόγοις ἐγνώκαμεν, ἐπανερμηνείαις τισὶ καὶ σχολικαῖς παρασημειώσεσιν, εἴ τι που ἐκ τῆς ἀσαφείας ἄχαρι καὶ ἀτερπές, ἐψυχαγωγήσαμεν, κὰκ τῆς σκληρᾶς καὶ τραχείας τοὺς λογικοὺς ὁδίτας εἰς τὴν λείαν τε καὶ πλατεῖαν ἐχειραγωγήσαμεν, καὶ τῷ ὑπὲρ ἡμᾶς τὴν εὐχαριστίαν καὶ τήν, ὡς εἰκός, ἀνθομολόγησιν ἀπενείμαμεν.